§A.20_col1## ἡ φιλανθρωπία.
博爱。
τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν ᾧ τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν· ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι· ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι.
博爱有三种类型:一种是通过问候产生的,例如在其中,有些人向碰到的每一个人打招呼,并伸出右手问候他们;另一种类型是当有人乐于助人、帮助每一个不幸的人时;博爱的另一种类型是有些人喜爱宴请。
τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν.
因此,在博爱之中,有的是通过打招呼,有的是通过施予善行,有的是通过宴请和喜爱交往。
§A.21_col1## Ἡ εὐδαιμονία.
幸福。
ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων.
幸福被分为五个部分:因为在它之中,一个是善谋,另一个是身体的敏锐感觉和健康,第三个是行动中的好运,第四个是人在人群中的好名声,第五个是金钱及生活有用之物的富足。
| ἡ μὲν οὖν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι.
| 那么,善谋产生于教育和对许多事物的经验。
ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν· οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὲ τοιοῦτον εὐαισθησία.
敏锐的感觉则产生于身体的各个部位:例如当一个人用眼睛看,用耳朵听,用鼻子和嘴去感知应当感知的事物时;而这类的状态就是敏锐的感觉。
ἡ δὲ εὐτυχία, ὅταν ἐφ’ ἃ σκοπεῖ πράξῃ κατορθῶν ἃ δεῖ πράττειν τὸν σπουδαῖον· εὐδοξία δέ ἐστιν ὅταν τις εὖ ἀκούῃ.
好运是指当一个人在所追求的事情上,成功地完成了优秀之人所应当做的事情;好名声则是指一个人听闻关于自己的好评。
εὐπορία δέ ἐστιν, ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ, ὥστε καὶ φίλους εὗ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι.
富足是指一个人面对生活中的各种用途处于如此的状态,以至于既能对朋友施予善行,又能体面且充裕地履行公共义务。
ᾧ δὲ ὑπάρχει πάντα ταῦτα, οὗτός ἐστιν εὐδαίμων τελέως.
凡是拥有这一切的人,就是完全幸福的人。
τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.
因此,在幸福中,有的是善谋,有的是敏锐感觉和身体健康,有的是好运,有的是好名声,有的是富足。
§A.22_col1## αἱ τέχναι — αἱ ἐπιστῆμαι.
技术 — 科学。
αἱ τέχναι εἰς τρία διαιροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη.
技术被分为三种:第一种、第二种和第三种。
πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν.
第一种是采矿术和伐木术;因为它们是准备性的。
ἡ δὲ χαλκευτικὴ καὶ ἡ τεκτονικὴ μετασχηματικτικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας.
而锻铁术和木工术是变形性的;因为锻铁术用铁制造武器,木工术用木材制造笛子和里拉琴。
ἡ δὲ χρηστική οἷον ἱππική τοῖς χαλινοῖς χρῆται· ἡ πολεμικὴ τοῖς ὅπλοις· ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ.
使用性的技术,例如骑马术使用缰绳,军事术使用武器,音乐术使用笛子和里拉琴。
τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.
因此,技术有三种类型:有的是第一种,有的是第二种,有的是第三种。
§A.53_col2## αἱ τέχναι — αἱ ἐπιστῆμαι.
技术 — 科学。
διαιροῦνται αἱ ἐπιστῆμαι [τῶν πρώτων καὶ τῶν δευ τερῶν] εἰς τρία· εἰσὶ γὰρ αὐτῶν αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι, αἱ δὲ τρίται.
科学被分为三种:因为在它们之中,有的是第一种,有的是第二种,有的是第三种。
πρῶτον μὲν οὖν εἰσὶν αἱ παρασκευαστικαί τε καὶ μεταλλευτικαὶ καὶ ὑλοτομικαὶ καὶ λιθοτομικαί, δεύτεραι δὲ αἵ τε ποιητικαὶ καὶ μετασχηματιστικαί, οἷον ἡ μὲν χαλκευτικὴ τὸν σίδηρον παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε χάλινοὺς καὶ ὅπλα καὶ τὰ τοιαῦτα, ἡ δὲ τεκτονικὴ τὴν ὕλην παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησεν αὐλοὺς καὶ πλοῖα καὶ οἴκους καὶ τὰ τοιαῦτα, ἡ δὲ λιθουργικὴ τοὺς λίθους παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε τείχη καὶ οἰκίας καὶ τὰ τοιαῦτα.
首先,第一种是准备性的,即采矿术、伐木术和采石术;第二种是制作性与变形性的,例如,锻铁术接受了铁并将其变形,制造出缰绳、武器及此类事物;木工术接受了木材并将其变形,制造出笛子、船只、房屋及此类事物;石工术接受了石头并将其变形,制造出城墙、住宅及此类事物。
πάλιν αἱ τρίται· ἡ μὲν γὰρ ἱππικὴ παραλαβοῦσα τὸν χαλινὸν ἐχρήσατο καλῶς καὶ ἡ πολεμικὴ τὰ ὅπλα καὶ ἐπὶ τῶν τοιούτων, καὶ πάλιν ἡ αὐλητικὴ παραλαβοῦσα τοὺς αὐλοὺς ἐχρήσατο καλῶς καὶ ἡ κυβερνητικὴ τοὺς οἴακας παραλαβοῦσα καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
再次,第三种:因为骑马术接受了缰绳并很好地使用它,军事术使用武器,在这类事情中也是如此;再次,吹笛术接受了笛子并很好地使用它,航海术接受了舵,在其他此类事情中也是如此。