§A.13_col1## ἡ ἀρετή.
## 徳。
τῆς τελείας ἀρετῆς εἴδη ἐστὶ τέτταρα·
完全な徳の種類は四つある。
ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἄλλο δ’ ἀνδρεία, τέταρτον | σωφροσύνῃ.
一つ目は思慮、一つ目は正義、もう一つは勇敢、四つ目は | 節制である。
τούτων ἡ μὲν φρόνησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ [ἐξίστασθαι] τρεῖν, ἀλλὰ μένειν· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι, ἀλλὰ κοσμίως ζῆν.
これらのうち、思慮は物事を正しく行うことの原因であり、正義は共同関係や取引において正しく行うことの原因であり、勇敢は危険や恐るべきことの中で[取り乱して]逃げ惑うことなく、踏みとどまることの原因であり、節制は欲望を支配し、いかなる快楽にも奴隷にされることなく、秩序正しく生きることの原因である。
τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη.
したがって、徳のうち、あるものは思慮であり、他は正義、三つ目は勇敢、四つ目は節制である。
§A.2_col2## ἡ ἀρετή.
## 徳。
διαιρεῖται ἡ ἀρετὴ εἰς τέσσαρα·
徳は四つに区分される。
ἔστι γὰρ αὐτῆς ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.
なぜなら、そのうちの一つは思慮であり、一つは正義、一つは勇敢、一つは節制だからである。
ἔστι δὲ ἡ μὲν φρόνησις ἐν τῷ λογιστικῷ, ἡ δὲ δικαιοσύνη ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ ἀνδρεία ἐν τῷ θυμικῷ, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπιθυμητικῷ.
そして、思慮は理知的部分にあり、正義はこれらすべての部分に生じ、勇敢は気概的部分にあり、節制は欲望的部分にある。
τῆς ἀρετῆς ἄρα ἓν μέν ἐστι φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.
したがって、徳のうち、一つは思慮、一つは正義、一つは勇敢、一つは節制である。
§A.14_col1## ἡ ἀρχή.
## 支配(始まり)。
ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε·
支配は五つの部分に区分される。
ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν.
一つは法に基づくものに、一つは自然に基づくものに、一つは慣行に基づくものに、四つ目は血統に基づくものに、五つ目は暴力に基づくものに。
οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι, κατὰ νόμον ἄρχουσιν·
さて、ポリスにおける支配者たちが市民によって選出されたとき、彼らは法に基づいて支配する。
οἱ δὲ κατὰ φύσιν, οἶ〈ον οἱ〉 ἄρσενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις·
自然に基づく[支配]とは、例えば雄が、人間においてだけでなく他の動物においても[行うもの]である。
ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρσενα τῶν θηλειῶν ἄρχει·
なぜなら、多くの場合、いたるところで雄が雌を支配するからである。
ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων.
慣行に基づく支配とは、家庭教師が子供たちを支配し、教師が通ってくる生徒たちを支配するようなものである。
κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν·
血統に基づく支配とは、ラケダイモン(スパルタ)の王たちが支配するようなものを言う。
ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία.
なぜなら、王位はある特定の血統から引き継がれるからである。
καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι·
マケドニアにおいても人々は同じ方法で支配する。
καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται.
なぜなら、そこでも王位は血統から確立されるからである。
οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.
一方で、力ずくで、あるいは欺いて、市民たちの意に反して支配する者たち、このような支配は暴力に基づくものと言われる。
τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.
したがって、支配のうち、あるものは法に基づくものであり、あるものは自然に基づくものであり、あるものは慣行に基づくものであり、あるものは血統に基づくものであり、あるものは暴力に基づくものである。
§A.63_51_col2## ἡ ἀρχή.
## 支配(始まり)。
διαιρεῖται ἡ ἀρχὴ εἰς μέρη πέντε·
支配は五つの部分に区分される。
ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, ἓν δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν.
一つは法に基づくものに、一つは自然に基づくものに、一つは慣行に基づくものに、一つは血統に基づくものに、五つ目は暴力に基づくものに。
οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὅταν ὑπὸ τῶν πολιτῶν αἱρεθῶσιν, οὗτοι κατὰ νόμον ἄρχουσιν.
さて、ポリスにおける支配者たちが市民によって選出されたとき、彼らは法に基づいて支配する。
ἡ δὲ τοῦ κατὰ φύσιν ἀρχὴ οὐ μόνον ἐν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστίν·
自然に基づく支配は、人間においてだけでなく他の動物においても存在する。
ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν ζῴων τῶν θηλειῶν ἄρχει.
なぜなら、多くの場合、いたるところで動物の雄が雌を支配するからである。
ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἷον οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτητῶν.
慣行に基づく支配とは、家庭教師が子供たちを支配し、教師が通ってくる生徒たちを支配するようなものである。
κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, ὅταν πατέρα βασιλέα τελευτήσαντα υἱὸς διαδέξηται καὶ πάλιν τοῦτον ὁ τούτου υἱὸς καὶ ἐφεξῆς δὲ ὡσαύτως.
血統に基づく支配とは、王である父が亡くなったとき、息子が跡を継ぎ、さらにその跡をその息子が、そしてその先も同様に継ぐような場合を言う。
ὅσοι δὲ βιασάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.
一方で、力ずくで、市民たちの意に反して支配する者たち、このような支配は暴力に基づくものと言われる。
διαιρεῖται ἡ ἀρχὴ εἰς τρία·
支配(始まり)は三つに区分される。
ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ φύσιν, ἓν δὲ κατὰ βίαν, ἓν δὲ κατὰ τάξιν καὶ θέσιν.
なぜなら、そのうちの一つは自然に基づくものであり、一つは暴力に基づくものであり、一つは順序と措定に基づくものだからである。
κατὰ φύσιν μὲν οὖν ἄρχει τὸ ἄρρεν τοῦ θήλεος καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, οἷον ἐν μὲν βουσὶ ταῦρος, ἐν δὲ προβάτοις κριὸς καὶ πάντα τὰ τοιαῦτα·
さて、自然に基づき、雄が雌を、強いものが弱いものを支配する。 例えば、牛においては雄牛が、羊においては雄羊が[支配し]、その他これらに類するすべてがそうである。
〈κατὰ βίαν δέ〉, οἷον οἱ δεσπόται τῶν δούλων καὶ οἱ τύραννοι τῶν πόλεων καὶ πάντα τὰ τοιαῦτα·
[暴力に基づく支配]とは、例えば主人が奴隷を、僭主がポリスを[支配し]、その他これらに類するすべてがそうである。
κατὰ τάξιν δὲ καὶ θέσιν, οἷον τὸ πρῶτον ταχθέν·
そして、順序と措定に基づく始まりとは、例えば最初に配置されたものである。
ἐντεῦθεν ἀρχή ἐστι τῆς μὲν τραγῳδίας
ὦ παλαιὸν Ἄργος
, τῶν δὲ στοιχείων τὸ ἄλφα καὶ ἀριθμοῦ τὸ ἕν.
ここから[「始まり」という言葉が使われるが、例えば]悲劇の始まりは「おお、古きアルゴスよ」であり、アルファベットの[始まり]はアルファであり、数の[始まり]は一である。