- 底本
- Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:A.13_col1-A.63_51_col2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
徳(思慮、正義、勇敢、節制)の四つの定義とそれらが属する魂の部分について、および支配(あるいは始まり)の五種類ないし三種類の区分と具体例を整理する。
ἡ ἀρετή. τῆς τελείας ἀρετῆς εἴδη ἐστὶ τέτταρα· ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἄλλο δ’ ἀνδρεία, τέταρτον | σωφροσύνῃ.1 τούτων ἡ μὲν φρόνησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ [ἐξίστασθαι] τρεῖν, ἀλλὰ μένειν· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι, ἀλλὰ κοσμίως ζῆν. τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη.
徳。 完全な徳の種類は四つある。一つ目は思慮、一つ目は正義、もう一つは勇敢、四つ目は | 節制である。これらのうち、思慮は物事を正しく行うことの原因であり、正義は共同関係や取引において正しく行うことの原因であり、勇敢は危険や恐るべきことの中で[取り乱して]逃げ惑うことなく、踏みとどまることの原因であり、節制は欲望を支配し、いかなる快楽にも奴隷にされることなく、秩序正しく生きることの原因である。したがって、徳のうち、あるものは思慮であり、他は正義、三つ目は勇敢、四つ目は節制である。
ἡ ἀρετή. διαιρεῖται ἡ ἀρετὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη. ἔστι δὲ ἡ μὲν φρόνησις ἐν τῷ λογιστικῷ, ἡ δὲ δικαιοσύνη ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ ἀνδρεία ἐν τῷ θυμικῷ, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπιθυμητικῷ. τῆς ἀρετῆς ἄρα ἓν μέν ἐστι φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.
徳。 徳は四つに区分される。なぜなら、そのうちの一つは思慮であり、一つは正義、一つは勇敢、一つは節制だからである。そして、思慮は理知的部分にあり、正義はこれらすべての部分に生じ、勇敢は気概的部分にあり、節制は欲望的部分にある。したがって、徳のうち、一つは思慮、一つは正義、一つは勇敢、一つは節制である。
ἡ ἀρχή. ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι, κατὰ νόμον ἄρχουσιν· οἱ δὲ κατὰ φύσιν, οἶ〈ον οἱ〉 ἄρσενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρσενα τῶν θηλειῶν ἄρχει· ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν· ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι· καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται. οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.
支配(始まり)。 支配は五つの部分に区分される。一つは法に基づくものに、一つは自然に基づくものに、一つは慣行に基づくものに、四つ目は血統に基づくものに、五つ目は暴力に基づくものに。さて、ポリスにおける支配者たちが市民によって選出されたとき、彼らは法に基づいて支配する。自然に基づく[支配]とは、例えば雄が、人間においてだけでなく他の動物においても[行うもの]である。なぜなら、多くの場合、いたるところで雄が雌を支配するからである。慣行に基づく支配とは、家庭教師が子供たちを支配し、教師が通ってくる生徒たちを支配するようなものである。血統に基づく支配とは、ラケダイモン(スパルタ)の王たちが支配するようなものを言う。なぜなら、王位はある特定の血統から引き継がれるからである。マケドニアにおいても人々は同じ方法で支配する。なぜなら、そこでも王位は血統から確立されるからである。一方で、力ずくで、あるいは欺いて、市民たちの意に反して支配する者たち、このような支配は暴力に基づくものと言われる。したがって、支配のうち、あるものは法に基づくものであり、あるものは自然に基づくものであり、あるものは慣行に基づくものであり、あるものは血統に基づくものであり、あるものは暴力に基づくものである。
ἡ ἀρχή.2 διαιρεῖται ἡ ἀρχὴ εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, ἓν δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὅταν ὑπὸ τῶν πολιτῶν αἱρεθῶσιν, οὗτοι κατὰ νόμον ἄρχουσιν. ἡ δὲ τοῦ κατὰ φύσιν ἀρχὴ οὐ μόνον ἐν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστίν· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν ζῴων τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἷον οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτητῶν. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, ὅταν πατέρα βασιλέα τελευτήσαντα υἱὸς διαδέξηται καὶ πάλιν τοῦτον ὁ τούτου υἱὸς καὶ ἐφεξῆς δὲ ὡσαύτως. ὅσοι δὲ βιασάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. διαιρεῖται ἡ ἀρχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ φύσιν, ἓν δὲ κατὰ βίαν, ἓν δὲ κατὰ τάξιν καὶ θέσιν. κατὰ φύσιν μὲν οὖν ἄρχει τὸ ἄρρεν τοῦ θήλεος καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, οἷον ἐν μὲν βουσὶ ταῦρος, ἐν δὲ προβάτοις κριὸς καὶ πάντα τὰ τοιαῦτα· 〈κατὰ βίαν δέ〉, οἷον οἱ δεσπόται τῶν δούλων καὶ οἱ τύραννοι τῶν πόλεων καὶ πάντα τὰ τοιαῦτα· κατὰ τάξιν δὲ καὶ θέσιν, οἷον τὸ πρῶτον ταχθέν· ἐντεῦθεν ἀρχή ἐστι τῆς μὲν τραγῳδίας ὦ παλαιὸν Ἄργος, τῶν δὲ στοιχείων τὸ ἄλφα καὶ ἀριθμοῦ τὸ ἕν.
支配(始まり)。 支配は五つの部分に区分される。一つは法に基づくものに、一つは自然に基づくものに、一つは慣行に基づくものに、一つは血統に基づくものに、五つ目は暴力に基づくものに。さて、ポリスにおける支配者たちが市民によって選出されたとき、彼らは法に基づいて支配する。自然に基づく支配は、人間においてだけでなく他の動物においても存在する。なぜなら、多くの場合、いたるところで動物の雄が雌を支配するからである。慣行に基づく支配とは、家庭教師が子供たちを支配し、教師が通ってくる生徒たちを支配するようなものである。血統に基づく支配とは、王である父が亡くなったとき、息子が跡を継ぎ、さらにその跡をその息子が、そしてその先も同様に継ぐような場合を言う。一方で、力ずくで、市民たちの意に反して支配する者たち、このような支配は暴力に基づくものと言われる。 支配(始まり)は三つに区分される。なぜなら、そのうちの一つは自然に基づくものであり、一つは暴力に基づくものであり、一つは順序と措定に基づくものだからである。さて、自然に基づき、雄が雌を、強いものが弱いものを支配する。例えば、牛においては雄牛が、羊においては雄羊が[支配し]、その他これらに類するすべてがそうである。[暴力に基づく支配]とは、例えば主人が奴隷を、僭主がポリスを[支配し]、その他これらに類するすべてがそうである。そして、順序と措定に基づく始まりとは、例えば最初に配置されたものである。ここから[「始まり」という言葉が使われるが、例えば]悲劇の始まりは「おお、古きアルゴスよ」であり、アルファベットの[始まり]はアルファであり、数の[始まり]は一である。
- A.13_col1σωφροσύνῃ
先行する三つの要素(φρόνησις, δικαιοσύνη, ἀνδρεία)が主格であるのに対し、ここだけ与格になっている。これは文法的な不一致であり、本来は主格の σωφροσύνη であるべき箇所が、写本伝承の過程で誤記されたものと考えられる。
- A.63_51_col2ἡ ἀρχή
「支配(rule)」の意味で区分されていた ἀρχή が、最後の「順序と措定(κατὰ τάξιν δὲ καὶ θέσιν)」においては「始まり・端緒(beginning)」の意味へとシフトしている。これにより悲劇の第一行、アルファベットの最初、数の一が例示されている。
