§A.15_col1## ἡ ῥητορεία.
## 弁論術。
τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ.
弁論術の種類は六つある。
ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή·
というのも、人々が戦争することや、誰かと同盟を結ぶことを勧めるとき、このような種類は勧告と呼ばれる。
ὅταν δὲ ἀξιῶσι μὴ πολεμεῖν μηδὲ συμμαχεῖν, ἀλλὰ ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδος ἀποτροπή ἐστι.
一方で、戦争も同盟もせず、平穏を保つよう要求するとき、このような種類は抑止である。
τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ· τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται.
弁論術の第三の種類は、ある人が誰かから不正を働かれていると主張し、多くの悪の原因であると示すときであり、まさにこのような種類は告発と呼ばれる。
τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ τις αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα· τὸ δὴ τοιοῦτον ἀπολογίαν καλοῦσι.
弁論術の第四の種類は[弁明と呼ばれるが]、ある人が自分は何も不正を行っておらず、他の不当なことも何も行っていないと示すときであり、まさにこのようなものを人々は弁明と呼ぶ。
| πέμπτον εἶδος ῥητορείας, ὅταν τις εὖ λέγῃ καὶ ἀποφαίνῃ καλὸν κἀγαθόν· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ἐγκώμιον.
| 弁論術の第五の種類は、ある人が褒め称え、善美なる者であると示すときであり、まさにこのような種類は賞賛と呼ばれる。
ἕκτον εἶδος, ὅταν τις ἀποφαίνῃ φαῦλον· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ψόγος.
第六の種類は、ある人が劣った者であると示すときであり、まさにこのような種類は非難と呼ばれる。
τῆς ἄρα ῥητορείας ἐστὶ τὸ μὲν ἐγκώμιον, τὸ δὲ ψόγος, τὸ δὲ προτροπή, τὸ δὲ ἀποτροπή, τὸ δὲ κατηγορία, τὸ δὲ ἀπολογία.
したがって、弁論術のうち、あるものは賞賛であり、あるものは非難、あるものは勧告、あるものは抑止、あるものは告発、あるものは弁明である。
§A.17_col2## ἡ ῥητορεία.
## 弁論術。
διαιρεῖται ἡ ῥητορεία εἰς πέντε·
弁論術は五つに区分される。
ἔστι γὰρ αὐτῆς ἓν μὲν κατηγορία, ἓν δὲ ἀπολογία, ἓν δὲ συμβουλία, ἓν δὲ ἐγκώμιον, ἓν δὲ ψόγος.
なぜなら、そのうちの一つは告発であり、一つは弁明、一つは助言、一つは賞賛、一つは非難だからである。
§A.16_col1## τὸ ὀρθῶς λέγειν.
## 正しく語ること。
τὸ ὀρθῶς λέγειν διαιρεῖται εἰς τέτταρα·
正しく語ることは四つに区分される。
ἓν μὲν ἃ δεῖ λέγειν, ἓν δὲ ὅσα δεῖ λέγειν, τρίτον πρὸς οὓς δεῖ λέγειν, τέταρτον δὲ πηνίκα λέγειν δεῖ.
一つ目は語るべきこと、一つ目は語るべき分量、三つ目は誰に対して語るべきか、四つ目はいつ語るべきかである。
ἃ μὲν οὖν δεῖ λέγειν, ἃ μέλλει συμφέρειν τῷ λέγοντι καὶ τῷ ἀκούοντι·
さて、語るべきこととは、語る者と聞く者に対して益をもたらすであろうことである。
τὸ δὲ ὅσα δεῖ λέγειν, μὴ πλείω μηδὲ ἐλάττω τῶν ἱκανῶν.
語るべき分量とは、十分な量よりも多くもなく少なくもないことである。
| τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἐάν τε πρὸς πρεσβυτέρους ἁμαρτάνοντας διαλέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις· ἐάν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ λέγεσθαι ὡς νεωτέροις.
| 誰に対して語るべきかについては、もし過ちを犯している年長者に対して語る(対話する)のであれば、年長者に対するようにふさわしい言葉で対話しなければならず、また、もし年少者に対して語るのであれば、年少者に対するようにふさわしい言葉で語られなければならない。
πηνίκα δὲ λέγειν ἐστὶ μήτε πρότερον μήτε ὕστερον·
いつ語るべきかとは、早すぎず遅すぎず[語ること]である。
εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ κακῶς ἐρεῖν.
そうでなければ、誤りを犯し、悪く語ることになるだろう。
§A.52_col2## τὸ ὀρθῶς λέγειν.
## 正しく語ること。
διαιρεῖται τὸ ὀρθῶς λέγειν εἰς πέντε·
正しく語ることは五つに区分される。
ἔστι γὰρ αὐτοῦ ἓν μὲν ὅσα δεῖ λέγειν, ἓν δὲ ὅπου δεῖ λέγειν, ἓν δὲ πρὸς οὓς δεῖ λέγειν, ἓν δὲ ἡνίκα δεῖ λέγειν, ἓν δὲ ἃ δεῖ λέγειν.
なぜなら、そのうちの一つは語るべき分量、一つは語るべき場所、一つは誰に対して語るべきか、一つはいつ語るべきか、一つは語るべきことだからである。
τὸ μὲν οὖν ὅσα δεῖ λέγειν ἐστὶ τὸ μήτε πλείω μήτε ἐλάσσω τῶν ἱκανῶν, τὸ δὲ ὅπου δεῖ λέγειν ἐστὶν ἐν τόπῳ, οἷον ἐν ἀγορᾷ καὶ ἐν γυμνασίῳ καὶ ἐν διατριβῇ καὶ ἐν τοῖς δέουσιν ἄλλοις τόποις, τὸ δὲ πρὸς οὓς δεῖ λέγειν ἑκάστῳ τὸ ἁρμόττον [καὶ πρὸς ὃν ὃ ἁρμόττει], οἷον πρὸς πρεσβυτέρους 〈ἢ νεωτέρους καὶ〉 πρὸς μοχθηροῦς ἢ ἡδεῖς καὶ πρὸς ἐχθροὺς ἢ φίλους, τὸ δὲ ἡνίκα δεῖ, οἷον τὸ μήτε πρότερον μήτε ὕστερον μήτε διὰ μέσου ἄτερ τοῦ καιροῦ λέγειν, ἀλλ’ ἐγκαίρως, τὸ δὲ ἃ δεῖ λέγειν οἷον τὰ συμφέροντα καὶ ὠφέλιμα καὶ αὐτῷ καὶ τῷ φίλῳ.
さて、語るべき分量とは、十分な量よりも多くもなく少なくもないことであり、語るべき場所とは、[適切な]場所においてであり、例えば広場や体育場、学塾、その他必要な場所においてである。 誰に対して語るべきかとは、それぞれに適合したこと[そして適合する相手に適合することを語ること]であり、例えば年長者[あるいは年少者]に対して、また邪悪な者あるいは快い者に対して、そして敵あるいは友に対して[語ること]である。 いつ[語る]べきかとは、例えば早すぎず、遅すぎず、また好機を得ずに途中で語ることもなく、むしろ時宜を得て語ることである。 語るべきこととは、例えば自分自身と友人の双方にとって有益で役立つことである。
§A.17_col1## ἡ εὐεργεσία.
## 善行。
ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα·
善行は四つに区分される。
ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις.
すなわち、金銭によるか、身体によるか、知識によるか、あるいは言葉によるかである。
τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι·
さて、金銭による[善行]とは、ある人が[金銭を]必要としている人を助けて、金銭の面で豊かになるようにしてあげるときである。
τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἄλλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν·
身体によって他人に善を行うとは、殴られている人たちのところへ駆けつけて助けるときである。
| οἱ δὲ παιδεύοντες καὶ ἰατρεύοντες καὶ διδάσκοντες ἀγαθόν τι, οὗτοι ταῖς ἐπιστήμαις εὐεργετοῦσιν·
| また、教育する者、治療する者、何か善いことを教える者、これらの人々は知識によって善行を施す。
ὅταν δὲ εἰσέλθωσιν εἰς δικαστήριον ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ εἴπῃ ὑπὲρ αὐτοῦ, οὗτος δὴ λόγῳ εὐεργετεῖ.
一方で、ある人が他人のために支援者として裁判所に入り、その人のために何か寛大な言葉を語るとき、まさにこの人は言葉によって善行を施す。
τῆς ἄρα εὐεργεσίας ἡ μέν ἐστι διὰ χρημάτων, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη δὲ διὰ λόγων.
したがって、善行のうち、あるものは金銭を通じてであり、あるものは身体を通じて、あるものは知識を通じてであり、四つ目は言葉を通じてである。