§A.13_col1## ἡ ἀρετή.
## 德。
τῆς τελείας ἀρετῆς εἴδη ἐστὶ τέτταρα· ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἄλλο δ’ ἀνδρεία, τέταρτον | σωφροσύνῃ.
完全的德有四种:一种是明智,一种是正义,另一种是勇敢,第四种 | 是节制。
τούτων ἡ μὲν φρόνησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ [ἐξίστασθαι] τρεῖν, ἀλλὰ μένειν· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι, ἀλλὰ κοσμίως ζῆν.
在这些之中,明智是正确处理事务的原因;正义是在交往和交易中公正行事的原因;勇敢是在危险和可怕的事情中不逃跑、而是坚守的原因;节制是支配欲望、不被任何快乐所奴役、而是井然有序地生活的原因。
τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη.
因此,在德之中,有的是明智,有的是正义,第三是勇敢,第四是节制。
§A.2_col2## ἡ ἀρετή.
## 德。
διαιρεῖται ἡ ἀρετὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.
德被分为四种:因为在它之中,一种是明智,一种是正义,一种是勇敢,一种是节制。
ἔστι δὲ ἡ μὲν φρόνησις ἐν τῷ λογιστικῷ, ἡ δὲ δικαιοσύνη ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ ἀνδρεία ἐν τῷ θυμικῷ, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπιθυμητικῷ.
明智在理性部分,正义产生在所有这些部分之中,勇敢在激情部分,节制在欲望部分。
τῆς ἀρετῆς ἄρα ἓν μέν ἐστι φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.
因此,在德之中,一种是明智,一种是正义,一种是勇敢,一种是节制。
§A.14_col1## ἡ ἀρχή.
## 统治(开始)。
ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν.
统治被分为五部分:一种是基于法律的,一种是基于自然的,一种是基于习惯的,第四种是基于血统的,第五种是基于暴力的。
οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι, κατὰ νόμον ἄρχουσιν· οἱ δὲ κατὰ φύσιν, οἶ〈ον οἱ〉 ἄρσενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρσενα τῶν θηλειῶν ἄρχει· ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων.
因此,当城市中的统治者由公民选出时,他们是基于法律进行统治的;而基于自然的是,例如雄性,不仅在人类中,也在其他动物中;因为在大多数情况下,到处都是雄性统治雌性;基于习惯的统治是这样的,例如启蒙导师统治儿童,教师统治入校就读者。
κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν· ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία.
基于血统的统治被称为是这样的,例如拉刻代蒙人的国王们所进行的统治;因为王位是从某种特定的血统传承的。
καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι· καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται.
在马其顿他们也以同样的方式统治;因为在那里王位也是基于血统建立的。
οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.
而那些通过强力或欺骗、违背公民意愿进行统治的人,这种统治被称为是基于暴力的。
τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.
因此,在统治中,有的是基于法律,有的是基于自然,有的是基于习惯,有的是基于血统,有的是基于暴力。
§A.63_51_col2## ἡ ἀρχή.
## 统治(开始)。
διαιρεῖται ἡ ἀρχὴ εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, ἓν δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν.
统治被分为五部分:一种是基于法律的,一种是基于自然的,一种是基于习惯的,一种是基于血统的,第五种是基于暴力的。
οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὅταν ὑπὸ τῶν πολιτῶν αἱρεθῶσιν, οὗτοι κατὰ νόμον ἄρχουσιν.
因此,当城市中的统治者由公民选出时,他们是基于法律进行统治的。
ἡ δὲ τοῦ κατὰ φύσιν ἀρχὴ οὐ μόνον ἐν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστίν· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν ζῴων τῶν θηλειῶν ἄρχει.
基于自然的统治不仅存在于人类中,也存在于其他动物中;因为在大多数情况下,到处都是动物的雄性统治雌性。
ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἷον οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτητῶν.
基于习惯的统治是这样的,例如启蒙导师统治儿童,教师统治就读者。
κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, ὅταν πατέρα βασιλέα τελευτήσαντα υἱὸς διαδέξηται καὶ πάλιν τοῦτον ὁ τούτου υἱὸς καὶ ἐφεξῆς δὲ ὡσαύτως.
基于血统的统治被称为是这样的,当国王父亲去世时,儿子继承,而他的儿子又继承他,依此类推。
ὅσοι δὲ βιασάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.
而那些通过强力违背公民意愿进行统治的人,这种统治被称为是基于暴力的。
διαιρεῖται ἡ ἀρχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ φύσιν, ἓν δὲ κατὰ βίαν, ἓν δὲ κατὰ τάξιν καὶ θέσιν.
统治(开始)被分为三种:因为在它之中,一种是基于自然的,一种是基于暴力的,一种是基于顺序和位置的。
κατὰ φύσιν μὲν οὖν ἄρχει τὸ ἄρρεν τοῦ θήλεος καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, οἷον ἐν μὲν βουσὶ ταῦρος, ἐν δὲ προβάτοις κριὸς καὶ πάντα τὰ τοιαῦτα· 〈κατὰ βίαν δέ〉, οἷον οἱ δεσπόται τῶν δούλων καὶ οἱ τύραννοι τῶν πόλεων καὶ πάντα τὰ τοιαῦτα· κατὰ τάξιν δὲ καὶ θέσιν, οἷον τὸ πρῶτον ταχθέν· ἐντεῦθεν ἀρχή ἐστι τῆς μὲν τραγῳδίας
ὦ παλαιὸν Ἄργος
, τῶν δὲ στοιχείων τὸ ἄλφα καὶ ἀριθμοῦ τὸ ἕν.
基于自然,雄性统治雌性,强者统治弱者,例如在牛群中是公牛,在羊群中是公羊,以及所有此类情况;基于暴力,例如主人统治奴隶,僭主统治城市,以及所有此类情况;基于顺序和位置,例如被排在首位的事物;因此,悲剧的开始是“哦,古老的阿耳戈斯”,而字母的开始是阿尔法,数字的开始是一。