§A.60_col2## ἡ μουσική.
## 音楽。
διαιρεῖται ἡ μουσικὴ εἰς τρία·
音楽は三つに区分される。
ἔστι γὰρ αὐτῆς ἓν μὲν αὐτοῦ τοῦ στόματος ἔργον, ἓν δὲ χειρῶν καὶ στόματος, ἓν δὲ μόνον 〈τῶν χειρῶν.
なぜなら、そのうちの一つは口それ自体の働きであり、一つは手と口の[働き]であり、一つは手のみの[働き]だからである。
τὸ μὲν οὖν〉 αὐτοῦ τοῦ στόματος ἔργον οἷον αἵ τε ᾠδαὶ καὶ οἱ τερετισμοὶ καὶ τὰ τοιαῦτα, τῶν δὲ χειρῶν καὶ τοῦ στόματος ἥ τε χοραυλητικὴ καὶ [αὐλητικὴ] τὰ ὅμοια, τῶν δὲ χειρῶν ἡ κιθαριστικὴ καὶ τὰ τοιαῦτα.
口それ自体の働きとは、例えば歌や、さえずり(ハミング)およびそれらに類するものであり、手と口の[働き]とは、合唱への笛の伴奏およびそれに似たものであり、手のみの[働き]とは、竪琴演奏およびそれらに類するものである。
§A.10_col1## ἡ εὐγλενεια.
## 高貴さ。
διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα.
高貴さは四つの種類に区分される。
ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοῖ καὶ δίκαιοι, τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι·
一つ目は、もし先祖が優れた立派な人々であり、かつ義人であるならば、彼らから生まれた人々を高貴であると人々は言う。
ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι.
もう一つは、もし先祖が支配者であり、統治者であったならば、彼らから生まれた人々を高貴であると人々は言う。
ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων· καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν.
もう一つは、もし先祖が著名、例えば将軍職や、冠を授与される競技会によって[著名]であるならば、彼らから生まれた人々をも私たちは高貴と呼ぶ。
| ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος, καὶ τοῦτον εὐγενῆ φασὶν εἶναι·
| もう一つの種類は、もしある人自身が魂において気高く、かつ器量が大きいならば、この人をも高貴であると人々は言う。
καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη.
そしてこれこそが高貴さのうちで最も優れたものである。
τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δὲ ἀπὸ τῆς αὐτοῦ καλοκἀγαθίας.
したがって、高貴さのうち、あるものは高潔な先祖によるものであり、あるものは支配者によるもの、あるものは著名な人々によるもの、あるものはその人自身の優れた人格によるものである。
§A.10_col2## ἡ εὐγλενεια.
## 高貴さ。
διαιρεῖται ἡ εὐγένεια εἰς τρία·
高貴さは三つに区分される。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν γονέων γεγονέναι, οἷον ἀπὸ βασιλέων καὶ ἀρχόντων [γεγονέναι] ἢ ἄλλην τινὰ δόξαν ἐχόντων· τὸ δὲ ἀπὸ σπουδαίων καὶ δικαίων, οἷον ἀπὸ Ξενοφῶντος καὶ Νείλου καὶ τῶν τοιούτων· τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς, οἷον ἐὰν ᾖ γενναῖος καὶ μεγαλοπρεπὴς καὶ δίκαιος καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
なぜなら、そのうちの一つは、著名で名高い親たちから生まれること、例えば王たちや支配者たち、あるいは何か他の名声を持つ者たちから生まれることであり、もう一つは、優れた義人たち、例えばクセノポンやネイロスやそれらに類する人々から生まれることであり、もう一つは、それを持つ者自身の徳によるもの、例えば、もしその人が気高く、気前が良く、正義に満ち、その他のそのような特徴を持っている場合だからである。
τῆς εὐγενείας 〈ἄρα〉 ἓν μέν ἐστι τὸ ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ σπουδαίων καὶ δικαίων, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς.
したがって、高貴さのうち、一つは著名で名高い先祖から生まれることであり、一つは優れた義人たちから生まれることであり、一つはそれを持つ者自身の徳によるものである。
§A.11_col1## τὸ κάλλος.
## 美。
τὸ κάλλος διαιρεῖται εἰς τρία·
美は三つに区分される。
ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία·
なぜなら、そのうちの一つは称賛されるものであり、例えば外見による美しさである。
ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά·
もう一つは有用なものであり、例えば道具や家、およびそれらに類するものは、使用のために美しい。
τὰ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα πρὸς ὠφέλειάν ἐστι καλά.
そして、法律や慣行、およびそれらに類するものは、有益さのために美しい。
τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον, τὸ δὲ πρὸς χρῆσιν, τὸ δὲ πρὸς ὠφέλειαν.
したがって、美のうち、あるものは称賛に関わり、あるものは使用に関わり、あるものは有益さに関わる。
§A.62_col2## τὸ κάλλος.
## 美。
διαιρεῖται τὸ κάλλος εἰς τρία·
美は三つに区分される。
ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία·
なぜなら、そのうちの一つは称賛されるものであり、例えば外見による美しさである。
ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν εἰσι καλά·
もう一つは有用なものであり、例えば道具や家、およびそれらに類するものは、使用のために美しい。
τὰ δὲ πρὸς ὠφέλειαν, οἷον νόμος καλὸς καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα πρὸς ὠφέλειάν εἰσι καλά.
そして、有益さに関わるものであり、例えば、美しい法律や慣行、およびそれらに類するものは、有益さのために美しい。
§A.12_col1## ἡ ψυχή.
## 魂。
ἡ ψυχὴ διαιρεῖται εἰς τρία·
魂は三つに区分される。
τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν.
なぜなら、そのうちのあるものは理知的部分であり、あるものは欲望的部分であり、あるものは気概的部分だからである。
τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαί τε καὶ λογίζεσθαι καὶ διανοεῖσθαι καὶ τῶν τοιούτων πάντῶν·
これらのうち、理知的な部分は、熟慮すること、考えること、思索すること、およびこれらすべての事柄の原因である。
τὸ δὲ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς ἐστιν αἴτιον τοῦ ἐπιθυμεῖν φαγεῖν καὶ τοῦ πλησιάσαι καὶ τῶν τοιούτων πάντων.
また、魂の欲望的部分は、食べることを欲すること、交わること、およびこれらすべての事柄の原因である。
τὸ δὲ θυμικὸν μέρος αἴτιόν ἐστι τοῦ θαρρεῖν καὶ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι.
また、気概的部分は、大胆になること、喜ぶこと、悲しむこと、怒ることの原因である。
τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν.
したがって、魂のうち、あるものは理知的であり、あるものは欲望的であり、あるものは気方的である。
§A.1_col2## ἡ ψυχή.
## 魂。
διαιρεῖται ἡ ψυχὴ εἰς τρία·
魂は三つに区分される。
ἔστι γὰρ αὐτῆς ἓν μὲν λογιστικόν, ἓν δὲ θυμικόν, ἓν δὲ ἐπιθυμητικόν.
なぜなら、そのうちの一つは理知的部分であり、一つは気方的部分であり、一つは欲望的部分だからである。
ἔστι δὲ τὸ μὲν λογιστικόν, ᾧ λογιζόμεθα· τὸ δὲ ἐπιθυμητικόν, ᾧ τὰς ἐπιθυμίας ἀναλαμβάνομεν· τὸ δὲ θυμικόν, ᾧ θυμούμεθα καὶ ὀργιζόμεθα καὶ θαρσοῦμεν καὶ ἀμυνόμεθα καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
そして、理知的部分とはそれによって私たちが考えるものであり、欲望的部分とはそれによって私たちが様々な欲望を抱くものであり、気方的部分とはそれによって私たちがいきり立ち、怒り、大胆になり、防衛し、その他これらに類することを行うものである。
τῆς ψυχῆς ἄρα τὸ μέν ἐστι λογιστικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν.
したがって、魂のうち、あるものは理知的であり、あるものは気方的であり、あるものは欲望的である。