§53ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον·
私に与えられたもののうち、いくつかの神託についても聞くがよい。
ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος,
"Σαβαρδαλαχου μαλαχααττηαλος ἦν.
というのも、私がアレクサンドロスは禿頭であるかどうかを尋ね、かつその書信を執拗なまでに、そして誰もが見て取れるように封印したところ、次のような夜間神託が書き添えられたからである。 「サバルダラコウ・マラカアッテアロスであった。
"
Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπʼ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου — ἐρωτηθεὶς γὰρ ἐφʼ ὅ τι ἧκεν,
θεραπείας,
ἔφη,
αἰτήσων πρὸς ὀδύνην πλευροῦ
—
"Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος·
」また私が再び、詩人ホメロスはどこの出身かという同じ質問を、二通の別々の書信にそれぞれ異なる名前を用いて尋ねたとき、一方の書信に対しては、彼は私の召使の若者に欺かれて、こう書き添えた。 ――その若者は、何のために来たのかと問われて、脇腹の痛みの治療を求めるためだ、と言ったからである―― 「私はキュトミスを塗ること、また競争馬の露を塗ることを命じる。
"
τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱ πλεῦσαι ἐπʼ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον·
」他方の書信に対しては、質問を送った者がイタリアへ船で行くべきか徒歩で行くべきかどちらがより良いかを尋ねている、ということを彼が聞き及んでいたため、ホメロスとは全く関係のない回答を与えた。
"μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ κατʼ οἶμον ὅδευε. "
「お前は決して船で行くな、徒歩の道を進め。
§54πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο·
」なぜなら、私も彼に対してこのような計略を多く企てたからである。 たとえば次のようなものもそうだ。
μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος·
私は一つの質問を問い、慣習に従ってその書信にこう書き添えた。
τοῦ δεῖνος χρησμοὶ ὀκτώ,
ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις πέμψας·
「誰それの神託、八つ。 」偽の名前を使い、八ドラクマと、さらにこれらに加えて生じる額を送った。
ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν — ἦν δὲ αὕτη· πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος; — ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας.
すると彼は、謝礼の送付と書信の表書きを信じ込んでしまい、たった一つの質問、すなわち―― アレクサンドロスのペテンはいつ暴かれるか ――に対し、私に八つの神託を送ってきたが、それらは天にも地にも届かないと言われるようなもので、どれもこれも無意味で理解しがたいものばかりであった。
ἅπερ ὕστερον αἰσθόμενος, καὶ ὅτι Ῥουτιλιανὸν ἐγὼ ἀπέτρεπον τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν, ἐμίσει, ὡς τὸ εἰκός, καὶ ἔχθιστον ἡγεῖτο.
彼は後になってこれらのことに気づき、また私がルティリアヌスに結婚や神託所の約束にすっかりのめり込むことを思いとどまらせようとしていたことを知ったため、当然のことながら私を憎み、最大の敵とみなすようになった。
καί ποτε περὶ ἐμοῦ ἐρομένῳ τῷ Ῥουτιλιανῷ ἔφη·
そして、かつてルティリアヌスが私について尋ねたとき、彼はこう言った。
"Νυκτιπλάνοις ὀάροις χαίρει κοίταις τε δυσάγνοις.
「彼は夜をうろつく談合と、不浄な交わりを喜ぶ。
"
καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ.
」そして総じて、私が彼に最も憎まれていたのは当然のことであった。
§55κἀπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ᾔσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός — ἐπηγόμην δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας, φίλου τότε ὄντος, λαβών, ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταν — αὐτίκα μεταστέλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης.
そして、私がその町に入ったことに彼が気づき、あのルキアノスが私であると知ったとき――私は当時友人であったカッパドキアの総督から、海まで護衛してもらうために、槍兵と矛兵の二人の兵士を譲り受けて連れてきていたのだが――彼は直ちに、極めて巧みに、また大変な愛想の良さで私を呼び寄せた。
ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν·
私が行ってみると、彼の周囲に多くの人々が集まっているのが見つかった。
συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ.
私は幸いにも、兵士たちを同行させていた。
καὶ ὁ μὲν προὔτεινέ μοι κύσαι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων, δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα.
そして彼が、多くの人々にいつもするように、私にキスをさせようと右手を差し出してきたので、私はキスをするかのように身を寄せ、痛烈な一噛みを喰らわせ、彼の手を危うく不自由にしてしまうところであった。
οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν, ἀλλὰ μὴ προφήτην προσεῖπον·
そこでその場にいた者たちは、私を神聖冒瀆者として首を絞めたり殴ったりしようとした。 彼らは私が彼を「預言者」と呼ばず「アレクサンドロス」その人と呼んだことに対し、それ以前からすでに憤慨していたのである。
ὁ δὲ πάνυ γεννικῶς καρτερήσας κατέπαυέν τε αὐτοὺς καὶ ὑπισχνεῖτο τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν τὴν Γλύκωνος ἀρετήν, ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται.
しかし、彼は非常に寛大に耐え忍び、彼らを制止すると、私を容易に従順にさせてみせ、極めて荒々しい者をも友人に変えるというグリコンの徳を示してみせると約束した。
καὶ μεταστησάμενος ἅπαντας ἐδικαιολογεῖτο πρός με, λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπʼ ἐμοῦ Ῥουτιλιανῷ συμβουλευόμενα, καὶ
τί παθὼν ταῦτά με εἰργάσω, δυνάμενος ὑπʼ ἐμοῦ ἐπὶ μέγα προαχθῆναι παρʼ αὐτῷ;
そして、全員を退席させると、私に対して弁明を始め、私のことも、私がルティリアヌスに与えていた助言も、すべてよく知っていると言って、こう言った。 「いったいどういうつもりで私にこのようなことをしたのだ。 お前は私によって、彼のところで大いに出世させてもらうこともできたというのに。
κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φιλοφροσύνην ταύτην ὁρῶν οἷ κινδύνου καθειστήκειν, καὶ μετʼ ὀλίγον προῆλθον φίλος γεγενημένος.
」私も、自分がどれほどの危険に陥っているかを悟って、喜んでこの好意を受け入れ、しばらくすると友人となった状態で出てきた。
καὶ τοῦτο οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν, οὕτω ῥᾳδία γενομένη μου ἡ μεταβολή.
そしてこのことは、私の心変わりがあまりにも容易であったため、見ている人々にとって少なからぬ驚きと思われた。
§56εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψας — μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφώς — ὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας.
その後、私が船出することに決めたとき、彼はもてなしの品や多くの贈り物を送ってきた。 ――私は父や家族をあらかじめアマストリスへ送り出していたため、たまたまゼノポンと二人だけで滞在していたのだが――彼は自ら船を提供し、送り届ける漕ぎ手たちも用意すると約束した。
κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτο εἶναι καὶ δεξιόν·
私は、これは純粋で親切な好意によるものだと思っていた。
ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας.
しかし、航海の半ばに達したとき、船長が涙を流し、水夫たちに何か言い争っているのを見て、私はこれからのことについて不穏な予感を抱いた。
ἦν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἀλεξάνδρου ἀραμένους ῥῖψαι ἡμᾶς εἰς τὴν θάλασσαν·
というのも、彼らはアレクサンドロスから、私たちを担ぎ上げて海に投げ捨てるように命じられていたからである。
ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ.
もしそれが実行されていたなら、彼にとって私との戦いは簡単に片付いていたことだろう。
ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι, καὶ πρὸς ἐμὲ ἔφη,
ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην, ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φόνῳ τὰς χεῖρας,
δηλῶν ἐφʼ ὅπερ ἡμᾶς ἀνειλήφει, καὶ τὰ ὑπὸ τοῦ Ἀλεξάνδρου προστεταγμένα.
しかし、あの船長が涙ながらに水夫仲間を説得して、私たちに害を加えないようにしてくれ、私に向かってこう言った。 「ご覧の通り、私は六十歳になり、非難されるところのない敬虔な人生を歩んできましたが、この年齢になり、妻も子供もある身でありながら、殺人で手を汚したくはありません。 」こうして彼は、自分たちがどのような目的で私たちを乗せたのか、またアレクサンドロスから命じられていた事柄を明らかにした。