← ルキアノス

偽預言者アレクサンドロス

§53-56

著者の策略による欺瞞の暴露と暗殺計画からの脱出

著者は二重の質問や偽の多重質問という罠を仕掛けてアレクサンドロスのインチキを暴いたこと、直接対峙した際にその手を噛みついて激怒させたこと、そして帰途の船中でアレクサンドロスによる暗殺計画を正直な船長から告げられて九死に一生を得た出来事を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§53

ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον· ἐρομένου γάρ μου1 εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος, "Σαβαρδαλαχου μαλαχααττηαλος ἦν." Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπʼ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου2 — ἐρωτηθεὶς γὰρ ἐφʼ ὅ τι ἧκεν, θεραπείας, ἔφη, αἰτήσων πρὸς ὀδύνην πλευροῦ — "Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος·" τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱ πλεῦσαι ἐπʼ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον· "μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ κατʼ οἶμον ὅδευε. "

私に与えられたもののうち、いくつかの神託についても聞くがよい。というのも、私がアレクサンドロスは禿頭であるかどうかを尋ね、かつその書信を執拗なまでに、そして誰もが見て取れるように封印したところ、次のような夜間神託が書き添えられたからである。 「サバルダラコウ・マラカアッテアロスであった。」 また私が再び、詩人ホメロスはどこの出身かという同じ質問を、二通の別々の書信にそれぞれ異なる名前を用いて尋ねたとき、一方の書信に対しては、彼は私の召使の若者に欺かれて、こう書き添えた。――その若者は、何のために来たのかと問われて、脇腹の痛みの治療を求めるためだ、と言ったからである――「私はキュトミスを塗ること、また競争馬の露を塗ることを命じる。」 他方の書信に対しては、質問を送った者がイタリアへ船で行くべきか徒歩で行くべきかどちらがより良いかを尋ねている、ということを彼が聞き及んでいたため、ホメロスとは全く関係のない回答を与えた。 「お前は決して船で行くな、徒歩の道を進め。」

§54

πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· τοῦ δεῖνος χρησμοὶ ὀκτώ,3 ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις πέμψας· ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν — ἦν δὲ αὕτη· πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος; — ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας. ἅπερ ὕστερον αἰσθόμενος,4 καὶ ὅτι Ῥουτιλιανὸν ἐγὼ ἀπέτρεπον τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν, ἐμίσει, ὡς τὸ εἰκός, καὶ ἔχθιστον ἡγεῖτο. καί ποτε περὶ ἐμοῦ ἐρομένῳ τῷ Ῥουτιλιανῷ ἔφη· "Νυκτιπλάνοις ὀάροις χαίρει κοίταις τε δυσάγνοις." καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ.

なぜなら、私も彼に対してこのような計略を多く企てたからである。たとえば次のようなものもそうだ。私は一つの質問を問い、慣習に従ってその書信にこう書き添えた。 「誰それの神託、八つ。」 偽の名前を使い、八ドラクマと、さらにこれらに加えて生じる額を送った。すると彼は、謝礼の送付と書信の表書きを信じ込んでしまい、たった一つの質問、すなわち――アレクサンドロスのペテンはいつ暴かれるか――に対し、私に八つの神託を送ってきたが、それらは天にも地にも届かないと言われるようなもので、どれもこれも無意味で理解しがたいものばかりであった。 彼は後になってこれらのことに気づき、また私がルティリアヌスに結婚や神託所の約束にすっかりのめり込むことを思いとどまらせようとしていたことを知ったため、当然のことながら私を憎み、最大の敵とみなすようになった。そして、かつてルティリアヌスが私について尋ねたとき、彼はこう言った。 「彼は夜をうろつく談合と、不浄な交わりを喜ぶ。」 そして総じて、私が彼に最も憎まれていたのは当然のことであった。

§55

κἀπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ᾔσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός — ἐπηγόμην δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας, φίλου τότε ὄντος, λαβών, ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταν — αὐτίκα μεταστέλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης. ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν· συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ. καὶ ὁ μὲν προὔτεινέ μοι κύσαι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων, δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα.5 οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν, ἀλλὰ μὴ προφήτην προσεῖπον· ὁ δὲ πάνυ γεννικῶς καρτερήσας κατέπαυέν τε αὐτοὺς καὶ ὑπισχνεῖτο τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν τὴν Γλύκωνος ἀρετήν, ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται. καὶ μεταστησάμενος ἅπαντας ἐδικαιολογεῖτο πρός με, λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπʼ ἐμοῦ Ῥουτιλιανῷ συμβουλευόμενα, καὶ τί παθὼν ταῦτά με εἰργάσω, δυνάμενος ὑπʼ ἐμοῦ ἐπὶ μέγα προαχθῆναι παρʼ αὐτῷ; κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φιλοφροσύνην ταύτην ὁρῶν οἷ κινδύνου καθειστήκειν, καὶ μετʼ ὀλίγον προῆλθον φίλος γεγενημένος. καὶ τοῦτο οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν, οὕτω ῥᾳδία γενομένη μου ἡ μεταβολή.

そして、私がその町に入ったことに彼が気づき、あのルキアノスが私であると知ったとき――私は当時友人であったカッパドキアの総督から、海まで護衛してもらうために、槍兵と矛兵の二人の兵士を譲り受けて連れてきていたのだが――彼は直ちに、極めて巧みに、また大変な愛想の良さで私を呼び寄せた。私が行ってみると、彼の周囲に多くの人々が集まっているのが見つかった。私は幸いにも、兵士たちを同行させていた。そして彼が、多くの人々にいつもするように、私にキスをさせようと右手を差し出してきたので、私はキスをするかのように身を寄せ、痛烈な一噛みを喰らわせ、彼の手を危うく不自由にしてしまうところであった。 そこでその場にいた者たちは、私を神聖冒瀆者として首を絞めたり殴ったりしようとした。彼らは私が彼を「預言者」と呼ばず「アレクサンドロス」その人と呼んだことに対し、それ以前からすでに憤慨していたのである。しかし、彼は非常に寛大に耐え忍び、彼らを制止すると、私を容易に従順にさせてみせ、極めて荒々しい者をも友人に変えるというグリコンの徳を示してみせると約束した。そして、全員を退席させると、私に対して弁明を始め、私のことも、私がルティリアヌスに与えていた助言も、すべてよく知っていると言って、こう言った。 「いったいどういうつもりで私にこのようなことをしたのだ。お前は私によって、彼のところで大いに出世させてもらうこともできたというのに。」 私も、自分がどれほどの危険に陥っているかを悟って、喜んでこの好意を受け入れ、しばらくすると友人となった状態で出てきた。そしてこのことは、私の心変わりがあまりにも容易であったため、見ている人々にとって少なからぬ驚きと思われた。

§56

εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψας — μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφώς — ὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας.6 κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτο εἶναι καὶ δεξιόν· ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας. ἦν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἀλεξάνδρου ἀραμένους ῥῖψαι ἡμᾶς εἰς τὴν θάλασσαν· ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ. ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι, καὶ πρὸς ἐμὲ ἔφη, ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην, ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φόνῳ τὰς χεῖρας, δηλῶν ἐφʼ ὅπερ ἡμᾶς ἀνειλήφει, καὶ τὰ ὑπὸ τοῦ Ἀλεξάνδρου προστεταγμένα.

その後、私が船出することに決めたとき、彼はもてなしの品や多くの贈り物を送ってきた。――私は父や家族をあらかじめアマストリスへ送り出していたため、たまたまゼノポンと二人だけで滞在していたのだが――彼は自ら船を提供し、送り届ける漕ぎ手たちも用意すると約束した。私は、これは純粋で親切な好意によるものだと思っていた。しかし、航海の半ばに達したとき、船長が涙を流し、水夫たちに何か言い争っているのを見て、私はこれからのことについて不穏な予感を抱いた。というのも、彼らはアレクサンドロスから、私たちを担ぎ上げて海に投げ捨てるように命じられていたからである。もしそれが実行されていたなら、彼にとって私との戦いは簡単に片付いていたことだろう。しかし、あの船長が涙ながらに水夫仲間を説得して、私たちに害を加えないようにしてくれ、私に向かってこう言った。 「ご覧の通り、私は六十歳になり、非難されるところのない敬虔な人生を歩んできましたが、この年齢になり、妻も子供もある身でありながら、殺人で手を汚したくはありません。」 こうして彼は、自分たちがどのような目的で私たちを乗せたのか、またアレクサンドロスから命じられていた事柄を明らかにした。

構文注6 件
  1. 53ἐρομένου γάρ μου

    属格絶対(genitive absolute)構文。後続する κατασημηναμένου も同様に μου を論理的主語とする属格絶対であり、主節の受動動詞 ὑπογράφεται の時間的・状況的背景を表す。

  2. 53ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου

    受動態分詞 ἐξαπατηθείς(男性単数主格)は、主節の動詞 ὑπέγραψεν の省略された主語(アレクサンドロス)を修飾する。直後からダッシュで挟まれた挿入節が始まり、騙された経緯(若者の脇腹の痛みの治療)を補足している。

  3. 54τοῦ δεῖνος χρησμοὶ ὀκτώ

    ルキアノスが書信に記した表書き(銘)。τοῦ δεῖνος(誰それの)は所有属格、χρησμοὶ は主格複数。あたかも8つの神託を求めているように見せかけるための罠として書かれた。

  4. 54ἅπερ ὕστερον αἰσθόμενος

    関係代名詞 ἅπερ(中性複数対格)は、前の工作(1つの問いに対して偽って8つの神託を求め、アレクサンドロスが無関係な回答を8つ送ってきた事実)全体を先行詞として受ける。分詞 αἰσθόμενος(気づいた)の直接目的語であり、この分詞は主節の主語(アレクサンドロス)に一致する。

  5. 55δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα

    慣用句 μικροῦ δεῖν(もう少しで、ほとんど)は、ここでは「彼の手を不自由にした」という主動詞句(χωλὴν ἐποίησα τὴν χεῖρα)の程度を修飾する副詞的に機能している。与格の αὐτῷ は指示対象(アレクサンドロス)の身体部位(手)の所有を強調する利害関係の与格(sympathetic dative)。

  6. 56ἐρέτας τοὺς ἀπάξοντας

    未来能動分詞 ἀπάξοντας(男性複数対格)は名詞 ἐρέτας にかかり、目的(「〜するための漕ぎ手たち」)を表す形容詞的用法。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:53-56