§53ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον·
也听听给我的几个神谕吧。
ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος,
"Σαβαρδαλαχου μαλαχααττηαλος ἦν.
因为当我询问亚历山大是否是秃头,并极其严密、显而易见地封上印记时,下面便被写上了这样一条夜间神谕: “他是萨巴尔达拉忽·马拉哈阿特阿洛斯。
"
Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπʼ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου — ἐρωτηθεὶς γὰρ ἐφʼ ὅ τι ἧκεν,
θεραπείας,
ἔφη,
αἰτήσων πρὸς ὀδύνην πλευροῦ
—
"Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος·
” 又一次,我在两封不同的书信中用不同的名字问了同一个问题,即诗人荷马来自哪里,对其中的一封,他被我的年轻仆人所欺骗,在下面写道——因为那仆人被问及为何而来时,说道他是来为肋部疼痛寻求疗法的—— “我命令你涂抹屈特米斯,以及赛马的露水。
"
τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱ πλεῦσαι ἐπʼ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον· "μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ κατʼ οἶμον ὅδευε.
” 而对另一封,由于他也听说寄信人是在询问他是坐船去意大利好还是步行去好,他便给出了一个与荷马毫无关系的回答: “你千万不要航海,当走陆路前行。
" §54πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· τοῦ δεῖνος χρησμοὶ ὀκτώ,
ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις πέμψας·
” 因为我自己也对他设了许多这样的局,例如这一个:我只问了一个问题,却按照惯例在书信上写道: “某某人的神谕,八条,” 编造了一个假名字,并发去了八个德拉克马以及除此之外应付的费用。
ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν — ἦν δὲ αὕτη· πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος;
而他信以为真地收下了谢礼,看着书信上的字样,针对这仅有的一个问题——那就是:亚历山大的骗局何时会被拆穿?
— ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας.
——给我寄回了八条神谕,正如俗话所说,它们既不着地也不着天,而且全都是愚蠢且令人费解的。
ἅπερ ὕστερον αἰσθόμενος, καὶ ὅτι Ῥουτιλιανὸν ἐγὼ ἀπέτρεπον τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν, ἐμίσει, ὡς τὸ εἰκός, καὶ ἔχθιστον ἡγεῖτο.
他后来察觉到了这些事,又得知我曾劝阻鲁提利亚努斯不要完婚、不要完全寄希望于神谕,自然极其憎恨我,并将我视为最凶恶的敌人。
καί ποτε περὶ ἐμοῦ ἐρομένῳ τῷ Ῥουτιλιανῷ ἔφη· "Νυκτιπλάνοις ὀάροις χαίρει κοίταις τε δυσάγνοις.
曾有一次,当鲁提利亚努斯询问起我时,他说道: “他乐于夜行的密谈与不洁的同榻。
"
καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ.
” 总之,我理所当然地成了他最痛恨的人。
§55κἀπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ᾔσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός — ἐπηγόμην δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας, φίλου τότε ὄντος, λαβών, ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταν — αὐτίκα μεταστέλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης.
当他察觉到我进入了城里,并得知我就是那个卢奇安——而我当时带着从卡帕多西亚总督那里要来的两个士兵,一个持枪兵和一个持矛兵,以便让他们护送我直到海边——他立刻极其巧妙、十分热诚地派人来请我。
ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν· συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ.
我去的时候,发现他身边围着很多人;幸好,我也把那两个士兵带在身边。
καὶ ὁ μὲν προὔτεινέ μοι κύσαι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων, δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα.
他像平时对待大多数人那样,向我伸出右手让我亲吻,而我凑过去假装要亲吻,却狠狠地咬了一口,差点把他的手咬废了。
οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν, ἀλλὰ μὴ προφήτην προσεῖπον·
于是,在场的人试图掐住我并殴打我,视我为亵渎神圣之徒,而且在这之前他们就因为我只称呼他为“亚历山大”而不是“先知”而感到愤慨。
ὁ δὲ πάνυ γεννικῶς καρτερήσας κατέπαυέν τε αὐτοὺς καὶ ὑπισχνεῖτο τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν τὴν Γλύκωνος ἀρετήν, ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται.
但他极其大度地忍耐了下来,喝退了他们,并承诺说他能轻松地驯服我,展示出格吕孔的神力——那力量甚至能让极度粗野的人也变成朋友。
καὶ μεταστησάμενος ἅπαντας ἐδικαιολογεῖτο πρός με, λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπʼ ἐμοῦ Ῥουτιλιανῷ συμβουλευόμενα, καὶ
τί παθὼν ταῦτά με εἰργάσω, δυνάμενος ὑπʼ ἐμοῦ ἐπὶ μέγα προαχθῆναι παρʼ αὐτῷ;
在打发走所有人之后,他向我自辩,说他非常了解我,也知道我给鲁提利亚努斯提的那些建议,并说: “你究竟是着了什么魔,要对我干出这种事? 你本可以借着我,在他那里飞黄腾达的。
κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φιλοφροσύνην ταύτην ὁρῶν οἷ κινδύνου καθειστήκειν, καὶ μετʼ ὀλίγον προῆλθον φίλος γεγενημένος.
” 我眼见自己陷入了怎样的危险之中,此时也便欣然接受了这份好意,过了一会儿,我便以朋友的身份走了出来。
καὶ τοῦτο οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν, οὕτω ῥᾳδία γενομένη μου ἡ μεταβολή.
旁观者看到我转变如此之快,都觉得这是一件不小的奇迹。
§56εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψας — μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφώς — ὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας.
随后,当我决定坐船离开时,他送来了许多款待的礼品和馈赠——而当时我恰巧只和色诺芬在一起,因为我早已把我的父亲和家人先送往阿玛斯特里斯了——他承诺说他会亲自提供一艘船和送我们回去的桨手。
κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτο εἶναι καὶ δεξιόν· ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας.
我本以为这只是一种单纯的好意和善举;但当我们到了航程过半时,看到船长在流泪,并和水夫们争论着什么,我对未来的命运便产生了不祥的预感。
ἦν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἀλεξάνδρου ἀραμένους ῥῖψαι ἡμᾶς εἰς τὴν θάλασσαν· ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ.
因为他们接到了亚历山大的密令,要他们把我们抬起来扔进海里;如果这事成了,他对我的斗争也就轻易了结了。
ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι, καὶ πρὸς ἐμὲ ἔφη,
ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην, ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φόνῳ τὰς χεῖρας,
δηλῶν ἐφʼ ὅπερ ἡμᾶς ἀνειλήφει, καὶ τὰ ὑπὸ τοῦ Ἀλεξάνδρου προστεταγμένα.
但那船长流着泪,说服了他的水夫伙伴们不要对我们下毒手,并对我说: “如你所见,我活了六十岁,过着无可指摘、虔诚的一生,我不愿在这样的年纪,在有妻有子的时刻,用谋杀来玷污我的双手。 ” 由此他挑明了他们载我们的目的,以及亚历山大所下达的命令。