Humanitext Reader

ルキアノス · 偽預言者アレクサンドロス §48-51

ライオン投棄の託宣の失敗と夜間神託の欺瞞

12 / 14 箇所 · ギリシア語

要旨

アレクサンドロスはローマ軍に不吉な結果をもたらすライオンの神託を下したのち、その言い訳をし、さらに「夜間神託」の導入や、存在しない人物に対する架空の神託、他言語の質問への対処によって人々を騙し続けた。

§48ἐν δὲ τοῖς ἄλλοις ἕν τι καὶ μέγιστον τόλμημα τοῦ μιαροῦ ἀνδρὸς ἄκουσον.
そして他の悪事の中でも、あの卑劣な男の、ある一つの極めて大胆な不逞の企てを聴くがよい。
ἔχων γὰρ οὐ μικρὰν ἐπίβασιν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ῥουτιλιανὸν εὐδοκιμοῦντα, διαπέμπεται χρησμὸν τοῦ ἐν Γερμανίᾳ πολέμου ἀκμάζοντος, ὅτε θεὸς Μάρκος ἤδη τοῖς Μαρκομάνοις καὶ Κουάδοις συνεπλέκετο.
というのも、ルティリアヌスが宮廷で高い声望を得ていることを、皇宮や宮廷への少なからぬ参入手段として持っていた彼は、ドイツでの戦争が絶頂に達していた時、神聖なるマルクスがすでにマルコマンニ族やクアディ族と交戦していた時に、神託を送り届けたからである。
ἠξίου δὲ ὁ χρησμὸς δύο λέοντας ἐμβληθῆναι ζῶντας εἰς τὸν Ἴστρον μετὰ πολλῶν ἀρωμάτων καὶ θυσιῶν μεγαλοπρεπῶν.
その神託は、二頭の生きているライオンを、多くの香料と豪華な犠牲とともに、イストロス川に投げ入れることを要求していた。
ἄμεινον δὲ αὐτὸν εἰπεῖν τὸν χρησμόν·
神託そのものを述べる方がよい。
" Ἐς δίνας Ἴστροιο διιπετέος ποταμοῖο ἐσβαλέειν κέλομαι δοιοὺς Κυβέλης θεράποντας, θῆρας ὀριτρεφέας, καὶ ὅσα τρέφει Ἰνδικὸς ἀὴρ ἄνθεα καὶ βοτάνας εὐώδεας·
「天空から降るイストロス川の渦の中に、キュベレの二柱の従者たる、山育ちの獣たちを投げ入れることを私は命じる。 また、インドの空気が育む限りの花々と芳しい草をも。
αὐτίκα δʼ ἔσται νίκη καὶ μέγα κῦδος ἅμʼ εἰρήνῃ ἐρατεινῇ.
そうすれば、直ちに勝利と大いなる栄光が、愛すべき平和とともに訪れるであろう。
" γενομένων δὲ τούτων ὡς προσέταξεν, τοὺς μὲν λέοντας ἐκνηξαμένους εἰς τὴν πολεμίαν οἱ βάρβαροι ξύλοις κατειργάσαντο ὥς τινας κύνας ἢ λύκους ξενικούς·
」これらが彼の命令通りに行われると、ライオンたちは対岸へ泳ぎ着いたが、蛮族たちはそれらを風変わりな犬か狼かのように棒切れで殴り殺してしまった。
αὐτίκα δὲ τὸ μέγιστον τραῦμα τοῖς ἡμετέροις ἐγένετο, δισμυρίων που σχεδὸν ἀθρόων ἀπολομένων.
そして直ちに我が軍にとって最大の打撃が生じ、ほぼ二万人が一挙に失われた。
εἶτα ἐπηκολούθησε τὰ περὶ Ἀκυληΐαν γενόμενα καὶ ἡ παρὰ μικρὸν τῆς πόλεως ἐκείνης ἅλωσις.
その後、アクイレイアをめぐる出来事と、その都市がもう少しで陥落するという事態が続いた。
ὁ δὲ πρὸς τὸ ἀποβεβηκὸς τὴν Δελφικὴν ἐκείνην ἀπολογίαν καὶ τὸν τοῦ Κροίσου χρησμὸν ψυχρῶς παρῆγεν·
しかし彼は、その結果に対して、あのデルポイ風の言い訳とクロイソスの神託を白々しく引き合いに出した。
νίκην μὲν γὰρ προειπεῖν τὸν θεόν, μὴ μέντοι δηλῶσαι Ῥωμαίων ἢ τῶν πολεμίων.
すなわち、神は勝利を予言したが、それがローマ人のものか敵のものかは明示しなかった、と。
§49ἤδη δὲ πολλῶν ἐπὶ πολλοῖς ἐπεισρεόντων καὶ τῆς πόλεως αὐτῶν θλιβομένης ὑπὸ τοῦ πλήθους τῶν ἐπὶ τὸ χρηστήριον ἀφικνουμένων καὶ τὰ ἐπιτήδεια διαρκῆ μὴ ἐχούσης, ἐπινοεῖ τοὺς νυκτερινοὺς καλουμένους χρησμούς.
すでに人々が次から次へと押し寄せ、彼らの都市が神託所にやって来る群衆によって圧迫され、生活必需品を十分に確保できなくなっていたので、彼は『夜間神託』と呼ばれるものを考案する。
λαμβάνων γὰρ τὰ βιβλία ἐπεκοιμᾶτο, ὡς ἔφασκεν, αὐτοῖς καὶ ὡς ὄναρ παρὰ τοῦ θεοῦ ἀκούων ἀπεκρίνετο, οὐ μέντοι σαφεῖς τοὺς πολλούς, ἀλλʼ ἀμφιβόλους καὶ τεταραγμένους καὶ μάλιστα εἴ ποτε θεάσαιτο περιεργότερον τὸ βιβλίον κατεσφραγισμένον.
というのも、彼は質問の書かれた書信を受け取ると、彼が言うには、その上で眠り、夢の中で神から聞いたかのようにして回答を与えたからである。 しかし、その多くは明瞭ではなく、曖昧で混乱したものであった。 特に、書信が極めて厳重に封印されているのを彼が見た場合にはそうであった。
οὐ γὰρ παρακινδυνεύων, τὸ ἐπελθὸν ἄλλως ὑπέγραφε, χρησμοῖς πρέπον καὶ τὸ τοιοῦτον οἰόμενος.
なぜなら、彼は危険を冒すことなく、思い浮かんだことを適当に書き留め、そのようなことも神託にふさわしいと考えていたからである。
καὶ ἦσάν τινες ἐξηγηταὶ ἐπὶ τοῦτο καθήμενοι καὶ μισθοὺς οὐκ ὀλίγους ἐκλέγοντες παρὰ τῶν τοὺς τοιούτους χρησμοὺς λαμβανόντων ἐπὶ τῇ ἐξηγήσει καὶ διαλύσει αὐτῶν.
そして、この仕事のために控えている解釈者たちがいて、そのような神託を受け取る人々から、その説明と解明のために少なくない報酬を取り立てていた。
καὶ τοῦτο αὐτῶν τὸ ἔργον ὑπόμισθον ἦν·
そして彼らのこの仕事はマージン制(下請け)であった。
ἐτέλουν γὰρ οἱ ἐξηγηταὶ τῷ Ἀλεξάνδρῳ τάλαντον Ἀττικὸν ἑκάτερος.
解釈者たちはそれぞれアレクサンドロスにアッティカ・タラントンを1タラントンずつ支払っていたからである。
§50ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος, ἀλλʼ οὐδὲ ὅλως ὄντος ἐχρησμῴδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων, οἷον καὶ τοῦτο·
また時には、誰も尋ねておらず、何も送られてきておらず、そもそも質問者が全く存在すらしないのに、愚か者たちを驚かせるために神託を下すこともあった。 たとえばこのようなものである。
" Δίζεαι ὅστις σὴν ἄλοχον μάλα πάγχυ λεληθὼς Καλλιγένειαν ὑπὲρ λεχέων σαλαγεῖ κατὰ δῶμα;
「お前は、誰がお前の妻カッリゲネイアと、お前の寝台の上で、家の中で、お前に全く気づかれずに密通しているかを尋ねるのか。
δοῦλος Πρωτογένης, τῷ δὴ σύ γε πάντα πέποιθας.
それはお前が全幅の信頼を置いている奴隷のプロトゲネスだ。
ὤπυιες γὰρ ἐκεῖνον, ὁ δʼ αὖθις σὴν παράκοιτιν, ἀντίδοσιν ταύτην ὕβρεως ἄκρην ἀποτίνων.
というのも、お前があいつと交わり、あいつはお前の妻と交わったのだ。 不義に対する極限の返礼として。
ἀλλʼ ἐπὶ σοὶ δὴ φάρμακʼ ἀπʼ αὐτῶν λυγρὰ τέτυκται, ὡς μήτʼ εἰσαΐοις μήτʼ εἰσοράοις ἃ ποιοῦσιν.
しかし、お前に対して彼らから恐ろしい毒薬が用意されている。 お前が彼らのしていることを聞きもせず、見もしないように。
εὑρήσεις δὲ κάτω ὑπὸ σῷ λέχει ἀγχόθι τοίχου πρὸς κεφαλῆς.
お前の寝台の下、壁の近く、頭の方で見つかるだろう。
καὶ σὴ θεράπαινα σύνοιδε Καλυψώ.
そして、お前の侍女カリュプソもこれを知っている。
" τίς οὐκ ἂν Δημόκριτος διεταράχθη ἀκούσας ὀνόματα καὶ τόπους ἀκριβῶς, εἶτα μετʼ ὀλίγον κατέπτυσεν ἄν, συνεὶς τὴν ἐπίνοιαν αὐτῶν;
」誰が、デモクリトスほどの者であっても、名前や場所を正確に聞いて動揺しなかっただろうか。 しかしそのすぐ後に、彼らの魂胆を理解して唾を吐きかけたことだろう。
§52Ἄλλῳ πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον, λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Βουβάλου, οἳ καὶ ἤδη δέδενται ληφθέντες.
また別の、そこにおらず、そもそも全く存在もしない者に対して、彼は散文で、引き返すように言った。 「お前を送り出した主人は、今日、隣人のディオクレスによって殺された。 強盗のマグヌスとブバロスがけしかけられたのだ。 彼らはすでに捕らえられて縛られている。
§51ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, Συριστὶ ἢ Κελτιστί, ῥᾳδίως ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν.
」しかしまた、彼は異民族に対しても、もし誰かが母国語で、シリア語やケルト語で尋ねたなら、しばしば神託を授けた。 質問者と同郷でその地に滞在している者を容易に見つけ出したからである。
διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας, ὡς ἐν τοσούτῳ κατὰ σχολὴν λύοιντό τε οἱ χρησμοὶ ἀσφαλῶς καὶ εὑρίσκοιντο οἱ ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα.
このため、書信の提出から神託の授与までの間の時間も長く、その間に余裕を持って質問が確実に解読され、それぞれを翻訳できる人間が見つけられるようになっていた。
οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρησμὸς ἦν·
スキタイ人に与えられた神託がそうであった。
"μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος. "
「モルペーン・エウバルグーリス・エイス・スキアン・クネキクラゲー・レイプセイ・パオス」

語釈・文法注

  1. §48ἔχων γὰρ οὐ μικρὰν ἐπίβασιν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ῥουτιλιανὸν εὐδοκιμοῦντα — 分詞 `εὐδοκιμοῦντα` を伴う `τὸν Ῥουτιλιανὸν` は、動詞 `ἔχων` の直接目的語(二重対格あるいは「ルティリアヌスが重んじられていること」という事実)である。`ἐπίβασιν ἐπὶ ...` は「〜への参入手段、足がかり」を意味し、全体として「ルティリアヌスが宮廷で得ている高い信望を、宮廷への参入の足がかりとして持つことによって」という因果あるいは手段を表す分詞構文となる。
  2. §48δισμυρίων που σχεδὸν ἀθρόων ἀπολομένων — 名詞 `δισμυρίων` を主語、`ἀπολομένων`(`ἀπόλλυμι` の第2アオリスト中道分詞)を述語とする属格独立構文(Genitive Absolute)。`που σχεδὸν ἀθρόων`(ほぼ一挙に)が分詞句全体を修飾している。
  3. §49εἴ ποτε θεάσαιτο — 接続助詞 `εἰ` に導かれる希求法(optative)過去反復(過去における条件の一般化)を表す構文。「彼が〜を見たときはいつでも」という過去に繰り返された状況を指す。
  4. §50ὤπυιες γὰρ ἐκεῖνον, ὁ δʼ αὖθις σὴν παράκοιτιν — 前半の `ὤπυιες` は `ὀπύω`(交わる、娶る)の2人称単数未完了過去。後半の `ὁ δʼ αὖθις σὴν παράκοιτιν`(彼はまたお前の妻を)では、同じ動詞の3人称単数形 `ὤπυιεν`(あるいは同義の動詞)が文脈上省略されている。
  5. §51μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος — ギリシア語の語彙(`μορφὴν`「姿を」、`εἰς σκιὰν`「影へと」、`λείψει φάος`「光は去るだろう」)に、実在しない架空の非ギリシア語風の単語(`εὐβάργουλις`、`χνεχικραγη`)を混入させた、いわゆるジブリッシュ(意味をなさない偽りの預言言語)であり、異民族の質問者を煙に巻くためのルキアノスによる詐術の模写である。

この箇所を引用する

ルキアノス, 偽預言者アレクサンドロス §48-51. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:48-51

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。