§30Τυχιάδης
πῶς λέγεις,
ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, δριμὺ ἀπιδὼν εἰς ἐμέ,
οὐδέν σοι τούτων γίγνεσθαι δοκεῖ, καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων;
ツキアデス「何とおっしゃるのですか、」とアリグノトスは私を鋭く睨みつけながら言った。 「これほどのことが何一つ起こっていないと君には思えるのか。 しかも、いわば誰もがそれを見ているというのに。
ἀπολόγησαι,
ἦν δʼ ἐγώ,
ὑπὲρ ἐμοῦ, εἰ μὴ πιστεύω, διότι μηδὲ ὁρῶ μόνος τῶν ἄλλων·
」「私のために弁明してください、」と私は言った。 「私が信じていないとすれば、それは他のみんなの中で私だけが見ていないからなのです。
εἰ δὲ ἑώρων, καὶ ἐπίστευον ἂν δηλαδὴ ὥσπερ ὑμεῖς.
もし見ていたなら、当然あなた方のように私も信じていたでしょうに。
ἀλλά,
ἦ δʼ ὅς,
ἤν ποτε εἰς Κόρινθον ἔλθῃς, ἐροῦ ἔνθα ἐστὶν ἡ Εὐβατίδου οἰκία, καὶ ἐπειδάν σοι δειχθῇ παρὰ τὸ Κράνειον, παρελθὼν εἰς αὐτὴν λέγε πρὸς τὸν θυρωρὸν Τίβειον ὡς ἐθέλοις ἰδεῖν ὅθεν τὸν δαίμονα ὁ Πυθαγορικὸς Ἀρίγνωτος ἀνορύξας ἀπήλασε καὶ πρὸς τὸ λοιπὸν οἰκεῖσθαι τὴν οἰκίαν ἐποίησεν.
」「だがね、」と彼は言った。 「もし君がいつかコリントスに行くことがあれば、エウバティデスの家がどこにあるか尋ねてみるがよい。 そして、クレイネオンのそばにあるとその場所を教えてもらったら、そこへ入っていって、門番のティビオスに、ピタゴラス派のアリグノトスがどこから悪霊を掘り起こして追い払い、それ以降その家を住めるようにしたのか、その場所を見たいのだと言うがよい。
§31Τυχιάδης
τί δὲ τοῦτο ἦν, ὦ Ἀρίγνωτε;
」ツキアデス「アリグノトスよ、それはどういうことだったのですか?
ἤρετο ὁ Εὐκράτης.
」とエウクラテスが尋ねた。
ἀοίκητος ἦν,
ἦ δʼ ὅς,
ἐκ πολλοῦ ὑπὸ δειμάτων, εἰ δέ τις οἰκήσειεν εὐθὺς ἐκπλαγεὶς ἔφευγεν, ἐκδιωχθεὶς ὑπό τινος φοβεροῦ καὶ ταραχώδους φάσματος.
「その家は、」と彼は言った。 「恐ろしいもののために久しく無人であったのだ。 もし誰かが住もうものなら、たちまち驚愕して逃げ出した。 恐ろしくて不穏な幽霊に追い出されてね。
συνέπιπτεν οὖν ἤδη καὶ ἡ στέγη κατέρρει, καὶ ὅλως οὐδεὶς ἦν ὁ θαρρήσων παρελθεῖν εἰς αὐτήν.
そのため、すでに家は崩れかけて屋根も落ち、そこへ立ち入る勇気のある者は全く誰もいなかったのだ。
ἐγὼ δὲ ἐπεὶ ταῦτα ἤκουσα, τὰς βίβλους λαβὼν — εἰσὶ δέ μοι Αἰγύπτιαι μάλα πολλαὶ περὶ τῶν τοιούτων — ἧκον εἰς τὴν οἰκίαν περὶ πρῶτον ὕπνον ἀποτρέποντος τοῦ ξένου καὶ μόνον οὐκ ἐπιλαμβανομένου, ἐπεὶ ἔμαθεν οἷ βαδίζοιμι, εἰς προὖπτον κακόν, ὡς ᾤετο.
私はこれを聞くと、書物――そのようなことに関するエジプトの書物を私は非常に多く持っているのだが――を携えて、宵の口にその家へ行った。 主人が引き止め、私がどこへ行くかを知ると、彼の思うところでは、見え透いた災厄の中へ行くのだからと、ほとんど私を捕まえんばかりにして引き止めるのを振り切ってね。
ἐγὼ δὲ λύχνον λαβὼν μόνος εἰσέρχομαι, καὶ ἐν τῷ μεγίστῳ οἰκήματι καταθεὶς τὸ φῶς ἀνεγίγνωσκον ἡσυχῇ χαμαὶ καθεζόμενος·
私はランプを手にして一人で中に入り、一番広い部屋に明かりを置いて、床に座って静かに読書していた。
ἐφίσταται δὲ ὁ δαίμων ἐπί τινα τῶν πολλῶν ἥκειν νομίζων καὶ δεδίξεσθαι κἀμὲ ἐλπίζων ὥσπερ τοὺς ἄλλους, αὐχμηρὸς καὶ κομήτης καὶ μελάντερος τοῦ ζόφου.
すると、その悪霊が現れたのだ。 普通の人間の一人のところへやって来たと思い、他の者たちと同じように私をも脅せるだろうと期待してな。 薄汚れて髪はボサボサで、暗闇よりも黒い姿をしていた。
καὶ ὁ μὲν ἐπιστὰς ἐπειρᾶτό μου, πανταχόθεν προσβάλλων εἴ ποθεν κρατήσειεν, καὶ ἄρτι μὲν κύων ἄρτι δὲ ταῦρος γιγνόμενος ἢ λέων.
そして、立ちふさがった彼は、私を試そうとし、どこからか打ち負かせないかと四方から襲いかかってきた。 ある時は犬、またある時は牡牛、あるいはライオンに姿を変えながらな。
ἐγὼ δὲ προχειρισάμενος τὴν φρικωδεστάτην ἐπίρρησιν αἰγυπτιάζων τῇ φωνῇ συνήλασα κατᾴδων αὐτὸν εἴς τινα γωνίαν σκοτεινοῦ οἰκήματος·
しかし、私は最も恐るべき呪文を用意し、エジプトの言葉で語りながら、呪文を唱えて彼を暗い部屋の隅へと追い詰めた。
ἰδὼν δὲ αὐτὸν οἷ κατέδυ, τὸ λοιπὸν ἀνεπαυόμην.
そして彼がどこへ潜り込んだかを見届けると、残りの時間は眠りについたのだ。
ἕωθεν δὲ πάντων ἀπεγνωκότων καὶ νεκρὸν εὑρήσειν με οἰομένων καθάπερ τοὺς ἄλλους, προελθὼν ἀπροσδόκητος ἅπασι πρόσειμι τῷ Εὐβατίδῃ, εὖ ἀγγέλλων ὅτι καθαρὰν αὐτῷ καὶ ἀδείμαντον ἤδη ἐξῆν τὴν οἰκίαν οἰκεῖν.
夜が明けると、誰もが私の生存を諦め、他の者たちと同じように私が死体で見つかるだろうと思っている中、私は皆の予想を裏切って現れ、エウバティデスのところへ行って、彼にもうその家を清らかで恐れることなく住むことができるという朗報を伝えた。
παραλαβὼν οὖν αὐτόν τε καὶ τῶν ἄλλων πολλοὺς — εἵποντο γὰρ τοῦ παραδόξου ἕνεκα — ἐκέλευον ἀγαγὼν ἐπὶ τὸν τόπον οὗ καταδεδυκότα τὸν δαίμονα ἑωράκειν, σκάπτειν λαβόντας δικέλλας καὶ σκαφεῖα, καὶ ἐπειδὴ ἐποίησαν, εὑρέθη ὅσον ἐπʼ ὀργυιὰν κατορωρυγμένος τις νεκρὸς ἕωλος μόνα τὰ ὀστᾶ κατὰ σχῆμα συγκείμενος.
そこで、彼と他の多くの人々――この奇妙な出来事見たさに彼らはついて来たのだが――を伴い、悪霊が潜り込むのを見た場所へ彼らを案内し、つるはしやシャベルを手にして掘るように命じた。 彼らがそうすると、一オルギュイアほどの深さに、すっかり朽ち果てて、骨だけが元の骨格の通りに重なり合っている死体が発見されたのだ。
ἐκεῖνον μὲν οὖν ἐθάψαμεν ἀνορύξαντες, ἡ οἰκία δὲ τὸ ἀπʼ ἐκείνου ἐπαύσατο ἐνοχλουμένη ὑπὸ τῶν φασμάτων.
私たちはその死体を掘り出してきちんと埋葬し、その家はそれ以降、幽霊に悩まされることがなくなったのだ。
§32Τυχιάδης
ὡς δὲ ταῦτα εἶπεν ὁ Ἀρίγνωτος, ἀνὴρ δαιμόνιος τὴν σοφίαν καὶ ἅπασιν αἰδέσιμος, οὐδεὶς ἦν ἔτι τῶν παρόντων ὃς οὐχὶ κατεγίγνωσκέ μου πολλὴν τὴν ἄνοιαν τοῖς τοιούτοις ἀπιστοῦντος, καὶ ταῦτα Ἀριγνώτου λέγοντος.
」ツキアデスアリグノトス、その知恵において神がかっており、万人に敬われているこの男がこのように語ると、その場にいた人々で、これほどのことを信じない、しかもアリグノトスが語っているというのに信じない私の多大な愚かさを非難しない者は、もはや一人もいなかった。
ἐγὼ δὲ ὅμως οὐδὲν τρέσας οὔτε τὴν κόμην οὔτε τὴν δόξαν τὴν περὶ αὐτοῦ,
τί τοῦτʼ,
ἔφην,
ὦ Ἀρίγνωτε;
しかし、私は彼の長い髪も、彼にまつわる名声も、いささかも恐れることなく言った。 「これはどういうことですか、アリグノトスよ。
καὶ σὺ τοιοῦτος ἦσθα, ἡ μόνη ἐλπὶς τῆς ἀληθείας — καπνοῦ μεστὸς καὶ ἰνδαλμάτων;
真実の唯一の希望であったあなたまでもが、このようなお方だったとは。 煙と幻影に満ちている。
τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφηνε.
まさに諺にある通り、『私たちの見つけた宝は炭くずだった』というわけだ。
σὺ δέ,
ἦ δʼ ὃς ὁ Ἀρίγνωτος,
εἰ μήτε ἐμοὶ πιστεύεις μήτε Δεινομάχῳ ἢ Κλεοδήμῳ τουτωῒ μήτε αὐτῷ Εὐκράτει, φέρε εἰπὲ τίνα περὶ τῶν τοιούτων ἀξιοπιστότερον ἡγῇ τἀναντία ἡμῖν λέγοντα;
」「では君は、」とアリグノトスは言った。 「私をも、デイノマコスをも、ここにいるクレオデモスをも、エウクラテス自身をも信じないというなら、さあ、このような事柄について、我々と反対のことを語る者で、誰をより信頼に足ると考えているのか言ってみたまえ。
νὴ Δίʼ,
ἦν δʼ ἐγώ,
μάλα θαυμαστὸν ἄνδρα τὸν Ἀβδηρόθεν ἐκεῖνον Δημόκριτον, ὃς οὕτως ἄρα ἐπέπειστο μηδὲν οἷόν τε εἶναι συστῆναι τοιοῦτον ὥστε, ἐπειδὴ καθείρξας ἑαυτὸν εἰς μνῆμα ἔξω πυλῶν ἐνταῦθα διετέλει γράφων καὶ συντάττων καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, καί τινες τῶν νεανίσκων ἐρεσχελεῖν αὐτὸν βουλόμενοι καὶ δειματοῦν στειλάμενοι νεκρικῶς ἐσθῆτι μελαίνῃ καὶ προσωπείοις εἰς τὰ κρανία μεμιμημένοις περιστάντες αὐτὸν περιεχόρευον ὑπὸ πυκνῇ τῇ βάσει ἀναπηδῶντες, ὁ δὲ οὔτε ἔδεισεν τὴν προσποίησιν αὐτῶν οὔτε ὅλως ἀνέβλεψεν πρὸς αὐτούς, ἀλλὰ μεταξὺ γράφων,
παύσασθε,
ἔφη,
παίζοντες·
」「ゼウスにかけて、」と私は言った。 「アブデラ出身のあの驚くべき人物、デモクリトスです。 彼はそのようなものが存在するはずがないと実に見事に確信していたので、門の外にある墓に身を閉じ込め、そこで夜も昼も執筆と著述を続けていたときのこと、彼をからかって脅かそうとした若者たちが、黒い服を着て、頭蓋骨に似せた仮面をつけて死者のように装い、彼の周りを取り囲んで激しい足取りで飛び跳ねながら踊り回ったのですが、彼は彼らの偽装を恐れもしなければ、彼らの方を全く見上げることすらなく、執筆を続けながら、『ふざけるのはやめなさい』と言ったのです。
οὕτω βεβαίως ἐπίστευε μηδὲν εἶναι τὰς ψυχὰς ἔτι ἔξω γενομένας τῶν σωμάτων.
それほど、肉体の外に出た魂など存在しないと、彼は固く信じていたのです。
τοῦτο φής,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
ἀνόητόν τινα ἄνδρα καὶ τὸν Δημόκριτον γενέσθαι, εἴ γε οὕτως ἐγίγνωσκεν.
」「君が言っているのは、」とエウクラテスは言った。 「もしデモクリトスがそう考えていたのだとすれば、彼もまた愚かな男だったということだな。 」