Humanitext Reader

ルキアノス · 嘘好き人間 §33-36

魔術師パンクラテスと魔法使いの弟子

11 / 12 箇所 · ギリシア語

要旨

エウクラテスは、若い頃にエジプトで出会った魔術師パンクラテスの弟子となり、すりこぎに呪文をかけて水を運ばせたものの、呪文を止める方法を知らずに家を水浸しにしてしまったという「魔法使いの弟子」の有名な逸話を語る。

§33Τυχιάδης ἐγὼ δὲ ὑμῖν καὶ ἄλλο διηγήσομαι αὐτὸς παθών, οὐ παρʼ ἄλλου ἀκούσας·
ツキアデス「私は、自分自身が体験し、他人から聞いたのではない別の話もあなた方に語りましょう。
τάχα γὰρ ἂν καὶ σύ, ὦ Τυχιάδη, ἀκούων προσβιβασθείης πρὸς τὴν ἀλήθειαν τῆς διηγήσεως.
というのも、ツキアデスよ、君もおそらくそれを聞けば、この物語の真実性に納得させられるかもしれないからだ。
ὁπότε γὰρ ἐν Αἰγύπτῳ διῆγον ἔτι νέος ὤν, ὑπὸ τοῦ πατρὸς ἐπὶ παιδείας προφάσει ἀποσταλείς, ἐπεθύμησα εἰς Κοπτὸν ἀναπλεύσας ἐκεῖθεν ἐπὶ τὸν Μέμνονα ἐλθὼν ἀκοῦσαι τὸ θαυμαστὸν ἐκεῖνο ἠχοῦντα πρὸς ἀνίσχοντα τὸν ἥλιον.
私がまだ若く、父によって教育を口実に送られてエジプトに滞在していたときのこと、私はコプトスまで船で上り、そこからメムノンのもとへ行って、日の出の太陽に向かってあの驚くべき響きを立てるのを聞きたいと切望したのだ。
ἐκείνου μὲν οὖν ἤκουσα οὐ κατὰ τὸ κοινὸν τοῖς πολλοῖς ἄσημόν τινα φωνήν, ἀλλά μοι καὶ ἔχρησεν ὁ Μέμνων αὐτὸς ἀνοίξας γε τὸ στόμα ἐν ἔπεσιν ἑπτά, καὶ εἴ γε μὴ περιττὸν ἦν, αὐτὰ ἂν ὑμῖν εἶπον τὰ ἔπη.
そこで、私は彼(の像)が発する音を聞いたのだが、一般の多くの人々のように意味の分からぬ物音を聞いたのではなく、メムノン自身がその口を開き、まさに七つの詩句をもって私に神託を与えたのだ。 もしそれが余計なことでないならば、その詩句自体をあなた方に語ったであろうに。
§34Τυχιάδης κατὰ δὲ τὸν ἀνάπλουν ἔτυχεν ἡμῖν συμπλέων Μεμφίτης ἀνὴρ τῶν ἱερῶν γραμματέων, θαυμάσιος τὴν σοφίαν καὶ τὴν παιδείαν πᾶσαν εἰδὼς τὴν Αἰγύπτιον·
」ツキアデス「さて、船を遡らせる途中で、神聖な書記官の一人であるメンフィス出身の男が私たちと同乗することになった。 彼はその知恵において驚くべき人物で、エジプトのあらゆる学問に通じていた。
ἐλέγετο δὲ τρία καὶ εἴκοσιν ἔτη ἐν τοῖς ἀδύτοις ὑπόγειος ᾠκηκέναι μαγεύειν παιδευόμενος ὑπὸ τῆς Ἴσιδος.
彼は、イシスから魔術を学ぶために、地下の秘所に二十三年間暮らしていたと言われていた。
Παγκράτην· , ἔφη ὁ Ἀρίγνωτος, λέγεις ἐμὸν διδάσκαλον, ἄνδρα ἱερόν, ἐξυρημένον, ἐν ὀθονίοις, ἀεὶ νοήμονα, οὐ καθαρῶς ἑλληνίζοντα, ἐπιμήκη, σιμόν, πρόχειλον, ὑπόλεπτον τὰ σκέλη.
」「パンクラテスですね、」とアリグノトスが言った。 「私の師匠である、あの神聖な、髪を剃り上げ、亜麻布をまとい、常に思慮深く、不完全なギリシア語を話し、背が高く、獅子鼻で、厚い唇をし、脚のすこぶる細い人物のことを言っているのですね。
αὐτόν, ἦ δʼ ὅς, ἐκεῖνον τὸν Παγκράτην·
」「まさにその、」と彼は言った。 「あのパンクラテスだ。
καὶ τὰ μὲν πρῶτα ἠγνόουν ὅστις ἦν, ἐπεὶ δὲ ἑώρων αὐτὸν εἴ ποτε ὁρμίσαιμεν τὸ πλοῖον ἄλλα τε πολλὰ τεράστια ἐργαζόμενον, καὶ δὴ καὶ ἐπὶ κροκοδείλων ὀχούμενον καὶ συννέοντα τοῖς θηρίοις, τὰ δὲ ὑποπτήσσοντα καὶ σαίνοντα ταῖς οὐραῖς, ἔγνων ἱερόν τινα ἄνθρωπον ὄντα, κατὰ μικρὸν δὲ φιλοφρονούμενος ἔλαθον ἑταῖρος αὐτῷ καὶ συνήθης γενόμενος, ὥστε πάντων ἐκοινώνει μοι τῶν ἀπορρήτων.
最初は彼が何者であるか知らなかったのだが、船を係留するたびに、彼が他の多くの奇跡を行うのを目にし、とりわけワニの背にまたがってその獣たちと一緒に泳ぎ、獣たちのほうが彼にひれ伏して尾を振るのを見るに及んで、私は彼が何か神聖な人であることを知った。 少しずつ親交を重ねるうちに、いつの間にか私は彼の仲間となり親しい間柄になって、彼はすべての秘儀を私に分かち合ってくれるようになった。
καὶ τέλος πείθει με τοὺς μὲν οἰκέτας ἅπαντας ἐν τῇ Μέμφιδι καταλιπεῖν, αὐτὸν δὲ μόνον ἀκολουθεῖν μετʼ αὐτοῦ, μὴ γὰρ ἀπορήσειν ἡμᾶς τῶν διακονησομένων·
そしてついに彼は、召使いたちはすべてメンフィスに残し、自分一人だけを同行させるようにと私を説得した。 給仕をしてくれる者に困ることはないだろうから、というのだ。
καὶ τὸ μετὰ τοῦτο οὕτω διήγομεν.
それ以降、私たちはそのようにして過ごした。
§35Τυχιάδης ἐπειδὴ δὲ ἔλθοιμεν εἴς τι καταγώγιον, λαβὼν ἂν ὁ ἀνὴρ ἢ τὸν μοχλὸν τῆς θύρας ἢ τὸ κόρηθρον ἢ καὶ τὸ ὕπερον περιβαλὼν ἱματίοις ἐπειπών τινα ἐπῳδὴν ἐποίει βαδίζειν, τοῖς ἄλλοις ἅπασιν ἄνθρωπον εἶναι δοκοῦντα.
」ツキアデス「私たちがどこかの宿に入ると、その男は、戸の閂か、あるいは箒か、あるいはすりこぎを取って、それに衣類を巻きつけ、ある呪文を唱えて、それを歩かせたものだった。 それは他の誰から見ても人間に思われた。
τὸ δὲ ἀπιὸν ὕδωρ τε ἐμπίπλη καὶ ὠψώνει καὶ ἐσκεύαζεν καὶ πάντα δεξιῶς ὑπηρέτει καὶ διηκονεῖτο ἡμῖν·
それは出て行って水を汲み、食料を買い、食事を調え、あらゆることを手際よくこなし、私たちのために仕えて給仕してくれた。
εἶτα ἐπειδὴ ἅλις ἔχοι τῆς διακονίας, αὖθις κόρηθρον τὸ κόρηθρον ἢ ὕπερον τὸ ὕπερον ἄλλην ἐπῳδὴν ἐπειπὼν ἐποίει ἄν.
そして、給仕が十分になると、彼は再び、箒には『箒よ』、すりこぎには『すりこぎよ』と別の呪文を唱えて、それを元のものに戻したのだ。
τοῦτο ἐγὼ πάνυ ἐσπουδακὼς οὐκ εἶχον ὅπως ἐκμάθοιμι παρʼ αὐτοῦ·
私はこのことにすっかり熱中し、どうにかして彼から学び取ろうとしたが、聞き出す方法がなかった。
ἐβάσκαινε γάρ, καίτοι πρὸς τὰ ἄλλα προχειρότατος ὤν.
というのも、彼は他のことについては極めて寛大であったにもかかわらず、これについては出し惜しみしたからだ。
μιᾷ δέ ποτε ἡμέρᾳ λαθὼν ἐπήκουσα τῆς ἐπῳδῆς, ἦν δὲ τρισύλλαβος σχεδόν, ἐν σκοτεινῷ ὑποστάς.
しかしある日、私は暗がりに身を潜めて待ち、彼に気づかれずにその呪文を盗み聞いた。 それはほぼ三音節のものであった。
καὶ ὁ μὲν ᾤχετο εἰς τὴν ἀγορὰν ἐντειλάμενος τῷ ὑπέρῳ ἃ ἔδει ποιεῖν.
そして彼は、すりこぎになすべきことを命じると、広場へと出かけていった。
§36Τυχιάδης ἐγὼ δὲ εἰς τὴν ὑστεραίαν ἐκείνου τι κατὰ τὴν ἀγορὰν πραγματευομένου λαβὼν τὸ ὕπερον σχηματίσας ὁμοίως, ἐπειπὼν τὰς συλλαβάς, ἐκέλευσα ὑδροφορεῖν.
」ツキアデス「そこで翌日、彼が広場で用事を足している間に、私はすりこぎを取って同じように装わせ、例の音節を唱えて、水を運ぶように命じた。
ἐπεὶ δὲ ἐμπλησάμενον τὸν ἀμφορέα ἐκόμισε, πέπαυσο, ἔφην, καὶ μηκέτι ὑδροφόρει, ἀλλʼ ἴσθι αὖθις ὕπερον·
そして、それが水瓶を満たして運んでくると、『やめよ、』と私は言った。 『もう水を運ぶな、元のすりこぎに戻れ。
τὸ δὲ οὐκέτι μοι πείθεσθαι ἤθελεν, ἀλλʼ ὑδροφόρει ἀεί, ἄχρι δὴ ἐνέπλησεν ἡμῖν ὕδατος τὴν οἰκίαν ἐπαντλοῦν.
』しかし、それはもはや私の言うことを聞こうとせず、絶えず水を運び続け、ついには家の中に水を溢れさせて満たしてしまった。
ἐγὼ δὲ ἀμηχανῶν τῷ πράγματι — ἐδεδίειν γὰρ μὴ ὁ Παγκράτης ἐπανελθὼν ἀγανακτήσῃ, ὅπερ καὶ ἐγένετο — ἀξίνην λαβὼν διακόπτω τὸ ὕπερον εἰς δύο μέρη·
私はどうしてよいか分からず――というのも、パンクラテスが戻ってきて憤慨するのを恐れたからで、実際その通りになったのだが――、斧を手に取ってすりこぎを真っ二つに叩き斬った。
τὰ δέ, ἑκάτερον τὸ μέρος, ἀμφορέας λαβόντα ὑδροφόρει καὶ ἀνθʼ ἑνὸς δύο μοι ἐγεγένηντο οἱ διάκονοι.
すると、分割されたそれぞれの部分が水瓶を手に取って水を運び、一人の代わりに二人の給仕が私にできてしまったのだ。
ἐν τούτῳ καὶ ὁ Παγκράτης ἐφίσταται καὶ συνεὶς τὸ γενόμενον ἐκεῖνα μὲν αὖθις ἐποίησε ξύλα, ὥσπερ ἦν πρὸ τῆς ἐπῳδῆς, αὐτὸς δὲ ἀπολιπών με λαθὼν οὐκ οἶδ’ ὅποι ἀφανὴς ᾤχετο ἀπιών.
その時、パンクラテスが戻ってきて、何が起きたかを察すると、それらを再び元のただの木切れに戻した。 彼自身は、私を置いて、気づかぬうちにどこへともなく姿を消してしまった。
νῦν οὖν, ἔφη ὁ Δεινόμαχος, οἶσθα κἂν ἐκεῖνο, ἄνθρωπον ποιεῖν ἐκ τοῦ ὑπέρου;
「それでは、」とデイノマコスが言った。 「君は今でもそのこと、すなわち、すりこぎから人間を作る方法を知っているのか?
νὴ Δίʼ, ἦ δʼ ὅς, ἐξ ἡμισείας γε·
」「ゼウスにかけて、」と彼は言った。 「半分だけね。
οὐκέτι γὰρ εἰς τὸ ἀρχαῖον οἷόν τέ μοι ἀπάγειν αὐτό, ἢν ἅπαξ γένηται ὑδροφόρος, ἀλλὰ δεήσει ἡμῖν ἐπικλυσθῆναι τὴν οἰκίαν ἐπαντλουμένην.
というのも、一度水を運ぶ者になってしまったら、もうそれを元の状態に戻すことは私にはできないからだ。 もしそうすれば、私たちは家の中に水が溢れかえって洪水になるのを受け入れねばならなくなるだろうからね。 」

語釈・文法注

  1. §33τάχα γὰρ ἂν καὶ σύ ... προσβιβασθείης — 「ἄν + 希求法」(προσβιβασθείης)による潜在・可能性の表現(「おそらく〜だろう」)に、条件を表す接続的分詞「ἀκούων」(「もし聞くならば」)が組み合わさっている構造である。
  2. §33εἴ γε μὴ περιττὸν ἦν, αὐτὰ ἂν ὑμῖν εἶπον τὰ ἔπη — 過去の事実に反する仮定(反実仮想)を表す。条件節に直説法未完了過去(ἦν)、帰結節に「直説法アオリスト + ἄν」(ἂν εἶπον)が用いられ、「もし(過去に)余計なことでなかったならば、(過去に)言ったであろうに」の意味になる。
  3. §35ἐπειδὴ δὲ ἔλθοιμεν ... λαβὼν ἂν ... ἐποίει — 過去の反復的・習慣的動作を表す構文。時間節に希求法(ἔλθοιμεν)、主節に「未完了過去 + ἄν」(ἂν ... ἐποίει)が用いられ、「〜するたびに、〜したものだった」という過去の習慣を表す。
  4. §36κἂν ἐκεῖνο — καὶ ἄν または καὶ ἐάν の縮約形(κἄν)が、明示的な条件節を伴わずに「たとえそれだけでも」「少なくとも(at least / even)」の意味で副詞的に使われている慣用法である。

この箇所を引用する

ルキアノス, 嘘好き人間 §33-36. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:33-36

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。