§26Τυχιάδης
τί θαυμαστόν; εἶπεν ὁ Ἀντίγονος·
ツキアデス「何が驚くべきことでしょうか」とアンティゴノスは言った。
ἐγὼ γὰρ οἶδά τινα μετὰ εἰκοστὴν ἡμέραν ἧς ἐτάφη ἀναστάντα, θεραπεύσας καὶ πρὸ τοῦ θανάτου καὶ ἐπεὶ ἀνέστη τὸν ἄνθρωπον.
「というのも、私は埋葬されてから二十日目に蘇った者を知っているからです。 私はその男を、死ぬ前にも、また蘇った後にも治療したのですから。
καὶ πῶς,
ἦν δʼ ἐγώ,
ἐν εἴκοσιν ἡμέραις οὔτʼ ἐμύδησεν τὸ σῶμα οὔτε ἄλλως ὑπὸ λιμοῦ διεφθάρη;
」「それはいったいどうやって」と私は言った。 「二十日間もの間、体が腐りもせず、飢えで朽ち果てることもなかったというのですか?
εἰ μή τινα Ἐπιμενίδην σύ γε ἐθεράπευες.
あなたが治療したのがエピメニデスの類いででもない限りは。
§27Τυχιάδης
ἅμα ταῦτα λεγόντων ἡμῶν ἐπεισῆλθον οἱ τοῦ Εὐκράτους υἱοὶ ἐκ τῆς παλαίστρας, ὁ μὲν ἤδη ἐξ ἐφήβων, ὁ δὲ ἕτερος ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη, καὶ ἀσπασάμενοι ἡμᾶς ἐκαθέζοντο ἐπὶ τῆς κλίνης παρὰ τῷ πατρί·
」ツキアデス私たちがこのような話をしているところへ、エウクラテスの息子たちがパライストラから入ってきた。 一人はすでにエペーボス(青年期)を過ぎており、もう一人は十五歳前後であった。 彼らは私たちに挨拶すると、父親のそばの寝台に腰掛けた。
ἐμοὶ δὲ εἰσεκομίσθη θρόνος.
私には椅子が運び込まれた。
καὶ ὁ Εὐκράτης ὥσπερ ἀναμνησθεὶς πρὸς τὴν ὄψιν τῶν υἱέων·
するとエウクラテスは、息子たちの姿を見て思い出したかのように言った。
,
οὕτως ὀναίμην,
ἔφη,
τούτων —
ἐπιβαλὼν αὐτοῖν τὴν χεῖρα —
ἀληθῆ, ὦ Τυχιάδη, πρός σε ἐρῶ.
「この子たちに恵まれますように(=この子たちの命にかけて)」と、彼は息子たちに手を置きながら言った。 「ツキアデスよ、お前には真実を語ろう。
τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν.
私の亡き妻であり、この子たちの母親である彼女を、私がどれほど愛していたかは誰もが知っている。 実のところ、彼女が生きていたときだけでなく、死んだ後にも、彼女のために私が行ったことによってそれを示したのだ。 彼女の装飾品すべてと、彼女が生前に好んでいた衣服を一緒に火葬したのだ。
ἑβδόμῃ δὲ μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἐγὼ μὲν ἐνταῦθα ἐπὶ τῆς κλίνης ὥσπερ νῦν ἐκείμην παραμυθούμενος τὸ πένθος·
彼女が亡くなってから七日目の日、私は今のようにこの寝台に横たわり、悲しみを紛らわせようとしていた。
ἀνεγίγνωσκον γὰρ τὸ περὶ ψυχῆς τοῦ Πλάτωνος βιβλίον ἐφʼ ἡσυχίας·
静かにプラトンの『魂について』の本を読んでいたのだ。
ἐπεισέρχεται δὲ μεταξὺ ἡ Δημαινέτη αὐτὴ ἐκείνη καὶ καθίζεται πλησίον ὥσπερ νῦν Εὐκρατίδης οὑτοσί,
δείξας τὸν νεώτερον τῶν υἱέων·
そこへ、あのデマイネテ自身が入ってきて、ちょうど今このエウクラティデスが座っているように、私のすぐそばに腰掛けたのだ」と彼は弟のほうの息子を指し示した。
ὁ δὲ αὐτίκα ἔφριξε μάλα παιδικῶς, καὶ πάλαι ἤδη ὠχρὸς ὢν πρὸς τὴν διήγησιν.
その子は、先ほどからの話を聞いてすでに青ざめていたが、その言葉にたちまち子供らしくひどく身震いした。
ἐγὼ δέ,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
ὡς εἶδον, περιπλακεὶς αὐτῇ ἐδάκρυον ἀνακωκύσας·
「私はと言えば、」とエウクラテスは言った。 「彼女を見るなり、抱きついて声を上げて泣いた。
ἡ δὲ οὐκ εἴα βοᾶν, ἀλλʼ ᾐτιᾶτό με ὅτι τὰ ἄλλα πάντα χαρισάμενος αὐτῇ θάτερον τοῖν σανδάλοιν χρυσοῖν ὄντοιν οὐ κατακαύσαιμι, εἶναι δὲ αὐτὸ ἔφασκεν ὑπὸ τῇ κιβωτῷ παραπεσόν.
しかし彼女は私が叫ぶのを許さず、自分に他のあらゆるものを与えてくれながら、一対ある金のサンダルのうちの一方を火葬してくれなかったと私を責めた。 そして、それは箱の下に落ちているのだと言った。
καὶ διὰ τοῦτο ἡμεῖς οὐχ εὑρόντες θάτερον μόνον ἐκαύσαμεν.
だから私たちはそれを見つけられず、一方だけを火葬したのだ。
ἔτι δὲ ἡμῶν διαλεγομένων κατάρατόν τι κυνίδιον ὑπὸ τῇ κλίνῃ ὂν Μελιταῖον ὑλάκτησεν, ἡ δὲ ἠφανίσθη πρὸς τὴν ὑλακήν.
私たちがまだ話し合っていると、寝台の下にいた忌々しいメリテの小犬が吠え立て、彼女はその吠え声とともに消え去ってしまった。
τὸ μέντοι σανδάλιον εὑρέθη ὑπὸ τῇ κιβωτῷ καὶ κατεκαύθη ὕστερον.
しかし、そのサンダルは確かに箱の下から見つかり、後から火葬されたのだ。
§28Τυχιάδης
ἔτι ἀπιστεῖν τούτοις, ὦ Τυχιάδη, ἄξιον ἐναργέσιν οὖσιν καὶ κατὰ τὴν ἡμέραν ἑκάστην φαονομένοις;
」ツキアデス「ツキアデスよ、このように明白で、日々現れている事柄を、なお信じないということがあろうか?
μὰ Δίʼ,
ἦν δʼ ἐγώ·
」「いや、ゼウスにかけて、」と私は言った。
ἐπεὶ σανδάλῳ γε χρυσῷ εἰς τὰς πυγὰς ὥσπερ τὰ παιδία παίεσθαι ἄξιοι ἂν εἶεν οἱ ἀπιστοῦντες καὶ οὕτως ἀναισχυντοῦντες πρὸς τὴν ἀλήθειαν.
「そんな真実に対してなおも信じず、かくも恥知らずな者たちは、子供のように金のサンダルでお尻を叩かれるのがお似合いでしょうからね。
§29Τυχιάδης
ἐπὶ τούτοις ὁ Πυθαγορικὸς Ἀρίγνωτος εἰσῆλθεν, ὁ κομήτης, ὁ σεμνὸς ἀπὸ τοῦ προσώπου, οἶσθα τὸν ἀοίδιμον ἐπὶ τῇ σοφίᾳ, τὸν ἱερὸν ἐπονομαζόμενον.
」ツキアデスそこへ、ピタゴラス派のアリグノトスが入ってきた。 髪を長く伸ばし、顔つきには威厳があった。 君も知っているだろう、知恵によって名高く、『聖なる者』とあだ名されるあの人物だ。
κἀγὼ μὲν ὡς εἶδον αὐτὸν ἀνέπνευσα, τοῦτʼ ἐκεῖνο ἥκειν μοι νομίσας πέλεκύν τινα κατὰ τῶν ψευσμάτων.
私は彼を見るなり、嘘八百に対して一撃を加える斧が来てくれたと思い、ほっと息をついた。
ἐπιστομιεῖ γὰρ αὐτούς,
ἔλεγον,
ὁ σοφὸς ἀνὴρ οὕτω τεράστια διεξιόντας.
「この賢者が、」と私は心の中で言った。 「これほど荒唐無稽な話を並べ立てる者たちを黙らせてくれるだろう。
καὶ τὸ τοῦ λόγου, θεὸν ἀπὸ μηχανῆς ἐπεισκυκληθῆναί μοι τοῦτον ᾤμην ὑπὸ τῆς Τύχης·
」そして、諺にあるように、運命の女神が私のために『デウス・エクス・マキナ(機械仕掛けの神)』を舞台に送り込んでくれたのだと思った。
ὁ δὲ ἐπεὶ ἐκαθέζετο ὑπεκστάντος αὐτῷ τοῦ Κλεοδήμου, πρῶτα μὲν περὶ τῆς νόσου ἤρετο, καὶ ὡς ῥᾷον ἤδη ἔχειν ἤκουσεν παρὰ τοῦ Εὐκράτους,
τί δέ,
ἔφη,
πρὸς αὑτοὺς ἐφιλοσοφεῖτε;
クレオデモスが席を譲って彼が腰掛けると、彼はまず病気について尋ね、エウクラテスからすでにだいぶ具合が良いと聞くと、こう言った。 「ところで、」と彼は言った。 「皆さんは互いにどのような哲学の議論をされていたのですか?
μεταξὺ γὰρ εἰσιὼν ἐπήκουσα, καί μοι ἐδοκεῖτε εἰς καλὸν διατεθήσεσθαι τὴν διατριβήν.
私が入ってくる途中で耳にしたのですが、なかなか面白いお話をされているようでしたから。
τί δʼ ἄλλο,
εἶπεν ὁ Εὐκράτης,
ἢ τουτονὶ τὸν ἀδαμάντινον πείθομεν
— δείξας ἐμέ —
ἡγεῖσθαι δαίμονάς τινας εἶναι καὶ φάσματα καὶ νεκρῶν ψυχὰς περιπολεῖν ὑπὲρ γῆς καὶ φαίνεσθαι οἷς ἂν ἐθέλωσιν.
」「他でもありません、」とエウクラテスは言った。 「この頑強な男を――」と私を指し示して、「何らかの精霊や幽霊が存在し、死者の魂が地上を彷徨い、望む相手に姿を現すのだと説得していたところです。
ἐγὼ μὲν οὖν ἠρυθρίασα καὶ κάτω ἔνευσα αἰδεσθεὶς τὸν Ἀρίγνωτον.
」私はアリグノトスに対して恥ずかしくなり、赤面してうつむいた。
ὁ δὲ,
ὅρα,
ἔφη,
ὦ Εὔκρατες, μὴ τοῦτό φησιν Τυχιάδης, τὰς τῶν βιαίως ἀποθανόντων μόνας ψυχὰς περινοστεῖν, οἷον εἴ τις ἀπήγξατο ἢ ἀπετμήθη τὴν κεφαλὴν ἢ ἀνεσκολοπίσθη ἢ ἄλλῳ γέ τῳ τρόπῳ τοιούτῳ ἀπῆλθεν ἐκ τοῦ βίου, τὰς δὲ τῶν κατὰ μοῖραν ἀποθανόντων οὐκέτι·
すると彼は言った。 「エウクラテスよ、ツキアデスが言っているのはこういうことではないかね。 非業の死を遂げた者たちの魂、例えば首を吊ったり、首をはねられたり、磔にされたり、あるいはその他のそのような方法でこの世を去った者たちの魂だけが彷徨うのであって、天寿を全うして死んだ者たちの魂はそうではない、と。
ἢν γὰρ τοῦτο λέγῃ, οὐ πάνυ ἀπόβλητα φήσει.
もし彼がそう言っているのなら、全く的外れな主張というわけではないだろう。
μὰ Δίʼ,
ἦ δʼ ὃς ὁ Δεινόμαχος,
ἀλλʼ οὐδὲ ὅλως εἶναι τὰ τοιαῦτα οὐδὲ συνεστῶτα ὁρᾶσθαι οἴεται.
」「いや、ゼウスにかけて、」とデイノマコスが言った。 「彼はそのようなものが全く存在しないし、実体を持って現れることもないと考えているのです。 」