Humanitext Reader

琉善 · 好谎言者或怀疑者 §30-32

科林斯的驱魔与德谟克利特的态度

第 10 段,共 12 段 · 希腊语

内容简介

阿里格诺托斯讲述了自己在科林斯驱除凶宅恶灵的经历。提希阿得斯仍不相信,并引用德谟克利特的轶事进行反驳,讲述德谟克利特在墓地写作时无视假扮幽灵的青年,但埃乌克拉特斯却认为连德谟克利特也是个愚蠢的人。

§30Τυχιάδης πῶς λέγεις, ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, δριμὺ ἀπιδὼν εἰς ἐμέ, οὐδέν σοι τούτων γίγνεσθαι δοκεῖ, καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων;
提希阿得斯 “你说什么呢? ” 阿里格诺托斯对我说,目光锐利。 “难道你认为这些事情一件也没有发生,而且,可以说,还是在所有人都在眼睁睁看着的情况下?
ἀπολόγησαι, ἦν δʼ ἐγώ, ὑπὲρ ἐμοῦ, εἰ μὴ πιστεύω, διότι μηδὲ ὁρῶ μόνος τῶν ἄλλων·
” “请为我不相信这件事辩护吧,” 我说, “因为在所有人中只有我没看见。
εἰ δὲ ἑώρων, καὶ ἐπίστευον ἂν δηλαδὴ ὥσπερ ὑμεῖς.
如果我看见了,显然我也会像你们一样相信的。
ἀλλά, ἦ δʼ ὅς, ἤν ποτε εἰς Κόρινθον ἔλθῃς, ἐροῦ ἔνθα ἐστὶν ἡ Εὐβατίδου οἰκία, καὶ ἐπειδάν σοι δειχθῇ παρὰ τὸ Κράνειον, παρελθὼν εἰς αὐτὴν λέγε πρὸς τὸν θυρωρὸν Τίβειον ὡς ἐθέλοις ἰδεῖν ὅθεν τὸν δαίμονα ὁ Πυθαγορικὸς Ἀρίγνωτος ἀνορύξας ἀπήλασε καὶ πρὸς τὸ λοιπὸν οἰκεῖσθαι τὴν οἰκίαν ἐποίησεν.
” “但是,” 他说, “如果你什么时候去科林斯,打听一下埃乌巴蒂德斯的家在哪里。 当有人指给你看它就在克拉内翁附近时,你走进去告诉门房提比奥斯,说你想看看毕达哥拉斯学派的阿里格诺托斯是从哪里把恶灵掘出并赶走、从而使这所房子此后可以居住的地方。
§31Τυχιάδης τί δὲ τοῦτο ἦν, ὦ Ἀρίγνωτε;
” 提希阿得斯 “阿里格诺托斯,那究竟是发生了什么事?
ἤρετο ὁ Εὐκράτης.
” 埃乌克拉特斯问道。
ἀοίκητος ἦν, ἦ δʼ ὅς, ἐκ πολλοῦ ὑπὸ δειμάτων, εἰ δέ τις οἰκήσειεν εὐθὺς ἐκπλαγεὶς ἔφευγεν, ἐκδιωχθεὶς ὑπό τινος φοβεροῦ καὶ ταραχώδους φάσματος.
“那所房子,” 他说, “由于恐惧之事,很久没人居住了。 每当有人住进去,他总是立刻惊恐地逃走,被某个可怕而混乱的幽灵赶了出来。
συνέπιπτεν οὖν ἤδη καὶ ἡ στέγη κατέρρει, καὶ ὅλως οὐδεὶς ἦν ὁ θαρρήσων παρελθεῖν εἰς αὐτήν.
因此,屋顶已经塌落,根本没有人敢再走进去。
ἐγὼ δὲ ἐπεὶ ταῦτα ἤκουσα, τὰς βίβλους λαβὼν — εἰσὶ δέ μοι Αἰγύπτιαι μάλα πολλαὶ περὶ τῶν τοιούτων — ἧκον εἰς τὴν οἰκίαν περὶ πρῶτον ὕπνον ἀποτρέποντος τοῦ ξένου καὶ μόνον οὐκ ἐπιλαμβανομένου, ἐπεὶ ἔμαθεν οἷ βαδίζοιμι, εἰς προὖπτον κακόν, ὡς ᾤετο.
而我听说了这件事后,便带着我的书——我有非常多关于这类事情的埃及书籍——在刚入睡的时分来到了那所房子。 主人试图劝阻我,当他得知我要去哪里时,几乎要动手拉住我,因为在他看来,我是要去面临显而易见的灾祸。
ἐγὼ δὲ λύχνον λαβὼν μόνος εἰσέρχομαι, καὶ ἐν τῷ μεγίστῳ οἰκήματι καταθεὶς τὸ φῶς ἀνεγίγνωσκον ἡσυχῇ χαμαὶ καθεζόμενος·
但我拿着一盏灯,独自走了进去。 我把灯放在最宽敞的房间里,坐在地上安静地看书。
ἐφίσταται δὲ ὁ δαίμων ἐπί τινα τῶν πολλῶν ἥκειν νομίζων καὶ δεδίξεσθαι κἀμὲ ἐλπίζων ὥσπερ τοὺς ἄλλους, αὐχμηρὸς καὶ κομήτης καὶ μελάντερος τοῦ ζόφου.
这时,恶灵出现了,它以为自己遇到了一个普通人,希望像吓唬其他人一样把我也吓跑。 它浑身脏兮兮的,留着长发,颜色比黑暗还要黑。
καὶ ὁ μὲν ἐπιστὰς ἐπειρᾶτό μου, πανταχόθεν προσβάλλων εἴ ποθεν κρατήσειεν, καὶ ἄρτι μὲν κύων ἄρτι δὲ ταῦρος γιγνόμενος ἢ λέων.
它站在我面前试探我,从四面八方发起攻击,想看看从哪里能击败我,它一会儿变成狗,一会儿变成公牛,一会儿又变成狮子。
ἐγὼ δὲ προχειρισάμενος τὴν φρικωδεστάτην ἐπίρρησιν αἰγυπτιάζων τῇ φωνῇ συνήλασα κατᾴδων αὐτὸν εἴς τινα γωνίαν σκοτεινοῦ οἰκήματος·
但我准备好了最令它毛骨悚然的咒语,用埃及语大声念咒,将它逼进了阴暗房间的一个角落里。
ἰδὼν δὲ αὐτὸν οἷ κατέδυ, τὸ λοιπὸν ἀνεπαυόμην.
我看准了它钻下去的地方,其余的时间我就安然入睡了。
ἕωθεν δὲ πάντων ἀπεγνωκότων καὶ νεκρὸν εὑρήσειν με οἰομένων καθάπερ τοὺς ἄλλους, προελθὼν ἀπροσδόκητος ἅπασι πρόσειμι τῷ Εὐβατίδῃ, εὖ ἀγγέλλων ὅτι καθαρὰν αὐτῷ καὶ ἀδείμαντον ἤδη ἐξῆν τὴν οἰκίαν οἰκεῖν.
到了早上,大家都以为我没救了,心想会像其他人一样找到我的尸体,我却在众人的意料之外走了出来,去见埃乌巴蒂德斯,向他报信说,他现在已经可以搬进这所干净且无需恐惧的房子里居住了。
παραλαβὼν οὖν αὐτόν τε καὶ τῶν ἄλλων πολλοὺς — εἵποντο γὰρ τοῦ παραδόξου ἕνεκα — ἐκέλευον ἀγαγὼν ἐπὶ τὸν τόπον οὗ καταδεδυκότα τὸν δαίμονα ἑωράκειν, σκάπτειν λαβόντας δικέλλας καὶ σκαφεῖα, καὶ ἐπειδὴ ἐποίησαν, εὑρέθη ὅσον ἐπʼ ὀργυιὰν κατορωρυγμένος τις νεκρὸς ἕωλος μόνα τὰ ὀστᾶ κατὰ σχῆμα συγκείμενος.
于是我带着他和许多其他人——因为出于对这件奇事的惊奇,他们都跟了来——领着他们来到我看见恶灵钻下去的地方,让他们拿着十字镐和铁锹挖掘。 他们挖了之后,在深约一寻的地方,发现了一具腐烂的尸体,只有骨头完好地按骨骼形状排列着。
ἐκεῖνον μὲν οὖν ἐθάψαμεν ἀνορύξαντες, ἡ οἰκία δὲ τὸ ἀπʼ ἐκείνου ἐπαύσατο ἐνοχλουμένη ὑπὸ τῶν φασμάτων.
我们便将那具尸体掘出并妥善安葬,而那所房子此后就再也没有受到幽灵的骚扰。
§32Τυχιάδης ὡς δὲ ταῦτα εἶπεν ὁ Ἀρίγνωτος, ἀνὴρ δαιμόνιος τὴν σοφίαν καὶ ἅπασιν αἰδέσιμος, οὐδεὶς ἦν ἔτι τῶν παρόντων ὃς οὐχὶ κατεγίγνωσκέ μου πολλὴν τὴν ἄνοιαν τοῖς τοιούτοις ἀπιστοῦντος, καὶ ταῦτα Ἀριγνώτου λέγοντος.
” 提希阿得斯当阿里格诺托斯——这位智慧超群且受众人敬重的人——说出这些话时,在场的人中没有一个不指责我不相信这些事情是多么愚蠢,更何况这还是阿里格诺托斯说出来的。
ἐγὼ δὲ ὅμως οὐδὲν τρέσας οὔτε τὴν κόμην οὔτε τὴν δόξαν τὴν περὶ αὐτοῦ, τί τοῦτʼ, ἔφην, ὦ Ἀρίγνωτε;
然而,我既不怕他的长发,也不怕他的名望,毫不畏惧地说道: “阿里格诺托斯,这是怎么回事?
καὶ σὺ τοιοῦτος ἦσθα, ἡ μόνη ἐλπὶς τῆς ἀληθείας — καπνοῦ μεστὸς καὶ ἰνδαλμάτων;
连你也变成了这样的人——你可是真理唯一的希望啊——满脑子都是烟雾和幻影?
τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφηνε.
正如俗话所说,我们的宝藏变成了木炭。
σὺ δέ, ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, εἰ μήτε ἐμοὶ πιστεύεις μήτε Δεινομάχῳ ἢ Κλεοδήμῳ τουτωῒ μήτε αὐτῷ Εὐκράτει, φέρε εἰπὲ τίνα περὶ τῶν τοιούτων ἀξιοπιστότερον ἡγῇ τἀναντία ἡμῖν λέγοντα;
” “而你,” 阿里格诺托斯说, “如果你既不相信我,也不相信戴诺马科斯或这里的克莱奥德穆斯,甚至不相信埃乌克拉特斯本人,那么请告诉我,关于这些事情,你认为谁比我们更可信,而他又说出了与我们相反的观点?
νὴ Δίʼ, ἦν δʼ ἐγώ, μάλα θαυμαστὸν ἄνδρα τὸν Ἀβδηρόθεν ἐκεῖνον Δημόκριτον, ὃς οὕτως ἄρα ἐπέπειστο μηδὲν οἷόν τε εἶναι συστῆναι τοιοῦτον ὥστε, ἐπειδὴ καθείρξας ἑαυτὸν εἰς μνῆμα ἔξω πυλῶν ἐνταῦθα διετέλει γράφων καὶ συντάττων καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, καί τινες τῶν νεανίσκων ἐρεσχελεῖν αὐτὸν βουλόμενοι καὶ δειματοῦν στειλάμενοι νεκρικῶς ἐσθῆτι μελαίνῃ καὶ προσωπείοις εἰς τὰ κρανία μεμιμημένοις περιστάντες αὐτὸν περιεχόρευον ὑπὸ πυκνῇ τῇ βάσει ἀναπηδῶντες, ὁ δὲ οὔτε ἔδεισεν τὴν προσποίησιν αὐτῶν οὔτε ὅλως ἀνέβλεψεν πρὸς αὐτούς, ἀλλὰ μεταξὺ γράφων, παύσασθε, ἔφη, παίζοντες·
” “凭宙斯起誓,” 我说, “是阿布德拉的那位惊人的德谟克利特。 他竟然如此确信不可能存在此类事物,以至于当他把自己关在城门外的墓穴里、在那里日夜不停地写作和著述时,有些年轻人想要戏弄并吓唬他,便装扮成死人的样子,穿着黑衣,戴着模仿头骨的面具,围着他,迈着密集的步伐连蹦带跳地跳舞,但他既不怕他们的伪装,也根本没有抬头看他们一眼,而是边写边说: ‘别闹了。
οὕτω βεβαίως ἐπίστευε μηδὲν εἶναι τὰς ψυχὰς ἔτι ἔξω γενομένας τῶν σωμάτων.
’ 他就是这样坚定地相信,灵魂一旦脱离肉体,就什么都不是了。
τοῦτο φής, ἦ δʼ ὃς ὁ Εὐκράτης, ἀνόητόν τινα ἄνδρα καὶ τὸν Δημόκριτον γενέσθαι, εἴ γε οὕτως ἐγίγνωσκεν.
” “你是说,” 埃乌克拉特斯说, “如果德谟克利特真的是这样想的话,那他也是个愚蠢的人喽。 ”

词汇与语法注释

  1. 30καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων — 副词短语 καὶ ταῦτα 意为“而且”、“特别是”,用来加强接下来的属格绝对结构 πάντων... ὁρώντων(“所有人都在看着时”)的语气。插入语 ὡς εἰπεῖν 意为“可以说”、“好比说”,起到了缓和泛指的作用。
  2. 30ὡς ἐθέλοις — 在引导间接引语的 ὡς 从句中,希求法动词 ἐθέλοις 是因主句的命令式(λέγε)而采用的斜格希求法(optativus obliquus),用以转述提希阿得斯应该说的话:“说你想要……”。
  3. 31εἰ δέ τις οἰκήσειεν εὐθὺς ἐκπλαγεῖς ἔφευγεν — 过去的一般条件句。条件从句使用希求法过去时(οἰκήσειεν),主句使用直说法的未完成过去时(ἔφευγεν),用以表示过去反复发生的习惯性动作(“每当有人住进去,他总会逃走”)。
  4. 32ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφηνε — 希腊谚语,意为“我们的宝藏变成了木炭”,用来表达原以为极有价值之物最后却证明毫无用处的失望之情。
  5. 32ὥστε, ἐπειδὴ ... ὁ δὲ οὔτε ἔδεισεν — 此注用于梳理复杂的长句结构。在 ὥστε 引导的结果从句内部,插入了时间从句(ἐπειδὴ...)以及对青年恶作剧的描述(καί τινες... περιεχόρευον)。随后用复指代词 ὁ δέ 重新引出主语(德谟克利特),并连接主动词 οὔτε ἔδεισεν 和 οὔτε ἀνέβλεψεν。

引用这一段

琉善, 好谎言者或怀疑者 §30-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:30-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。