← ルキアノス

嘘好き人間

§30-32

コリントスの悪霊退治とデモクリトスの態度

アリグノトスがコリントスの幽霊屋敷を退治した自慢話を語る。ツキアデスはそれでも信じず、墓にこもって執筆を続け、幽霊の仮装をした若者を相手にしなかったデモクリトスの逸話を持ち出して反論するが、エウクラテスはデモクリトスさえも愚かだと切り捨てる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30

Τυχιάδης πῶς λέγεις, ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, δριμὺ ἀπιδὼν εἰς ἐμέ, οὐδέν σοι τούτων γίγνεσθαι δοκεῖ, καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων;1 ἀπολόγησαι, ἦν δʼ ἐγώ, ὑπὲρ ἐμοῦ, εἰ μὴ πιστεύω, διότι μηδὲ ὁρῶ μόνος τῶν ἄλλων· εἰ δὲ ἑώρων, καὶ ἐπίστευον ἂν δηλαδὴ ὥσπερ ὑμεῖς. ἀλλά, ἦ δʼ ὅς, ἤν ποτε εἰς Κόρινθον ἔλθῃς, ἐροῦ ἔνθα ἐστὶν ἡ Εὐβατίδου οἰκία, καὶ ἐπειδάν σοι δειχθῇ παρὰ τὸ Κράνειον, παρελθὼν εἰς αὐτὴν λέγε πρὸς τὸν θυρωρὸν Τίβειον ὡς ἐθέλοις2 ἰδεῖν ὅθεν τὸν δαίμονα ὁ Πυθαγορικὸς Ἀρίγνωτος ἀνορύξας ἀπήλασε καὶ πρὸς τὸ λοιπὸν οἰκεῖσθαι τὴν οἰκίαν ἐποίησεν.

ツキアデス 「何とおっしゃるのですか、」とアリグノトスは私を鋭く睨みつけながら言った。 「これほどのことが何一つ起こっていないと君には思えるのか。しかも、いわば誰もがそれを見ているというのに。」 「私のために弁明してください、」と私は言った。 「私が信じていないとすれば、それは他のみんなの中で私だけが見ていないからなのです。もし見ていたなら、当然あなた方のように私も信じていたでしょうに。」 「だがね、」と彼は言った。 「もし君がいつかコリントスに行くことがあれば、エウバティデスの家がどこにあるか尋ねてみるがよい。そして、クラネイオンのそばにあるとその場所を教えてもらったら、そこへ入っていって、門番のティビオスに、ピタゴラス派のアリグノトスがどこから悪霊を掘り起こして追い払い、それ以降その家を住めるようにしたのか、その場所を見たいのだと言うがよい。」

§31

Τυχιάδης τί δὲ τοῦτο ἦν, ὦ Ἀρίγνωτε; ἤρετο ὁ Εὐκράτης. ἀοίκητος ἦν, ἦ δʼ ὅς, ἐκ πολλοῦ ὑπὸ δειμάτων, εἰ δέ τις οἰκήσειεν εὐθὺς ἐκπλαγεὶς ἔφευγεν,3 ἐκδιωχθεὶς ὑπό τινος φοβεροῦ καὶ ταραχώδους φάσματος. συνέπιπτεν οὖν ἤδη καὶ ἡ στέγη κατέρρει, καὶ ὅλως οὐδεὶς ἦν ὁ θαρρήσων παρελθεῖν εἰς αὐτήν. ἐγὼ δὲ ἐπεὶ ταῦτα ἤκουσα, τὰς βίβλους λαβὼν — εἰσὶ δέ μοι Αἰγύπτιαι μάλα πολλαὶ περὶ τῶν τοιούτων — ἧκον εἰς τὴν οἰκίαν περὶ πρῶτον ὕπνον ἀποτρέποντος τοῦ ξένου καὶ μόνον οὐκ ἐπιλαμβανομένου, ἐπεὶ ἔμαθεν οἷ βαδίζοιμι, εἰς προὖπτον κακόν, ὡς ᾤετο. ἐγὼ δὲ λύχνον λαβὼν μόνος εἰσέρχομαι, καὶ ἐν τῷ μεγίστῳ οἰκήματι καταθεὶς τὸ φῶς ἀνεγίγνωσκον ἡσυχῇ χαμαὶ καθεζόμενος· ἐφίσταται δὲ ὁ δαίμων ἐπί τινα τῶν πολλῶν ἥκειν νομίζων καὶ δεδίξεσθαι κἀμὲ ἐλπίζων ὥσπερ τοὺς ἄλλους, αὐχμηρὸς καὶ κομήτης καὶ μελάντερος τοῦ ζόφου. καὶ ὁ μὲν ἐπιστὰς ἐπειρᾶτό μου, πανταχόθεν προσβάλλων εἴ ποθεν κρατήσειεν, καὶ ἄρτι μὲν κύων ἄρτι δὲ ταῦρος γιγνόμενος ἢ λέων. ἐγὼ δὲ προχειρισάμενος τὴν φρικωδεστάτην ἐπίρρησιν αἰγυπτιάζων τῇ φωνῇ συνήλασα κατᾴδων αὐτὸν εἴς τινα γωνίαν σκοτεινοῦ οἰκήματος· ἰδὼν δὲ αὐτὸν οἷ κατέδυ, τὸ λοιπὸν ἀνεπαυόμην. ἕωθεν δὲ πάντων ἀπεγνωκότων καὶ νεκρὸν εὑρήσειν με οἰομένων καθάπερ τοὺς ἄλλους, προελθὼν ἀπροσδόκητος ἅπασι πρόσειμι τῷ Εὐβατίδῃ, εὖ ἀγγέλλων ὅτι καθαρὰν αὐτῷ καὶ ἀδείμαντον ἤδη ἐξῆν τὴν οἰκίαν οἰκεῖν. παραλαβὼν οὖν αὐτόν τε καὶ τῶν ἄλλων πολλοὺς — εἵποντο γὰρ τοῦ παραδόξου ἕνεκα — ἐκέλευον ἀγαγὼν ἐπὶ τὸν τόπον οὗ καταδεδυκότα τὸν δαίμονα ἑωράκειν, σκάπτειν λαβόντας δικέλλας καὶ σκαφεῖα, καὶ ἐπειδὴ ἐποίησαν, εὑρέθη ὅσον ἐπʼ ὀργυιὰν κατορωρυγμένος τις νεκρὸς ἕωλος μόνα τὰ ὀστᾶ κατὰ σχῆμα συγκείμενος. ἐκεῖνον μὲν οὖν ἐθάψαμεν ἀνορύξαντες, ἡ οἰκία δὲ τὸ ἀπʼ ἐκείνου ἐπαύσατο ἐνοχλουμένη ὑπὸ τῶν φασμάτων.

ツキアデス 「アリグノトスよ、それはどういうことだったのですか?」 とエウクラテスが尋ねた。 「その家は、」と彼は言った。 「恐ろしいもののために久しく無人であったのだ。もし誰かが住もうものなら、たちまち驚愕して逃げ出した。恐ろしくて不穏な幽霊に追い出されてね。そのため、すでに家は崩れかけて屋根も落ち、そこへ立ち入る勇気のある者は全く誰もいなかったのだ。 私はこれを聞くと、書物――そのようなことに関するエジプトの書物を私は非常に多く持っているのだが――を携えて、宵の口にその家へ行った。主人が引き止め、私がどこへ行くかを知ると、彼の思うところでは、見え透いた災厄の中へ行くのだからと、ほとんど私を捕まえんばかりにして引き止めるのを振り切ってね。私はランプを手にして一人で中に入り、一番広い部屋に明かりを置いて、床に座って静かに読書していた。すると、その悪霊が現れたのだ。普通の人間の一人のところへやって来たと思い、他の者たちと同じように私をも脅せるだろうと期待してな。薄汚れて髪はボサボサで、暗闇よりも黒い姿をしていた。そして、立ちふさがった彼は、私を試そうとし、どこからか打ち負かせないかと四方から襲いかかってきた。ある時は犬、またある時は牡牛、あるいはライオンに姿を変えながらな。しかし、私は最も恐るべき呪文を用意し、エジプトの言葉で語りながら、呪文を唱えて彼を暗い部屋の隅へと追い詰めた。そして彼がどこへ潜り込んだかを見届けると、残りの時間は眠りについたのだ。 夜が明けると、誰もが私の生存を諦め、他の者たちと同じように私が死体で見つかるだろうと思っている中、私は皆の予想を裏切って現れ、エウバティデスのところへ行って、彼にもうその家を清らかで恐れることなく住むことができるという朗報を伝えた。そこで、彼と他の多くの人々――この奇妙な出来事見たさに彼らはついて来たのだが――を伴い、悪霊が潜り込むのを見た場所へ彼らを案内し、つるはしやシャベルを手にして掘るように命じた。彼らがそうすると、一オルギュイアほどの深さに、すっかり朽ち果てて、骨だけが元の骨格の通りに重なり合っている死体が発見されたのだ。私たちはその死体を掘り出してきちんと埋葬し、その家はそれ以降、幽霊に悩まされることがなくなったのだ。」

§32

Τυχιάδης ὡς δὲ ταῦτα εἶπεν ὁ Ἀρίγνωτος, ἀνὴρ δαιμόνιος τὴν σοφίαν καὶ ἅπασιν αἰδέσιμος, οὐδεὶς ἦν ἔτι τῶν παρόντων ὃς οὐχὶ κατεγίγνωσκέ μου πολλὴν τὴν ἄνοιαν τοῖς τοιούτοις ἀπιστοῦντος, καὶ ταῦτα Ἀριγνώτου λέγοντος. ἐγὼ δὲ ὅμως οὐδὲν τρέσας οὔτε τὴν κόμην οὔτε τὴν δόξαν τὴν περὶ αὐτοῦ, τί τοῦτʼ, ἔφην, ὦ Ἀρίγνωτε; καὶ σὺ τοιοῦτος ἦσθα, ἡ μόνη ἐλπὶς τῆς ἀληθείας — καπνοῦ μεστὸς καὶ ἰνδαλμάτων; τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφηνε.4 σὺ δέ, ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, εἰ μήτε ἐμοὶ πιστεύεις μήτε Δεινομάχῳ ἢ Κλεοδήμῳ τουτωῒ μήτε αὐτῷ Εὐκράτει, φέρε εἰπὲ τίνα περὶ τῶν τοιούτων ἀξιοπιστότερον ἡγῇ τἀναντία ἡμῖν λέγοντα; νὴ Δίʼ, ἦν δʼ ἐγώ, μάλα θαυμαστὸν ἄνδρα τὸν Ἀβδηρόθεν ἐκεῖνον Δημόκριτον, ὃς οὕτως ἄρα ἐπέπειστο μηδὲν οἷόν τε εἶναι συστῆναι τοιοῦτον ὥστε, ἐπειδὴ καθείρξας ἑαυτὸν εἰς μνῆμα ἔξω πυλῶν ἐνταῦθα διετέλει γράφων καὶ συντάττων καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, καί τινες τῶν νεανίσκων ἐρεσχελεῖν αὐτὸν βουλόμενοι καὶ δειματοῦν στειλάμενοι νεκρικῶς ἐσθῆτι μελαίνῃ καὶ προσωπείοις εἰς τὰ κρανία μεμιμημένοις περιστάντες αὐτὸν περιεχόρευον ὑπὸ πυκνῇ τῇ βάσει ἀναπηδῶντες, ὁ δὲ οὔτε ἔδεισεν5 τὴν προσποίησιν αὐτῶν οὔτε ὅλως ἀνέβλεψεν πρὸς αὐτούς, ἀλλὰ μεταξὺ γράφων, παύσασθε, ἔφη, παίζοντες· οὕτω βεβαίως ἐπίστευε μηδὲν εἶναι τὰς ψυχὰς ἔτι ἔξω γενομένας τῶν σωμάτων. τοῦτο φής, ἦ δʼ ὃς ὁ Εὐκράτης, ἀνόητόν τινα ἄνδρα καὶ τὸν Δημόκριτον γενέσθαι, εἴ γε οὕτως ἐγίγνωσκεν.

ツキアデス アリグノトス、その知恵において神がかっており、万人に敬われているこの男がこのように語ると、その場にいた人々で、これほどのことを信じない、しかもアリグノトスが語っているというのに信じない私の多大な愚かさを非難しない者は、もはや一人もいなかった。しかし、私は彼の長い髪も、彼にまつわる名声も、いささかも恐れることなく言った。 「これはどういうことですか、アリグノトスよ。真実の唯一の希望であったあなたまでもが、このようなお方だったとは。煙と幻影に満ちている。まさに諺にある通り、『私たちの見つけた宝は炭くずだった』というわけだ。」 「では君は、」とアリグノトスは言った。 「私をも、デイノマコスをも、ここにいるクレオデモスをも、エウクラテス自身をも信じないというなら、さあ、このような事柄について、我々と反対のことを語る者で、誰をより信頼に足ると考えているのか言ってみたまえ。」 「ゼウスにかけて、」と私は言った。 「アブデラ出身のあの驚くべき人物、デモクリトスです。彼はそのようなものが存在するはずがないと実に見事に確信していたので、門の外にある墓に身を閉じ込め、そこで夜も昼も執筆と著述を続けていたときのこと、彼をからかって脅かそうとした若者たちが、黒い服を着て、頭蓋骨に似せた仮面をつけて死者のように装い、彼の周りを取り囲んで激しい足取りで飛び跳ねながら踊り回ったのですが、彼は彼らの偽装を恐れもしなければ、彼らの方を全く見上げることすらなく、執筆を続けながら、『ふざけるのはやめなさい』と言ったのです。それほど、肉体の外に出た魂など存在しないと、彼は固く信じていたのです。」 「君が言っているのは、」とエウクラテスは言った。 「もしデモクリトスがそう考えていたのだとすれば、彼もまた愚かな男だったということだな。」

構文注5 件
  1. 30καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων

    接尾辞的な副詞句である καὶ ταῦτα は「しかも」「とりわけ」を意味し、ここでは後続する πάντων... ὁρώντων(属格絶対「誰もが見ているのに」)を強調している。ὡς εἰπεῖν は挿入句で「いわば」「言ってみれば」を意味し、一般化を和らげている。

  2. 30ὡς ἐθέλοις

    伝達内容を導く ὡς 節の中で、間接話法における希求法が用いられている。これにより、ツキアデスがコリントスで語るべきセリフ「〜したいのだと(伝えてくれ)」を丁寧に表現している。

  3. 31εἰ δέ τις οἰκήσειεν εὐθὺς ἐκπλαγεῖς ἔφευγεν

    過去の反復的な条件文。条件節に希求法(οἰκήσειεν)、帰結節に直説法未完了過去(ἔφευγεν)を用いることで、「もし誰かが住むたびに、いつも逃げ出していた」という過去の繰り返し発生した習慣的動作を表している。

  4. 32ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφηνε

    「宝(と思われたもの)が炭と化して現れた」というギリシアの諺。大きな期待を抱いていたものが、実は価値のない偽物だったという落胆を表現する。

  5. 32ὥστε, ἐπειδὴ ... ὁ δὲ οὔτε ἔδεισεν

    非常に長い文構造の骨格を示す。結果節(ὥστε)の中に時間的な従属節(ἐπειδὴ...)と若者たちのいたずらの描写(καί τινες... περιεχόρευον)が挿入され、主節の主語 Δημόκριτος に対応する ὁ δέ が文を再開し、主動詞 οὔτε ἔδεισεν... οὔτε ἀνέβλεψεν に繋がっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:30-32