§24Σίμων
ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαιμονίας αὐτοῦ, ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον
οὔτε φυτεύει χερσὶ φυτὸν οὔτε ἀροῖ, ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα
νέμεται;
Σίμων 彼(寄食者)の幸福について、あの賢きホメロスに倣って、「手で苗を植えることも、耕すこともせず、ただ種蒔かれず耕されぬすべてのものを享受する」と言えることについて、今更何を語る必要があろうか。
§25Σίμων
καὶ μὴν ῥήτορά τε καὶ γεωμέτρην καὶ χαλκέα οὐδὲν κωλύει τὴν ἑαυτοῦ τέχνην ἐργάζεσθαι ἐάν τε πονηρὸς ἐάν τε καὶ μωρὸς ᾖ, παρασιτεῖν δὲ οὐδεὶς δύναται ἢ μωρὸς ὢν ἢ πονηρός.
Σίμων さらに、弁論家や幾何学者や鍛冶屋が、悪人であろうと愚者であろうと、自らの技術を営むことを妨げるものは何もないが、愚者であったり悪人であったりして寄食することは誰にもできない。
Τυχιάδης
παπαί, οἷον χρῆμα ἀποφαίνῃ τὴν παρασιτικήν·
Τυχιάδης おやおや、お前は寄生術をなんと素晴らしいものとして提示するのだ。
ὥστε καὶ αὐτὸς ἤδη βούλεσθαι δοκῶ μοι παράσιτος εἶναι ἀντὶ τούτου ὅς εἰμι.
そのため、私自身もすでに今の自分を捨てて寄食者になりたいと思うほどだ。
§26Σίμων
ὡς μὲν τοίνυν κοινῇ πασῶν διαφέρει, δεδεῖχθαί μοι δοκῶ.
Σίμων このように、寄生術が全体としてすべての技術に勝っていることは、すでに証明されたと私は思う。
φέρε δὴ ὡς καὶ κατʼ ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν.
さあ、それでは個別にそれぞれの技術に勝っていることを考察しよう。
τὸ μὲν δὴ ταῖς βαναύσοις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν ἐστιν, καὶ μᾶλλόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης.
この技術を卑俗な技術と比較することは愚かであり、技術の尊厳をむしろ引き下げることになる。
ὅτι γε μὴν τῶν καλλίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον.
しかし、これが最も美しく最も偉大な技術に勝っていることは証明されねばならない。
ὡμολόγηται δὴ πρὸς πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστήμας ἀποφαίνονταί τινες, ἐπειδὰν καὶ τούτων ἀποδείξαιμι τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτι τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων.
弁論術と哲学はすべての人から認められており、これらを高貴さと知識のゆえに(最高のものとして)宣言する人々もいる。 私がこれらに対しても寄生術がはるかに優れていることを証明したならば、この技術が他の技術の中で、まるでナウシカアが侍女たちの中で際立っているように、最も傑出していると思われることは明らかだろう。
§27Σίμων
κοινῇ μὲν οὖν ἀμφοῖν διαφέρει καὶ τῆς ῥητορικῆς καὶ τῆς φιλοσοφίας, πρῶτον κατὰ τὴν ὑπόστασιν·
Σίμων さて、寄生術は弁論術と哲学の両方に、全体として異なっている。 第一にその「実体」においてである。
ἡ μὲν γὰρ ὑφέστηκεν, αἱ δὲ οὔ.
なぜなら、一方は実体を持ち、他方は持たないからだ。
οὔτε γὰρ τὴν ῥητορικὴν ἕν τι καὶ τὸ αὐτὸ νομίζομεν, ἀλλʼ οἱ μὲν τέχνην, οἱ δὲ τοὐναντίον ἀτεχνίαν, ἄλλοι δὲ κακοτεχνίαν, ἄλλοι δὲ ἄλλο τι.
というのも、私たちは弁論術を一つの同じものとはみなしておらず、ある者は技術とし、ある者はそれとは逆に非技術とし、他の者は悪術とし、また別の者は他の何かとしている。
ὁμοίως δὲ καὶ τὴν φιλοσοφίαν οὐ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, ἑτέρως μὲν γὰρ Ἐπικούρῳ δοκεῖ τὰ πράγματα ἔχειν, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Στοᾶς, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Ἀκαδημίας, ἑτέρως δὲ τοῖς ἀπὸ τοῦ Περιπάτου, καὶ ἁπλῶς ἄλλος ἄλλην ἀξιοῖ τὴν φιλοσοφίαν εἶναι·
同様に、哲学もまた、同一で一様な状態にあるとはみなされていない。 というのも、エピクロスには物事が一つのように見え、ストア派の人々には別のようであり、アカデメイア派の人々にはまた別のようであり、ペリパトス派の人々にはさらに別のようであり、端的に言えば、異なる者が異なる哲学を存在価値あるものとみなしているからだ。
καὶ μέχρι γε νῦν οὔτε οἱ αὐτοὶ γνώμης κρατοῦσιν οὔτε αὐτῶν ἡ τέχνη μία φαίνεται.
そして現在に至るまで、同じ人々が意見を支配しているわけでもなければ、彼らの技術が一つに見えるわけでもない。
ἐξ ὧν δῆλον ὅ τι τεκμαίρεσθαι καταλείπεται.
これらのことから、何が推論として残されるかは明らかである。
ἀρχὴν γάρ φημι μηδὲ εἶναι τέχνην ἧς οὐκ ἔστιν ὑπόστασις.
なぜなら、私は実体のないものはそもそも技術ですらないと主張するからだ。
ἐπεὶ τί δή ποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτὴ καὶ δὶς δύο παρά τε ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστιν καὶ συμφωνεῖ ταῦτα καὶ παρὰ Ἕλλησι καὶ βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν καὶ οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη σύμφωνα πασῶν;
一体なぜ算術は一つで同一であり、私たちの間でもペルシア人の間でも「二かける二」は「四」であり、これがギリシア人の間でもバルバロイの間でも一致しているのに、私たちは哲学の多くの異なるものを見ており、それらすべての始まりも終わりも一致していないのだろうか。
Τυχιάδης
ἀληθῆ λέγεις·
Τυχιάδης お前の言う通りだ。
μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὴν ποιοῦσι πολλάς.
彼らは哲学が一つであると言いながら、自分たち自身でそれを多くにしているのだから。
§28Σίμων
καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι.
Σίμων さらに、他の技術については、たとえこれらに関して何かしら不一致があっても、それが中庸なものと思われ、またそれらの把握が不変なものではないがゆえに、大目に見ることもできよう。
φιλοσοφίαν δὲ τίς ἂν καὶ ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων;
しかし、哲学が一つでなく、楽器よりも自らの中で一致していないことに、一体誰が耐えられようか。
μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν·
それゆえ、哲学が一つでないことは明らかだ、なぜならそれが限りなく多く存在しているのを私は見ているからだ。
πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφία μία.
他方で、智慧は一つであるからには、多く存在するはずがない。
§29Σίμων
ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητορικῆς ταὐτὰ φαίη τις ἄν·
Σίμων 同様に、弁論術の実体についても同じことが言えるだろう。
τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη τοῦ μηδὲ ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις οὐκ ἔστιν·
すなわち、一つの提示された問題について全員が同じことを言うのではなく、相反する意見の対立があるということは、一つの共通の把握が存在しないものはそもそも存在しない(技術ではない)という最大の証明である。
τὸ γὰρ ζητεῖν τό, τί μᾶλλον αὐτό ἐστιν, καὶ τὸ μηδέποτε ὁμολογεῖν ἓν εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν.
なぜなら、「それが何であるか」をより一層探求すること、そして一つであると決して認めないことは、それ自体が探求されているものの本質を消し去るからだ。