§30Σίμων
ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις μία ἐστὶν καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε, ἑτέρως δὲ τούσδε παρασιτεῖν, οὐδέ εἰσιν ὡς ἔοικεν ἐν παρασίτοις τινες οἷον Στωϊκοὶ ἢ Ἐπικούρειοι δόγματα ἔχοντες διάφορα, ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστιν καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους.
Σίμων しかしながら、寄生術はそのようではなく、ギリシア人の間でも異民族の間でも一つであり、同一かつ一様である。 ある人々はこのように寄食し、他の人々はあのように寄食している、などとは誰も言えないだろう。 また、どうやら寄食者の間には、異なる教義を持つストア派やエピクロス派のような人々は存在せず、全員が全員に対して、その行いと目的においてある種の一致と合意がある。
ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε τοῦτο καὶ σοφία εἶναι.
それゆえ、私には、寄生術は少なくともこの点において、むしろ知恵そのものであるおそれがあると思われるのだ。
§31Τυχιάδης
πάνυ μοι δοκεῖς ἱκανῶς ταῦτα εἰρηκέναι.
Τυχιάδης 君はこれらのことを極めて十分に語ったと私は思う。
ὡς δὲ καὶ τὰ ἄλλα χείρων ἐστὶν ἡ φιλοσοφία τῆς σῆς τέχνης, πῶς ἀποδεικνύεις;
しかし、他の点でも哲学が君の技術より劣っていることを、どのように証明するのか。
Σίμων
οὐκοῦν ἀνάγκη πρῶτον εἰπεῖν ὅτι φιλοσοφίας μὲν οὐδέποτε ἠράσθη παράσιτος, παρασιτικῆς δὲ πάμπολλοι ἐπιθυμήσαντες μνημονεύονται φιλόσοφοι, καὶ μέχρι γε νῦν ἐρῶσιν.
Σίμων それならまず、寄食者が哲学を愛したことは一度もないが、極めて多くの哲学者たちが寄生術を切望したと伝えられており、現在に至るまでそれを愛している、と言わねばなるまい。
Τυχιάδης
καὶ τίνας ἂν ἔχοις εἰπεῖν φιλοσόφους παρασιτεῖν σπουδάσαντας;
Τυχιάδης では、寄食することに熱心であったどのような哲学者を、君は挙げることができるというのか。
Σίμων
οὕστινας μέντοι, ὦ Τυχιάδη;
Σίμων どのような者たちだって、ティキアデスよ?
οὓς καὶ σὺ γιγνώσκων ὑποκρίνῃ ἀγνοεῖν κἀμὲ κατασοφίζῃ ὥς τινος αὐτοῖς αἰσχύνης ἐντεῦθεν γιγνομένης, οὐχὶ τιμῆς.
君も彼らを知っていながら知らないふりをし、ここから彼らに名誉ではなく、不名誉が生じるかのように詭弁を弄して私を言いくるめようとしているのだ。
Τυχιάδης
οὐ μὰ τὸν Δία, ὦ Σίμων, ἀλλὰ καὶ σφόδρα ἀπορῶ οὕστινας καὶ εὕροις εἰπεῖν.
Τυχιάδης ゼウスにかけてそんなことはない、シモンよ、そうではなく、君が一体誰を挙げられるのか、本当に見当がつかないのだ。
Σίμων
ὦ γενναῖε, σύ μοι δοκεῖς ἀνήκοος εἶναι καὶ τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους, ἐπεὶ πάντως ἂν καὶ ἐπιγνῶναι οὕστινας λέγω δύναιο.
Σίμων おやまあ、君は彼らの生涯を記録した者たちの著作も聞いたことがないらしい。 さもなければ、私が誰のことを言っているのか確実に知ることができるはずなのだから。
Τυχιάδης
καὶ μέντοι νὴ τὸν Ἡρακλέα ποθῶ δὴ ἀκούειν τίνες εἰσίν.
Τυχιάδης しかし、ヘラクレスにかけて、彼らが誰なのか実に聞きたいものだ。
§32Σίμων
ἐγώ σοι καταλέξω αὐτοὺς ὄντας οὐχὶ τοὺς φαύλους, ἀλλʼ ὡς ἐγὼ δοκῶ, τοὺς ἀρίστους καὶ οὓς ἥκιστα σὺ οἴει.
Σίμων 取るに足らない者たちではなく、私に言わせれば、最も優秀であり、かつ君が最も予想だにしない者たちを挙げてあげよう。
Αἰσχίνης μέντοι ὁ Σωκρατικός, οὗτος ὁ τοὺς μακροὺς καὶ ἀστείους διαλόγους γράψας, ἧκέν ποτε εἰς Σικελίαν κομίζων αὐτούς, εἴ πως δύναιτο διʼ αὐτῶν γνωσθῆναι Διονυσίῳ τῷ τυράννῳ, καὶ τὸν Μιλτιάδην ἀναγνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σικελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους διατριβαῖς ἐρρῶσθαι φράσας.
ソクラテス弟子のアイスキネス、あの長くて優雅な対話篇を書いた人物だが、彼はかつてそれらを携えてシケリアへと赴いた。 それらによって僭主ディオニュシオスに気に入られようとしたのだ。 そして『ミルティアデス』を朗読して好評を得たと思われたため、残りの期間はシケリアに留まり、ソクラテスの議論にはさらばと告げて、ディオニュシオスの傍らで寄食していた。
§33Σίμων
τί δέ, καὶ Ἀρίστιππος ὁ Κυρηναῖος οὐχὶ τῶν δοκίμων φαίνεταί σοι φιλοσόφων;
Σίμων では、キュレネのアリスティッポスはどうだ、君にとって高名な哲学者の一人に見えないか。
Τυχιάδης
καὶ πάνυ.
Τυχιάδης まったくその通りだ。
Σίμων
καὶ οὗτος μέντοι κατὰ τὸν αὐτὸν χρόνον διέτριβεν ἐν Συρακούσαις παρασιτῶν Διονυσίῳ.
Σίμων そしてこの男もまた、同じ時期にシュラクサイに滞在し、ディオニュシオスの傍らで寄食していたのだ。
πάντων γοῦν ἀμέλει τῶν παρασίτων αὐτὸς ηὐδοκίμει παρʼ αὐτῷ·
実際、すべての寄食者たちの中でも彼こそがディオニュシオスの元で最も評判が良かった。
καὶ γὰρ ἦν πλέον τι τῶν ἄλλων πρὸς τὴν τέχνην εὐφυής, ὥστε τοὺς ὀψοποιοὺς ὁσημέραι ἔπεμπεν παρὰ τοῦτον ὁ Διονύσιος ὥς τι παρʼ αὐτοῦ μαθησομένους.
というのも、彼は他の者たちよりもこの技術に対して天賦の才があったので、ディオニュシオスは料理人たちを毎日彼のもとへ送り、何かを学ばせようとしたほどだった。
οὗτος μέντοι δοκεῖ καὶ κοσμῆσαι τὴν τέχνην ἀξίως.
この男こそ、この技術にふさわしい光栄をもたらしたと思われる。
§34Σίμων
ὁ δὲ Πλάτων ὑμῶν ὁ γενναιότατος καὶ αὐτὸς μὲν ἧκεν εἰς Σικελίαν ἐπὶ τούτῳ, καὶ ὀλίγας παρασιτήσας ἡμέρας τῷ τυράννῳ τοῦ παρασιτεῖν ὑπὸ ἀφυίας ἐξέπεσε, καὶ πάλιν Ἀθήναζε ἀφικόμενος καὶ φιλοπονῄσας καὶ παρασκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ καὶ δειπνήσας πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε·
Σίμων また、君たちの最も高貴なプラトン自身も、この目的のためにシケリアへ赴き、僭主のもとで数日間寄食したものの、才能のなさのために寄食の地位から脱落した。 そして再びアテナイに戻り、精進して自らを鍛え直した後に、今度は二度目の遠征を企てるように再びシケリアへと航海した。 しかし、またしても数日間晩餐を共にしただけで、無知のために追放された。
καὶ αὕτη ἡ συμφορὰ Πλάτωνι περὶ Σικελίαν ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου.
プラトンのこのシケリアにおける災難は、ニキアスの災難と酷似していると思われる。
Τυχιάδης
καὶ τίς, ὦ Σίμων, περὶ τούτου λέγει;
Τυχιάδης しかし、シモンよ、誰がそのようなことを言っているのか。
§35Σίμων
πολλοὶ μὲν καὶ ἄλλοι, Ἀριστόξενος δὲ ὁ μουσικός, πολλοῦ λόγου ἄξιος.
Σίμων 他にも多くの者がいるが、音楽家アリストクセノスは特に重きを置くべき存在だ。
Εὐριπίδης μὲν γὰρ ὅτι Ἀρχελάῳ μέχρι μὲν τοῦ θανάτου παρεσίτει καὶ Ἀνάξαρχος Ἀλεξάνδρῳ πάντως ἐπίστασαι.
また、エウリピデスがアルケラオスにその死まで寄食していたこと、そしてアナクサルコスがアレクサンドロスに寄食していたことは、君も当然知っているだろう。
§36Σίμων
καὶ Ἀριστοτέλης δὲ τῆς παρασιτικῆς ἤρξατο μόνον ὥσπερ καὶ τῶν ἄλλων τεχνῶν.
Σίμων そしてアリストテレスもまた、他のあらゆる技術と同様に、寄生術を手始めに学んだにすぎないのだ。
§37Σίμων
φιλοσόφους μὲν οὖν, ὥσπερ ἦν, παρασιτεῖν σπουδάσαντας ἔδειξα·
Σίμων このように、言った通り、哲学者が寄食することに熱心であったことは証明した。
παράσιτον δὲ οὐδεὶς ἔχει φράσαι φιλοσοφεῖν ἐθελήσαντα.
しかし、寄食者が哲学することを望んだ例は、誰も挙げることができない。
§38Σίμων
καὶ μέντοι εἰ ἔστιν εὔδαιμον τὸ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν, ταῦτα οὐδενὶ ἄλλῳ ὑπάρχει ἢ παρασίτῳ.
Σίμων さらに、飢えず、渇かず、凍えないことが幸福であるとするなら、これらは寄食者以外の誰にも備わっていない。
ὥστε φιλοσόφους μὲν ἄν τις πολλοὺς καὶ ῥιγοῦντας καὶ πεινῶντας εὕροι, παράσιτον δὲ οὔ·
それゆえ、凍えたり飢えたりしている哲学者を多く見出すことはできても、寄食者をそのように見出すことはできない。
ἢ οὐκ ἂν εἴη παράσιτος, ἀλλὰ δυστυχής τις καὶ πτωχὸς ἄνθρωπος καὶ φιλοσόφῳ ὅμοιος.
もしそうでなければ、その者は寄食者ではなく、ただの不幸で貧しい男であり、哲学者に似た者であろう。