§24Σίμων
ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαιμονίας αὐτοῦ, ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον
οὔτε φυτεύει χερσὶ φυτὸν οὔτε ἀροῖ, ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα
νέμεται;
西盟因为关于他的幸福,还有什么必要多说呢? 正如聪明的荷马所说,唯独他 “不亲手植树,也不耕作,却享用一切未经播种、未经耕耘的食物”。
§25Σίμων
καὶ μὴν ῥήτορά τε καὶ γεωμέτρην καὶ χαλκέα οὐδὲν κωλύει τὴν ἑαυτοῦ τέχνην ἐργάζεσθαι ἐάν τε πονηρὸς ἐάν τε καὶ μωρὸς ᾖ, παρασιτεῖν δὲ οὐδεὶς δύναται ἢ μωρὸς ὢν ἢ πονηρός.
西盟而且,辩论家、几何学家和铁匠,无论他们是邪恶的还是愚蠢的,都丝毫不妨碍他们从事自己的技术;但如果一个人是愚蠢的或邪恶的,他就绝不可能当一个寄食者。
Τυχιάδης
παπαί, οἷον χρῆμα ἀποφαίνῃ τὴν παρασιτικήν·
提基阿德斯哎呀,你把寄生术说得多么了不起啊!
ὥστε καὶ αὐτὸς ἤδη βούλεσθαι δοκῶ μοι παράσιτος εἶναι ἀντὶ τούτου ὅς εἰμι.
以至于连我自己现在都觉得,想要当一个寄食者,来代替我现在的身份了。
§26Σίμων
ὡς μὲν τοίνυν κοινῇ πασῶν διαφέρει, δεδεῖχθαί μοι δοκῶ.
西盟因此,关于这门技术在总体上如何优于所有其他技术,我想我已经证明了。
φέρε δὴ ὡς καὶ κατʼ ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν.
来吧,让我们再来看看它在个体上如何优于每一种技术。
τὸ μὲν δὴ ταῖς βαναύσοις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν ἐστιν, καὶ μᾶλλόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης.
把这门技术与粗俗的体力技术相比较是愚蠢的,这在某种程度上反倒贬低了这门技术的尊严。
ὅτι γε μὴν τῶν καλλίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον.
但是,必须证明它优于那些最美好、最伟大的技术。
ὡμολόγηται δὴ πρὸς πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστήμας ἀποφαίνονταί τινες, ἐπειδὰν καὶ τούτων ἀποδείξαιμι τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτι τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων.
辩论术和哲学是所有人公认的,有些人因其高贵和知识而宣扬它们;当我证明寄生术也远胜于这些时,显然,它在其他技术中将显得最为杰出,就像娜乌西卡在女仆们中间一样。
§27Σίμων
κοινῇ μὲν οὖν ἀμφοῖν διαφέρει καὶ τῆς ῥητορικῆς καὶ τῆς φιλοσοφίας, πρῶτον κατὰ τὴν ὑπόστασιν· ἡ μὲν γὰρ ὑφέστηκεν, αἱ δὲ οὔ.
西盟因此,这门技术在总体上与辩论术和哲学都不同,首先是在其“实质”上:因为这一门有实质,而那两门没有。
οὔτε γὰρ τὴν ῥητορικὴν ἕν τι καὶ τὸ αὐτὸ νομίζομεν, ἀλλʼ οἱ μὲν τέχνην, οἱ δὲ τοὐναντίον ἀτεχνίαν, ἄλλοι δὲ κακοτεχνίαν, ἄλλοι δὲ ἄλλο τι.
因为我们并不认为辩论术是单一且相同的东西,而是有些人认为它是技术,另一些人相反地认为它是无技术,还有些人认为是恶劣的技术,其他人则认为是别的东西。
ὁμοίως δὲ καὶ τὴν φιλοσοφίαν οὐ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, ἑτέρως μὲν γὰρ Ἐπικούρῳ δοκεῖ τὰ πράγματα ἔχειν, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Στοᾶς, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Ἀκαδημίας, ἑτέρως δὲ τοῖς ἀπὸ τοῦ Περιπάτου, καὶ ἁπλῶς ἄλλος ἄλλην ἀξιοῖ τὴν φιλοσοφίαν εἶναι· καὶ μέχρι γε νῦν οὔτε οἱ αὐτοὶ γνώμης κρατοῦσιν οὔτε αὐτῶν ἡ τέχνη μία φαίνεται.
同样地,哲学也不被认为是处于相同且一贯的状态,因为在伊壁鸠鲁看来事物是一种样子,而在斯多葛派、阿卡德米派和逍遥学派看来又是别的样子,简而言之,不同的人主张不同的哲学;直到现在,既没有相同的人支配着观点,他们的技术也显得不是单一的。
ἐξ ὧν δῆλον ὅ τι τεκμαίρεσθαι καταλείπεται.
由此可以清楚地推论出留下了什么。
ἀρχὴν γάρ φημι μηδὲ εἶναι τέχνην ἧς οὐκ ἔστιν ὑπόστασις.
因为我说,凡是没有实质的,根本就不是技术。
ἐπεὶ τί δή ποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτὴ καὶ δὶς δύο παρά τε ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστιν καὶ συμφωνεῖ ταῦτα καὶ παρὰ Ἕλλησι καὶ βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν καὶ οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη σύμφωνα πασῶν;
否则,为什么算术是单一且相同的,在我们这里和波斯人那里“二乘二”都是“四”,且这在希腊人和蛮族人中都是一致的,而我们却看到许多不同的哲学,且它们所有的起点和终点都不一致呢?
Τυχιάδης
ἀληθῆ λέγεις·
提基阿德斯你说得对。
μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὴν ποιοῦσι πολλάς.
因为他们虽然说哲学是单一的,但他们自己却把它变成了许多种。
§28Σίμων
καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι.
西盟此外,对于其他技术,即使在它们之中存在某种不一致,人们也可以宽容并予以谅解,因为它们显得处于中等地位,而且它们对事物的把握并非一成不变。
φιλοσοφίαν δὲ τίς ἂν καὶ ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων;
但是,谁能忍受哲学不是单一的,而且它自身内部的不一致甚至超过了乐器呢?
μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν· πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφία μία.
因此,哲学不是单一的,因为我看到它甚至是无限的;但它也不能是许多个,因为智慧是单一的。
§29Σίμων
ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητορικῆς ταὐτὰ φαίη τις ἄν·
西盟同样地,关于辩论术的实质,人们也可以说同样的话。
τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη τοῦ μηδὲ ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις οὐκ ἔστιν·
因为对于同一个提出的主题,并不是所有人说同样的话,而是存在着相反意见的交锋。 这正是最大的证明:凡是不存在单一把握的东西,根本就不存在。
τὸ γὰρ ζητεῖν τό, τί μᾶλλον αὐτό ἐστιν, καὶ τὸ μηδέποτε ὁμολογεῖν ἓν εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν.
因为,更进一步地去探求“它究竟是什么”,并且绝不承认它是单一的,这本身就消灭了被探求之物的本质。