Humanitext Reader

ルキアノス · 食客 §14-23

寄生術の即時的な利益と王者たる性格

5 / 13 箇所 · ギリシア語

要旨

シモンは、寄生術が学習過程そのものにおいて直ちに快楽と食糧をもたらす点で他のすべての技術に勝ること、そして高貴な「友情」こそが寄生術の出発点であり、横たわって営む点で最も王者にふさわしい技術であることを論じる。

§14Σίμων καὶ μὴν αἱ ἄλλαι τέχναι τὸ τέλος ὕστερον τοῦτο ἔχουσι, μετὰ τὸ μαθεῖν καὶ τοὺς καρποὺς ἡδέως ἀπολαμβάνουσαι·
Σίμων さらに、他の技術は目的を後になってから持ち、学習した後に快くその果実を受け取る。
πολλὴ γὰρ καὶ ὄρθιος οἶμος ἐς αὐτάς·
なぜなら、「それらに至る道は長く、険しい」からだ。
ἡ δὲ παρασιτικὴ μόνη τῶν ἄλλων εὐθὺς ἀπολαύει τῆς τέχνης ἐν αὐτῷ τῷ μανθάνειν, καὶ ἅμα τε ἄρχεται καὶ ἐν τῷ τέλει ἐστίν.
これに対し、寄生術だけは他の技術とは異なり、学ぶことそれ自体において直ちに技術を享受し、開始すると同時にもう目的に達している。
καὶ μέντοι τῶν ἄλλων τεχνῶν οὐ τινές, ἀλλὰ πᾶσαι ἐπὶ μόνην τὴν τροφὴν γεγόνασιν, ὁ δὲ παράσιτος εὐθὺς ἔχει τὴν τροφὴν ἅμα τῷ ἄρξασθαι τῆς τέχνης.
また、他の技術のいくつかではなく、すべてがただ食糧のためだけに生じたのに対して、寄食者は技術を開始すると同時に直ちに食糧を得る。
ἢ οὐκ ἐννοεῖς ὅτι ὁ μὲν γεωργὸς γεωργεῖ οὐ τοῦ γεωργεῖν ἕνεκα καὶ ὁ τέκτων τεκταίνεται οὐχὶ τοῦ τεκταίνεσθαι ἕνεκα, ὁ δὲ παράσιτος οὐχ ἕτερον μέν τι διώκει, ἀλλὰ τὸ αὐτὸ καὶ ἔργον μὲν ἐστὶν αὐτοῦ καὶ οὗ ἕνεκα γίγνεται;
あるいは、農夫は農耕それ自体のために農耕をするのではなく、大工は大工仕事それ自体のために大工仕事をするのではないが、寄食者は別の何かを追求するのではなく、まさに同じものが彼の仕事であり、かつそれが生じる目的でもあるということを、お前は考えないのか。
§15Σίμων καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπίσταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι, καὶ εὐφραίνεσθαι λέγονται τότε·
Σίμων さらに、他の技術を営む者たちが、その他の時間は労苦し、月にわずか一日か二日だけを祝祭日として過ごし、その時に楽しんでいると言われるのに対し、寄食者は一ヶ月の三十日すべてを祝祭日として過ごすということを、知らない者は誰もいない。
ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκονθʼ ἡμέρας ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν.
なぜなら、彼にとってはすべての日が神々の日に思われるからだ。
§16Σίμων ἔτι οἱ μὲν βουλόμενοι τὰς ἄλλας τέχνας κατορθοῦν ὀλιγοσιτίαις καὶ ὀλιγοποσίαις χρῶνται καθάπερ οἱ νοσοῦντες, πολυποσίαις δὲ καὶ πολυσιτίαις οὐκ ἔστιν εὐφραινόμενον μανθάνειν.
Σίμων さらに、他の技術を正しく修めようとする者たちは、病人のように小食と少飲を用いる。 多飲や多食をしながら楽しみつつ学ぶことはできないからだ。
§17Σίμων καὶ αἱ μὲν ἄλλαι τέχναι χωρὶς ὀργάνων οὐδαμῶς τῷ κεκτημένῳ ὑπηρετεῖν δύνανται·
Σίμων そして、他の技術は道具なしには決してその所有者に役立つことができない。
οὔτε γὰρ αὐλεῖν ἔνι χωρὶς αὐλῶν οὔτε ψάλλειν ἄνευ λύρας οὔτε ἱππεύειν ἄνευ ἵππου·
笛なしにフルートを吹くことも、竪琴なしに竪琴を弾くことも、馬なしに馬に乗ることもできないからだ。
αὕτη δὲ οὕτως ἐστὶν ἀγαθὴ καὶ οὐ βαρεῖα τῷ τεχνίτῃ, ὥστε ὑπάρχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ.
だが、この技術は技術者にとって実に見事で、また負担にならないものであるため、道具を何一つ持っていなくてもこれを用いることができる。
§18Σίμων καὶ ὡς ἔοικεν ἄλλας τέχνας μανθάνομεν μισθὸν διδόντες, ταύτην δὲ λαμβάνοντες.
Σίμων そして、どうやら他の技術は授業料を払って学ぶのに対し、この技術は受け取って学ぶようである。
ἔτι τῶν μὲν ἄλλων τεχνῶν εἰσι διδάσκαλοί τινες, §19Σίμων τῆς δὲ παρασιτικῆς οὐδείς, ἀλλʼ ὥσπερ ἡ ποιητικὴ κατὰ Σωκράτη καὶ αὕτη τινὶ θείᾳ μοίρᾳ παραγίγνεται.
さらに、他の技術には教師たちがいるが、 Σίμων 寄生術には誰もいない。 しかし、ソクラテスによれば詩術がそうであるように、この技術もまた、ある神的な分け前によって授けられるのである。
§20Σίμων κἀκεῖνο δὲ σκόπει, ὅτι τὰς μὲν ἄλλας τέχνας ὁδεύοντες ἢ πλέοντες οὐ δυνάμεθα διαπράττεσθαι, ταύτῃ δέ ἐστι χρῆσθαι καὶ ἐν ὁδῷ καὶ πλέοντι.
Σίμων また、次のことも考えよ。 すなわち、他の技術は旅をしているときや船に乗っているときには営むことができないが、この技術は旅の途中でも船の上でも用いることができるということだ。
§21Τυχιάδης πάνυ μὲν οὖν.
Τυχιάδης まったくその通りだ。
Σίμων καὶ μέντοι, ὦ Τυχιάδη, αἱ μὲν ἄλλαι τέχναι δοκοῦσί μοι ταύτης ἐπιθυμεῖν, αὕτη δὲ οὐδεμιᾶς ἑτέρας.
Σίμων さらに、テュキアデスよ、他の技術はこの技術を望んでいるように私には思われるが、この技術は他のいかなる技術も望まない。
Τυχιάδης τί δέ, οὐχ οἱ τὰ ἀλλότρια λαμβάνοντες ἀδικεῖν σοι δοκοῦσι;
Τυχιάδης しかし、他人のものを取る者は不正を行っているとお前には思われないのか。
Σίμων πῶς γὰρ οὔ;
Σίμων 当然、そう思う。
Τυχιάδης πῶς οὖν ὁ παράσιτος τὰ ἀλλότρια λαμβάνων οὐκ ἀδικεῖ μόνος;
Τυχιάδης では、なぜ寄食者は他人のものを取りながら、唯一彼だけが不正を行っていないというのか。
§22Σίμων οὐκ ἔχω λέγειν.
Σίμων 私には説明できない。
καὶ μὴν τῶν ἄλλων τεχνῶν αἱ ἀρχαὶ φαῦλαί τινες καὶ εὐτελεῖς εἰσι, τῆς δὲ παρασιτικῆς ἀρχὴ πάνυ γενναία τις·
しかし、他の技術の始まりは取るに足りず卑しいものであるが、寄生術の始まりは極めて気高いものである。
τὸ γὰρ θρυλούμενον τοῦτο τῆς φιλίας ὄνομα οὐκ ἂν ἄλλο τι εὕροις ἢ ἀρχὴν παρασιτικῆς.
なぜなら、あの世間で評判の「友情」という名は、寄生術の始まり以外の何ものでもないとお前は知るだろうからだ。
Τυχιάδης πῶς λέγεις;
Τυχιάδης どういうことだ。
Σίμων ὅτι οὐδεὶς ἐχθρὸν ἢ ἀγνῶτα ἄνθρωπον ἀλλʼ οὐδὲ συνήθη μετρίως ἐπὶ δεῖπνον καλεῖ, ἀλλὰ δεῖ πρότερον οἶμαι τοῦτον γενέσθαι φίλον, ἵνα κοινωνήσῃ σπονδῶν καὶ τραπέζης καὶ τῶν τῆς τέχνης ταύτης μυστηρίων.
Σίμων なぜなら、敵や見知らぬ人、あるいは、そこそこの知り合いでさえ、夕食に招く者は誰もいないからだ。 そうではなく、私は、まずその者が友人にならなければならないと思う。 そうして初めて、お神酒や食卓、そしてこの技術の神秘を分かち合うことができるのだ。
ἐγὼ γοῦν πολλάκις ἤκουσά τινων λεγόντων, ποταπὸς δὲ οὗτος φίλος ὅστις οὔτε βέβρωκεν οὔτε πέπωκεν μεθʼ ἡμῶν, δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν φίλον ἡγουμένων.
ともかく、私は次のように言う人々をしばしば耳にした。 「私たちと一緒に食べもせず、飲みもしなかった者が、一体どんな友人だというのか」と。 これは明らかに、共に飲み共に食べる者だけを、信頼できる友人であると考えているからだ。
§23Σίμων ὅτι γε μὴν ἡ βασιλικωτάτη τῶν τεχνῶν ἔστιν αὕτη, μάθοις ἂν καὶ ἐκ τοῦδε οὐχ ἥκιστα·
Σίμων さらに、これが技術の中で最も王者にふさわしいものであることは、とりわけ次のことからも知ることができるだろう。
τὰς μὲν γὰρ λοιπὰς τέχνας οὐ μόνον κακοπαθοῦντες καὶ ἱδροῦντες, ἀλλὰ νὴ Δία καθήμενοι καὶ ἑστῶτες ἐργάζονται ὥσπερ ἀμέλει δοῦλοι τῶν τεχνῶν, ὁ δὲ παράσιτος μεταχειρίζεται τὴν αὑτοῦ τέχνην ὡς βασιλεὺς κατακείμενος.
すなわち、他の技術は、苦労し汗を流すだけでなく、ゼウスにかけて、座ったり立ったりして、まるで技術の奴隷のように働くのに対し、寄食者は、まるで王のように横たわって自らの技術を営むからである。

語釈・文法注

  1. 14καὶ ὄρθιος οἶμος ἐς αὐτάς — ヘシオドス『仕事と日』289-291行の有名な一節「徳へと至る道は長く、険しい」を念頭に置いた引用。原文の女性単数 αὐτήν(徳)が、ここでは先行する αἱ ἄλλαι τέχναι に一致させて複数形 αὐτάς に変更されている。また、繋ぎの動詞 ἐστί が省略されている。
  2. 16οὐκ ἔστιν εὐφραινόμενον μανθάνειν — 非人称構文 οὐκ ἔστιν(「〜することは不可能である」)に不定詞 μανθάνειν が続いている。現在分詞 εὐφραινόμενον(「楽しみながら」)は、不定詞の一般的な意味上の主語(「人が」)に一致して対格単数男性(または中性)の形をとっている。
  3. 17ὥστε ὑπάρχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ — 結果の接続詞 ὥστε に続く節。非人称的動詞 ὑπάρχει(「〜が可能である、備わっている」)が与格の現在分詞句 μηδὲν ἔχοντι(「何も道具を持っていない者にとって」)を支配している。不定詞 χρῆσθαι(「用いること」)は、その目的語として、寄生術を指す与格代名詞 αὐτῇ を要求する。
  4. 22δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν φίλον ἡγουμένων — 接続詞 ὅτι の後の構造は、前文の τινων(「ある人々」)に一致する属格複数分詞 ἡγουμένων(「〜と考えている人々」)で終始している。これは、直前の直接話法を述べた発話者たち(τινων)の心理を説明する属格表現であり、δῆλον ὅτι(「明らかに」)という副詞的表現に後続することで、本来ならば主格で独立文を形成すべきところが、属格の分詞節のままで文が終止している。

この箇所を引用する

ルキアノス, 食客 §14-23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:14-23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。