- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:24-29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
シモンはホメロスを引用しつつ寄食者の幸福と知性を称賛する。その後、寄生術が弁論術や哲学などの高貴とされる技術よりも優れている理由を、それら二つの学問には明確な実体や一致した教義がないことを挙げて論証する。
Σίμων ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαιμονίας αὐτοῦ, ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον οὔτε φυτεύει χερσὶ φυτὸν οὔτε ἀροῖ, ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα νέμεται;
Σίμων彼(寄食者)の幸福について、あの賢きホメロスに倣って、 「手で苗を植えることも、耕すこともせず、ただ種蒔かれず耕されぬすべてのものを 享受する」と言えることについて、今更何を語る必要があろうか。
Σίμων καὶ μὴν ῥήτορά τε καὶ γεωμέτρην καὶ χαλκέα οὐδὲν κωλύει τὴν ἑαυτοῦ τέχνην ἐργάζεσθαι ἐάν τε πονηρὸς ἐάν τε καὶ μωρὸς ᾖ, παρασιτεῖν δὲ οὐδεὶς δύναται ἢ μωρὸς ὢν ἢ πονηρός. Τυχιάδης παπαί, οἷον χρῆμα ἀποφαίνῃ τὴν παρασιτικήν· ὥστε καὶ αὐτὸς ἤδη βούλεσθαι δοκῶ μοι παράσιτος εἶναι ἀντὶ τούτου ὅς εἰμι.
Σίμωνさらに、弁論家や幾何学者や鍛冶屋が、悪人であろうと愚者であろうと、自らの技術を営むことを妨げるものは何もないが、愚者であったり悪人であったりして寄食することは誰にもできない。 Τυχιάδηςおやおや、お前は寄生術をなんと素晴らしいものとして提示するのだ。そのため、私自身もすでに今の自分を捨てて寄食者になりたいと思うほどだ。
Σίμων ὡς μὲν τοίνυν κοινῇ πασῶν διαφέρει, δεδεῖχθαί μοι δοκῶ. φέρε δὴ ὡς καὶ κατʼ ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν. τὸ μὲν δὴ ταῖς βαναύσοις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν ἐστιν, καὶ μᾶλλόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης. ὅτι γε μὴν τῶν καλλίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον. ὡμολόγηται δὴ πρὸς πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστήμας ἀποφαίνονταί τινες, ἐπειδὰν καὶ τούτων ἀποδείξαιμι1 τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτι τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων.
Σίμωνこのように、寄生術が全体としてすべての技術に勝っていることは、すでに証明されたと私は思う。さあ、それでは個別にそれぞれの技術に勝っていることを考察しよう。この技術を卑俗な技術と比較することは愚かであり、技術の尊厳をむしろ引き下げることになる。しかし、これが最も美しく最も偉大な技術に勝っていることは証明されねばならない。弁論術と哲学はすべての人から認められており、これらを高貴さのゆえに知識(学問)であるとさえ宣言する人々もいる。私がこれらに対しても寄生術がはるかに優れていることを証明したならば、この技術が他の技術の中で、まるでナウシカアが侍女たちの中で際立っているように、最も傑出していると思われることは明らかだろう。
Σίμων κοινῇ μὲν οὖν ἀμφοῖν διαφέρει καὶ τῆς ῥητορικῆς καὶ τῆς φιλοσοφίας, πρῶτον κατὰ τὴν ὑπόστασιν· ἡ μὲν γὰρ ὑφέστηκεν, αἱ δὲ οὔ. οὔτε γὰρ τὴν ῥητορικὴν ἕν τι καὶ τὸ αὐτὸ νομίζομεν, ἀλλʼ οἱ μὲν τέχνην, οἱ δὲ τοὐναντίον ἀτεχνίαν, ἄλλοι δὲ κακοτεχνίαν, ἄλλοι δὲ ἄλλο τι. ὁμοίως δὲ καὶ τὴν φιλοσοφίαν οὐ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, ἑτέρως μὲν γὰρ Ἐπικούρῳ δοκεῖ τὰ πράγματα ἔχειν, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Στοᾶς, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Ἀκαδημίας, ἑτέρως δὲ τοῖς ἀπὸ τοῦ Περιπάτου, καὶ ἁπλῶς ἄλλος ἄλλην ἀξιοῖ τὴν φιλοσοφίαν εἶναι· καὶ μέχρι γε νῦν οὔτε οἱ αὐτοὶ γνώμης κρατοῦσιν οὔτε αὐτῶν ἡ τέχνη μία φαίνεται. ἐξ ὧν δῆλον ὅ τι τεκμαίρεσθαι καταλείπεται.2 ἀρχὴν γάρ φημι μηδὲ εἶναι τέχνην ἧς οὐκ ἔστιν ὑπόστασις. ἐπεὶ τί δή ποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτὴ καὶ δὶς δύο παρά τε ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστιν καὶ συμφωνεῖ ταῦτα καὶ παρὰ Ἕλλησι καὶ βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν καὶ οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη σύμφωνα πασῶν; Τυχιάδης ἀληθῆ λέγεις· μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὴν ποιοῦσι πολλάς.
Σίμωνさて、寄生術は弁論術と哲学の両方に、全体として異なっている。第一にその「実体」においてである。なぜなら、一方は実体を持ち、他方は持たないからだ。というのも、私たちは弁論術を一つの同じものとはみなしておらず、ある者は技術とし、ある者はそれとは逆に非技術とし、他の者は悪術とし、また別の者は他の何かとしている。同様に、哲学もまた、同一で一様な状態にあるとはみなされていない。というのも、エピクロスには物事が一つのように見え、ストア派の人々には別のようであり、アカデメイア派の人々にはまた別のようであり、ペリパトス派の人々にはさらに別のようであり、端的に言えば、異なる者が異なる哲学を存在価値あるものとみなしているからだ。そして現在に至るまで、同じ人々が意見を支配しているわけでもなければ、彼らの技術が一つに見えるわけでもない。これらのことから、何が推論として残されるかは明らかである。なぜなら、私は実体のないものはそもそも技術ですらないと主張するからだ。一体なぜ算術は一つで同一であり、私たちの間でもペルシア人の間でも「二かける二」は「四」であり、これがギリシア人の間でもバルバロイの間でも一致しているのに、私たちは哲学の多くの異なるものを見ており、それらすべての始まりも終わりも一致していないのだろうか。 Τυχιάδηςお前の言う通りだ。彼らは哲学が一つであると言いながら、自分たち自身でそれを多くにしているのだから。
Σίμων καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι. φιλοσοφίαν δὲ τίς ἂν καὶ ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων; μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν· πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφία μία.
Σίμωνさらに、他の技術については、たとえこれらに関して何かしら不一致があっても、それが中庸なものと思われ、またそれらの把握が不変なものではないがゆえに、大目に見ることもできよう。しかし、哲学が一つでなく、楽器よりも自らの中で一致していないことに、一体誰が耐えられようか。それゆえ、哲学が一つでないことは明らかだ、なぜならそれが限りなく多く存在しているのを私は見ているからだ。他方で、智慧は一つであるからには、多く存在するはずがない。
Σίμων ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητορικῆς ταὐτὰ φαίη τις ἄν· τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη τοῦ μηδὲ ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις οὐκ ἔστιν· τὸ γὰρ ζητεῖν τό, τί μᾶλλον αὐτό ἐστιν,3 καὶ τὸ μηδέποτε ὁμολογεῖν ἓν εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν.
Σίμων同様に、弁論術の実体についても同じことが言えるだろう。すなわち、一つの提示された問題について全員が同じことを言うのではなく、相反する意見の対立があるということは、一つの共通の把握が存在しないものはそもそも存在しない(技術ではない)という最大の証明である。なぜなら、「それが何であるか」をより一層探求すること、そして一つであると決して認めないことは、それ自体が探求されているものの本質を消し去るからだ。
- 26ἐπειδὰν ... ἀποδείξαιμι
接続辞 ἐπειδάν(ἐπειδή + ἄν)は通常、接続法を伴って未来の不確定な条件を表すが、ここでは希求法 ἀποδείξαιμι が用いられている。これは後古典期、特にルキアノスのような第二ソフィスト期の作家にしばしば見られる、古典アッティカ散文の擬古的な模倣による希求法の使用例である。
- 27ὅ τι τεκμαίρεσθαι καταλείπεται
ὅ τι は間接疑問代名詞(ὅστιςの中性単数対格)で、非人称動詞 καταλείπεται(残されている)の主語となる不定詞 τεκμαίρεσθαι(推論すること)の目的語として機能している。全体で「何をおしはかる(推論する)ことが残されているか」を意味する間接疑問節を形成し、δῆλον(明白である)の主語(または説明節)となっている。
- 29τό, τί μᾶλλον αὐτό ἐστιν
定冠詞 τό(中性単数対格)が、間接疑問節「τί μᾶλλον αὐτό ἐστιν」(それが何であるか)全体を名詞句化している。τί μᾶλλον(何がより〜か)は、ピュロン主義などの懐疑主義派が用いた「οὐ μᾶλλον」(何々であるとも、ないとも言えない)という術語的表現を反映しており、事物の本質を決定できない状態を指す。この節全体が ζητεῖν の目的語となっている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
