§42Τιμοκλῆς
οὐκοῦν ἅπαντες ἄνθρωποι καὶ τὰ ἔθνη ἐξηπάτηνται θεοὺς νομίζοντες καὶ πανηγυρίζοντες;
ティモクレスでは、すべての人々と諸民族は、神々を信じ、その祭りを祝うことで欺かれているというのか。
Δάμις
εὖ γε, ὦ Τιμόκλεις, ὅτι με ὑπέμνησας τῶν κατὰ ἔθνη νομιζομένων, ἀφʼ ὧν μάλιστα συνίδοι τις ἂν ὡς οὐδὲν βέβαιονὁ περὶ θεῶν λόγος ἔχει·
ダミス実によくぞ、ティモクレスよ、諸民族の間で信じられている事柄を私に思い出させてくれた。 それによってこそ、神々に関する議論がいかに不確かなものであるかを、人は最もよく理解できるだろう。
πολλὴ γὰρ ἡ ταραχὴ καὶ ἄλλοι ἄλλα νομίζουσι, Σκύθαι μὲν ἀκινάκῃ θύοντες καὶ Θρᾷκες Ζαμόλξιδι, δραπέτῃ ἀνθρώπῳ ἐκ Σάμου ὡς αὐτοὺς ἥκοντι, Φρύγες δὲ Μήνῃ καὶ Αἰθίοπες Ἡμέρᾳ καὶ Κυλλήνιοι Φάλητι καὶ Ἀσσύριοι περιστερᾷ καὶ Πέρσαι πυρὶ καὶ Αἰγύπτιοι ὕδατι.
混乱は大きく、他の人々は他のものを信じているからだ。 スキタイ人は短剣に犠牲を捧げ、トラキア人はサモスから逃亡して彼らのもとにやって来た人間にすぎないザルモクシスを崇拝し、フリュギア人はメネを、アイティオピア人はヘメラを、キュレネ人はパレスを、アッシリア人は鳩を、ペルシア人は火を、エジプト人は水を信じている。
καὶ τοῦτο μὲν ἅπασι κοινὸν τοῖς Αἰγυπτίοις τὸ ὕδωρ, ἰδίᾳ δὲ Μεμφίταις μὲν ὁ βοῦς θεός, Πηλουσιώταις δὲ κρόμμυον, καὶ ἄλλοις ἶβις ἢ κροκόδειλος καὶ ἄλλοις κυνοκέφαλος ἢ αἴλουρος ἢ πίθηκος·
そして、この水はすべてのエジプト人に共通だが、個別のものとしては、メンフィスの人々にとっては牛が神であり、ペルシオンの人々にとっては玉ねぎが、他の人々にとってはトキやワニが、さらに他の人々にとってはイヌヒヒや猫や猿が神なのだ。
καὶ ἔτι κατὰ κώμας τοῖς μὲνὁ δεξιὸς ὦμος θεός, τοῖς δὲ κατʼ ἀντιπέρας οἰκοῦσιν ἅτερος·
さらには村ごとに、ある者たちにとっては右肩が神であり、川を隔てて向かい側に住む者たちにとってはもう一方の肩が神なのだ。
καὶ ἄλλοις κεφαλῆς ἡμίτομον, καὶ ἄλλοις ποτήριον κεραμεοῦν ἢ τρύβλιον.
またある者たちにとっては頭の半分が、別の者たちにとっては粘土の杯や鉢が神なのだ。
ταῦτα πῶς οὐ γέλως ἐστίν, ὦ καλὲ Τιμόκλεις;
美しきティモクレスよ、これらのことがどうして物笑いの種にならないだろうか。
Μῶμος
οὐκ ἔλεγον, ὦ θεοί, ταῦτα πάντα ἥξειν εἰς τοὐμφανὲς καὶ ἀκριβῶς ἐξετασθήσεσθαι;
モモス神々よ、私は言わなかったか、これらすべてが白日の下に晒され、厳密に詮索されることになるだろうと。
Ζεύς
ἔλεγες, ὦ Μῶμε, καὶ ἐπετίμας ὀρθῶς, καὶ ἔγωγε πειράσομαι ἐπανορθώσασθαι αὐτά, ἢν τὸν ἐν ποσὶ τοῦτον κίνδυνον διαφύγωμεν.
ゼウス言っていたとも、モモスよ、お前の非難は正しかった。 そして、足元にあるこの危機を我々が逃れおおせたなら、私もこれらを正すように努めよう。
§43Τιμοκλῆς
ἀλλʼ, ὦ θεοῖς ἐχθρὲ σύ, τοὺς χρησμοὺς καὶ προαγορεύσεις τῶν ἐσομένων τίνος ἔργον ἂν εἴποις ἢ θεῶν καὶ τῆς προνοίας τῆς ἐκείνων;
ティモクレスだが、神々の敵たるお前よ、神託や未来の予言は、神々とその配慮以外の誰の仕業であると言うのか。
Δάμις
σιώπησον, ὦ ἄριστε, περὶ τῶν χρησμῶν, ἐπεὶ ἐρήσομαί σε τίνος αὐτῶν μάλιστα μεμνῆσθαι ἀξιοῖς;
ダミス最善の男よ、神託については黙っているがよい。 というのも、お前はそれらのうち特にどれを引き合いに出すつもりなのか、私が尋ねるからだ。
ἆρʼ ἐκείνου ὃν τῷ Λυδῷ ὁ Πύθιος ἔχρησεν, ὃς ἀκριβῶς ἀμφήκης ἦν καὶ διπρόσωπος, οἷοί εἰσι τῶν Ἑρμῶν ἔνιοι, διττοὶ καὶ ἀμφοτέρωθεν ὅμοιοι πρὸς ὁπότερον ἂν αὐτῶν μέρος ἐπιστραφῇς;
ピュティアの神がリュディア人に与えたあの神託だろうか。 それはまさに、二つの顔を持つヘルメス像の一部のように、どちらの側に振り返っても同じ顔が見える、両刃で二つの顔を持つものだった。
ἢ τί γὰρ μᾶλλον ὁ Κροῖσος διαβὰς τὸν Ἅλυν τὴν αὑτοῦ ἀρχὴν ἢ τὴν Κύρου καταλύσει;
というのも、クロイソスがハリュス川を渡れば、彼自身の帝国とキュロスの帝国のどちらを滅ぼすことになるのか、どうして分かり得ただろうか。
καίτοι οὐκ ὀλίγων ταλάντων ὁ Σαρδιανὸς ἐκεῖνος ὄλεθρος τὸ ἀμφιδέξιον τοῦτο ἔπος ἐπρίατο.
にもかかわらず、あの破滅へと向かったサルディスの王は、このどちらとも取れる言葉を少なからぬタラントンを支払って買い求めたのだ。
Μῶμος
αὐτά που, ὦ θεοί, ἁνὴρ διεξέρχεται λέγων ἃ ἐδεδίειν μάλιστα.
モモス神々よ、この男は、私が最も恐れていたまさにそのことを一字一句述べているではないか。
ποῦ νῦν ὁ καλὸς ἡμῖν κιθαρῳδός;
我々の麗しき竪琴弾きは今どこにいる?
ἀπολόγησαι αὐτῷ κατελθὼν πρὸς ταῦτα.
地上に降りて行って、この事柄について彼に弁明するがよい。
Ζεύς
σὺ ἡμᾶς ἐπισφάττεις, ὦ Μῶμε, οὐκ ἐν καιρῷ νῦν ἐπιτιμῶν.
ゼウスモモスよ、お前は我々に止めを刺そうというのか。 今そんな非難をするのは、時宜にかなっていない。
§44Τιμοκλῆς
ὅρα οἷα ποιεῖς, ὦ ἀλιτήριε Δᾶμι, μονονουχὶ τὰ ἕδη αὐτὰ τῶν θεῶν ἀνατρέπεις τῷ λόγῳ καὶ βωμοὺς αὐτῶν.
ティモクレス自分が何をしているか見るがよい、不届きなダミスよ。 お前は自分の言葉によって、神々の神像そのものや、神々の祭壇をほとんどひっくり返そうとしているではないか。
Δάμις
οὐ πάντας ἔγωγε τοὺς βωμούς, ὦ Τιμόκλεις.
ダミス私はすべての祭壇をではない、ティモクレスよ。
τί γὰρ καὶ δεινὸν ἀπʼ αὐτῶν γίγνεται, εἰ θυμιαμάτων καὶ εὐωδίας μεστοί εἰσι;
というのも、祭壇がお香や香気で満ちているとして、そこから何の害が生じるというのか。
τοὺς δὲ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἡδέως ἂν ἐπεῖδον ἐκ βάθρων ἐπὶ κεφαλὴν ἀνατρεπομένους, ἐφʼ ὧν τοιαῦτα ἡ παρθένος εὐωχουμένη ἔχαιρεν.
だが、タウリカイにおけるアルテミスの祭壇は、根底から真っ逆さまにひっくり返るのを喜んで見届けたいものだ。 その祭壇の上で、かの処女はそのような饗宴を楽しみ、喜んでいたのだからな。
Ζεύς
τουτὶ πόθεν ἡμῖν τὸ ἄμαχον κακὸν ἐπιχεῖ;
ゼウスこの防ぎがたい災厄は、一体どこから我々に降りかかってきたのだ。
ὡς δαιμόνων οὐδενὸς ἁνὴρ φείδεται, ἀλλʼ ἐξ ἁμάξης παρρησιάζεται καὶ
"μάρπτει ἑξείης, ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
この男は神々の誰をも容赦せず、荷車の上から放言し、「罪ある者もそうでない者も、順々にひっつかむ」のだ。
"
Μῶμος
καὶ μὴν ὀλίγους ἄν, ὦ Ζεῦ, τοὺς ἀναιτίους εὕροις ἐν ἡμῖν·
モモスだが実際、ゼウスよ、我々のうちに罪なき者などほとんど見いだせまい。
καί που τάχα προϊὼν ὁ ἄνθρωπος ἅψεται καὶ τῶν κορυφαίων τινός.
そしておそらくこの男は、まもなく話を進めて、指導的な神々の一人にも手をかけることだろう。