§39Τιμοκλῆς
ἐγὼ μὲν οὐκ οἶμαι καὶ ἄλλης ἐπὶ τούτοις δεῖν ἀποδείξεως.
ティモクレス私はこれら(の事例)に加えてさらに別の証明が必要だとは思わない。
ὅμως δʼ οὖν ἐρῶ·
だがともかく言おう。
ἀπόκριναι γάρ μοι, Ὅμηρός σοι δοκεῖ ἄριστος ποιητὴς γενέσθαι;
私に答えてくれ、ホメロスは最も優れた詩人であったとお前には思われるか。
Δάμις
καὶ μάλα.
ダミスいかにも。
Τιμοκλῆς
οὐκοῦν ἐκείνῳ ἐπείσθην τὴν πρόνοιαν τῶν θεῶν ἐμφανίζοντι.
ティモクレスそれゆえ、私は神々の配慮を明らかにしている彼によって説得されたのだ。
Δάμις
ἀλλʼ, ὦ θαυμάσιε, ποιητὴν μὲν ἀγαθὸν Ὅμηρον γενέσθαι πάντες σοι συνομολογήσουσι, μάρτυρα δὲ ἀληθῆ περὶ τῶν τοιούτων οὔτʼ ἐκεῖνον οὔτε ἄλλον ποιητὴν οὐδένα·
ダミスだが、不思議な男よ、ホメロスが優れた詩人であったことには誰もが君に同意するだろうが、このような事柄についての真実の証人としては、彼も他のどの詩人も認めはしないだろう。
οὐ γὰρ ἀληθείας μέλει αὐτοῖς, οἶμαι, ἀλλὰ τοῦ κηλεῖν τοὺς ἀκούοντας, καὶ διὰ τοῦτο μέτροις τε κατᾴδουσι καὶ μύθοις κατηχοῦσι καὶ ὅλως ἅπαντα ὑπὲρ τοῦ τερπνοῦ μηχανῶνται.
というのも、思うに彼らにとって関心があるのは真実ではなく、聴き手を魅了することだからだ。 それゆえ彼らは韻律で歌いかけ、神話で耳を傾けさせ、全体としてすべてを快楽のために策するのだ。
§40Δάμις
ἀτὰρ ἡδέως ἂν καὶ ἀκούσαιμι οἷστισι μάλιστα ἐπείσθης τῶν Ὁμήρου·
ダミスところで、ホメロスの言葉のうち、君が特にどの言葉によって説得されたのか、喜んで聞きたいものだ。
ἆρα οἷς περὶ τοῦ Διὸς λέγει, ὡς ἐπεβούλευον συνδῆσαι αὐτὸν ἡ θυγάτηρ καὶ ὁ ἀδελφὸς καὶ ἡ γυνή;
ゼウスについて語られていること、すなわち、彼の娘と兄弟と妻が彼を縛り上げようと企てたという箇所によってだろうか。
καὶ εἴ γε μὴ τὸν Βριάρεων ἡ Θέτις ἐκάλεσεν ἐπεπέδητο ἂν ἡμῖν ὁ βέλτιστος Ζεὺς συναρπασθείς.
もしテティスがブリアレオスを呼ばなかったならば、我々の最も優れたゼウスは捕らえられて縛られていたことだろう。
ἀνθʼ ὧν καὶ ἀπομνημονεύων τῇ Θέτιδι τὴν εὐεργεσίαν ἐξαπατᾷ τὸν Ἀγαμέμνονα ὄνειρόν τινα ψευδῆ ἐπιπέμψας, ὡς πολλοὶ τῶν Ἀχαιῶν ἀποθάνοιεν.
その恩義を覚えていて、テティスのために、彼は偽りの夢を送り込んでアガメムノンを欺き、多くのアカイア人が死ぬようにした。
ὁρᾷς;
分かるかね。
ἀδύνατον γὰρ ἦν αὐτῷ κεραυνὸν ἐμβαλόντι καταφλέξαι τὸν Ἀγαμέμνονα αὐτὸν ἄνευ τοῦ ἀπατεῶνα εἶναι δοκεῖν.
欺瞞者と見なされることなしに、自ら雷を投じてアガメムノンを焼き尽くすことは、彼には不可能だったのだ。
ἢ ἐκεῖνά σε μάλιστα εἰς τὴν πίστιν ἐπεσπάσαντο, ἀκούοντα ὡς Διομήδης μὲν ἔτρωσε τὴν Ἀφροδίτην, εἶτα τὸν Ἄρη αὐτὸν Ἀθηνᾶς παρακελεύσει, μετὰ μικρὸν δὲ αὐτοὶ συμπεσόντες οἱ θεοὶ ἐμονομάχουν ἀναμὶξ ἄρρενες καὶ θήλειαι, καὶ Ἀθηνᾶ μὲν Ἄρη καταγωνίζεται ἅτε καὶ προπεπονηκότα, οἶμαι, ἐκ τοῦ τραύματος ὃ παρὰ τοῦ Διομήδους εἰλήφει,
"Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς;
あるいは、ディオメデスがアプロディテを傷つけ、次いでアテナの勧めによってアレス自身を傷つけたこと、その少し後には神々自身が衝突し合って男女入り乱れて一対一で戦い、アテナは、思うにディオメデスから受けた傷のためにすでに弱っていたアレスを打ち負かし、「レトに対しては、救い主にして恩恵をもたらすヘルメスが立ちふさがった」というようなことによってだろうか。
"
ἢ τὰ περὶ τῆς Ἀρτέμιδός σοι πιθανὰ ἔδοξεν, ὡς ἐκείνη μεμψίμοιρος οὖσα ἠγανάκτησεν οὐ κληθεῖσα ἐφʼ ἑστίασιν ὑπὸ τοῦ Οἰνέως, καὶ διὰ τοῦτο σῦν τινα ὑπερφυᾶ καὶ ἀνυπόστατον τὴν ἀλκὴν ἐπαφῆκεν ἐπὶ τὴν χώραν αὐτοῦ;
あるいはアルテミスに関する事柄が説得力あるものと思われたのだろうか。 彼女は不満を抱いて、オイネウスから宴会に招かれなかったことに憤慨し、そのために並外れて手に負えない力を持つ一頭の猪を彼の地に送り込んだということが。
ἆρʼ οὖν τὰ τοιαῦτα λέγων σε Ὅμηρος πέπεικε;
はたして、このようなことを語るホメロスが君を説得したのか。
§41Ζεύς
βαβαί· ἡλίκον, ὦ θεοί, ἀνεβόησε τὸ πλῆθος, ἐπαινοῦντες τὸν Δᾶμιν·
ゼウスおお、神々よ、群衆はダミスを称賛してなんと大声で叫んだことか。
ὁ δʼ ἡμέτερος ἀπορουμένῳ ἔοικεν·
我々の側の者は困惑しているように見える。
ἰδίει γοῦν καὶ ὑποτρέμει καὶ δῆλός ἐστιν ἀπορρίψων τὴν ἀσπίδα, καὶ ἤδη περιβλέπει οἷ παρεκδὺς ἀποδράσεται.
現に彼は汗を流し、小刻みに震えており、盾を投げ捨てようとしているのが明らかだ。 そしてどこから抜け出して逃げ出そうかと、すでに辺りを見回している。
Τιμοκλῆς
οὐδʼ Εὐριπίδης ἄρα σοι δοκεῖ λέγειν τι ὑγιές, ὁπόταν αὐτοὺς ἀναβιβασάμενος τοὺς θεοὺς ἐπὶ τὴν σκηνὴν δεικνύῃ σώζοντας μὲν τοὺς χρηστοὺς τῶν ἡρώων, τοὺς πονηροὺς δὲ καὶ κατὰ σὲ τὴν ἀσέβειαν ἐπιτρίβοντας;
ティモクレスでは、エウリピデスもまた、神々自身を舞台に登場させて、英雄たちのうちの善良な者たちを救う一方で、お前のように不敬な悪党どもを滅ぼすのを示すとき、何ら健全なことを語っていないと思われるのか。
Δάμις
ἀλλʼ, ὦ γενναιότατε φιλοσόφων Τιμόκλεις, εἰ ταῦτα ποιοῦντες οἱ τραγῳδοὶ πεπείκασί σε, ἀνάγκη δυοῖν θάτερον, ἤτοι Πῶλον καὶ Ἀριστόδημον καὶ Σάτυρον ἡγεῖσθαί σε θεοὺς εἶναι τότε ἢ τὰ πρόσωπα τῶν θεῶν αὐτὰ καὶ τοὺς ἐμβάτας καὶ τοὺς ποδήρεις χιτῶνας καὶ χλαμύδας καὶ χειρῖδας καὶ προγαστρίδια καὶ τἆλλα οἷς ἐκεῖνοι σεμνύνουσι τὴν τραγῳδίαν, ὅπερ καὶ γελοιότατον·
ダミスだが、哲学者たちのうちで最も高貴なティモクレスよ、悲劇作家たちがこのようなことを行うのを見て君が納得させられたのだとしたら、二つのうちどちらか一方が必然となる。 すなわち、君がポロスやアリストデモスやサテュロスをその時に神々であるとみなすか、あるいは神々の仮面そのものや、高底の靴、足元まで届くキトン、外套、手袋、詰め腹、その他彼らが悲劇を荘厳にするために用いるものどもを神とみなすかだ。 だが、それは極めて滑稽なことだ。
ἐπεὶ καθʼ ἑαυτὸν ὁπόταν ὁ Εὐριπίδης, μηδὲν ἐπειγούσης τῆς χρείας τῶν δραμάτων, τὰ δοκοῦντά οἱ λέγῃ, ἀκούσῃ αὐτοῦ τότε παρρησιαζομένου,
"
ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα
καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις;
というのも、劇の必要性に迫られていないときに、エウリピデスが自分自身の考えを語るのを聞けば、彼が次のように率直に語っているのがわかるからだ。 「見よ、遥か高みにあるあの無限のアイテルを、そして大地の周りを湿った腕で抱くものを。
τοῦτον νόμιζε Ζῆνα, τόνδʼ ἡγοῦ θεόν.
これをゼウスと認め、これを神と思え。
"
καὶ πάλιν,
"Ζεύς, ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα, πλὴν λόγῳ κλύων.
」あるいはまたこうだ。 「ゼウスとは誰のことか。 私は知らない、ただ言葉で聞くばかりだ。
"
καὶ τὰ τοιαῦτα.
」などといった具合に。