§45Τιμοκλῆς
οὐδὲ βροντῶντος ἄρα τοῦ Διὸς ἀκούεις, ὦ θεομάχε Δᾶμι;
ティモクレスでは、ゼウスが雷を鳴らしているのさえ、お前は聞こえないというのか、神に抗うダミスよ。
Δάμις
καὶ πῶς οὐ μέλλω βροντῆς ἀκούειν, ὦ Τιμόκλεις;
ダミス雷の音が聞こえないわけがないではないか、ティモクレスよ。
εἰ δʼ ὁ Ζεὺς ὁ βροντῶν ἐστι, σὺ ἄμεινον ἂν εἰδείης ἐκεῖθέν ποθεν παρὰ τῶν θεῶν ἀφιγμένος·
しかし、もし雷を鳴らしているのがゼウスなら、あちらの神々のところからやって来たお前の方がよく知っているだろう。
ἐπεὶ οἵ γε ἐκ Κρήτης ἥκοντες ἄλλα ἡμῖν διηγοῦνται, τάφον τινὰ κεῖθι δείκνυσθαι καὶ στήλην ἐφεστάναι δηλοῦσαν ὡς οὐκέτι βροντήσειεν ἂν ὁ Ζεὺς πάλαι τεθνεώς.
というのも、クレタから来た者たちは我々に別のことを語っており、あそこにはある墓が示され、碑が立っていて、ゼウスはとっくに死んでしまってもはや雷を鳴らすことはないだろうということを示しているのだから。
Μῶμος
τοῦτʼ ἐγὼ πρὸ πολλοῦ ἠπιστάμην ἐροῦντα τὸν ἄνθρωπον.
モモス私はこの男がそう言うだろうことを、とうの昔から知っていた。
τί δʼ οὖν, ὦ Ζεῦ, ὠχρίακας ἡμῖν καὶ συγκροτεῖς τοὺς ὀδόντας ὑπὸ τοῦ τρόμου;
それにしても、ゼウスよ、なぜお前は我々の前で青ざめて、恐怖で歯をガチガチと鳴らしているのだ。
θαρρεῖν χρὴ καὶ τῶν τοιούτων ἀνθρωπίσκων καταφρονεῖν.
勇気を持ち、このような小人どもを見下さねばならん。
Ζεύς
τί λέγεις, ὦ Μῶμε;
ゼウス何を言うのだ、モモスよ。
καταφρονεῖν;
見下すだと?
οὐχ ὁρᾷς ὅσοι ἀκούουσι καὶ ὡς συμπεπεισμένοι εἰσὶν ἤδη καθʼ ἡμῶν καὶ ἀπάγει αὐτοὺς ἀναδησάμενος τῶν ὤτων ὁ Δᾶμις;
どれほど多くの者が耳を傾け、すでに我々に反対するように説得されてしまっているか、そしてダミスが彼らの耳を縛り上げて連れ去っているのが見えないのか。
Μῶμος
ἀλλὰ σύ, ὦ Ζεῦ, ὁπόταν θελήσῃς, σειρὴν χρυσείην καθεὶς ἅπαντας αὐτοὺς
"αὐτῇ κεν γαίῃ ἐρύσαις αὐτῇ τε θαλάσσῃ. "
モモスだがゼウスよ、お前が望むならいつでも、金の鎖を垂らして、彼らすべてを「大地もろとも、海もろとも引き上げることができる」のだぞ。
§46Τιμοκλῆς
εἰπέ μοι, ὦ κατάρατε, πέπλευκας ἤδη ποτέ;
ティモクレス言ってみろ、呪われた者よ、お前はこれまでに航海したことがあるか。
Δάμις
καὶ πολλάκις, ὦ Τιμόκλεις.
ダミスそれも何度もだ、ティモクレスよ。
Τιμοκλῆς
οὔκουν ἔφερε μὲν ὑμᾶς τότε ἢ ἄνεμος ἐμπίπτων τῇ ὀθόνῃ καὶ ἐμπιπλὰς τὰ ἀκάτια ἢ οἱ ἐρέττοντες, ἐκυβέρνα δὲ εἷς τις ἐφεστὼς καὶ ἔσωζε τὴν ναῦν;
ティモクレスでは、そのときお前たちを運んだのは、帆に吹き付けて小舟を満たした風か、あるいは漕ぎ手たちであり、一人の者がその上に立って操舵し、船を救っていたのではないか。
Δάμις
καὶ μάλα.
ダミスまさにその通りだ。
Τιμοκλῆς
εἶτα ἡ ναῦς μὲν οὐκ ἂν ἔπλει μὴ κυβερνωμένη, τὸ δὲ ὅλον τοῦτο ἀκυβέρνητον οἴει καὶ ἀνηγεμόνευτον φέρεσθαι;
ティモクレスだとすれば、船は操舵されなければ進まないというのに、この全宇宙が操舵手も指導者もなしに運行されているとお前は思うのか。
Ζεύς
εὖ γε, συνετῶς ὁ Τιμοκλῆς ταῦτα καὶ ἰσχυρῷ τῷ παραδείγματι.
ゼウスよくぞ言った、ティモクレスはこれを賢明に、かつ強力な例えを用いて語っているぞ。
§47Δάμις
ἀλλʼ, ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν ἀεὶ τὰ συμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδέν τι εἶχεν ἡ ναῦς ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς·
ダミスだが、神に最も愛されしティモクレスよ、あの操舵手なら、常に有益なことを考え、機を逸せず準備し、船乗りたちに命令しているのを見たであろう。 船には、彼らににとって航海にどうしても役立たず、必要でないような、不都合で不条理なものは何一つなかった。
ὁ δὲ σὸς οὗτος κυβερνήτης, ὃν τῇ μεγάλῃ ταύτῃ νηῒ ἐφεστάναι ἀξιοῖς, καὶ οἱ συνναῦται αὐτοῦ οὐδὲν εὐλόγως οὐδὲ κατὰ τὴν ἀξίαν διατάττουσιν, ἀλλʼ ὁ μὲν πρότονος, εἰ τύχοι, ἐς τὴν πρύμναν ἀποτέταται, οἱ πόδες δʼ ἐς τὴν πρῷραν ἀμφότεροι·
しかし、お前がこの巨大な船の上に立っていると主張するお前のあの操舵手やその仲間の船乗りたちは、何一つ道理にかなった方法でも、価値にふさわしい方法でも配置していない。 たとえば、フォアステイは、もしそうであったならだが、船尾に張られ、両方のシートは船首に張られている。
καὶ χρυσαῖ μὲν αἱ ἄγκυραι ἐνίοτε, ὁ χηνίσκος δὲ μολυβδοῦς, καὶ τὰ μὲν ὕφαλα κατάγραφα, τὰ δὲ ἔξαλα τῆς νεὼς ἄμορφα.
また錨は時に金製でありながら、船尾の飾りは鉛製であり、吃水線下の部分は装飾されているのに、吃水線より上の部分は見苦しいままだ。
§48Δάμις
καὶ αὐτῶν δὲ τῶν ναυτῶν ἴδοις ἂν τὸν μὲν ἀργὸν καὶ ἄτεχνον καὶ ἄτολμον πρὸς τὰ ἔργα διμοιρίτην ἢ τριμοιρίτην, τὸν δὲ κατακολυμβῆσαί τε ἄοκνον καὶ ἐπὶ τὴν κεραίαν ἀναπηδῆσαι ῥᾴδιον καὶ εἰδότα τῶν χρησίμων ἕκαστα μόνον, τοῦτον ἀντλεῖν προστεταγμένον·
ダミス船乗りたち自身を見ても、怠惰で技術もなく、仕事に対して臆病な者が、二倍あるいは三倍の分け前を得ており、一方で、潜ることをためらわず、帆桁へ軽々と跳び上がることができ、有益な事柄をことごとく知っている唯一の者が、閼伽を汲み出すように命じられているのを見るだろう。
τὰ δὲ αὐτὰ καὶ ἐν τοῖς ἐπιβάταις, μαστιγίαν μέν τινα ἐν προεδρίᾳ παρὰ τὸν κυβερνήτην καθήμενον καὶ θεραπευόμενον, καὶ ἄλλον κίναιδον ἢ πατραλοίαν ἢ ἱερόσυλον ὑπερτιμώμενον καὶ τὰ ἄκρα τῆς νεὼς κατειληφότα, χαρίεντας δὲ πολλοὺς ἐν μυχῷ τοῦ σκάφους στενοχωρουμένους καὶ ὑπὸ τῶν πρὸς ἀλήθειαν χειρόνων πατουμένους·
乗客の間でも同様のことが起きている。 鞭打たれるべき奴隷のような者が操舵手の傍らの特等席に座ってもてなされ、他の男色家や父親殺し、神殿荒らしが過剰に尊ばれて船の最も高い場所を占拠している。 その一方で、多くの気品ある人々が船底の隅に押し込められ、真に劣った者たちによって踏みつけられているのだ。
ἐννόησον γοῦν ὅπως μὲν Σωκράτης καὶ Ἀριστείδης ἔπλευσαν καὶ Φωκίων, οὐδὲ τὰ ἄλφιτα διαρκῆ ἔχοντες οὐδὲ ἀποτεῖναι τοὺς πόδας δυνάμενοι ἐπὶ γυμνῶν τῶν σανίδων παρὰ τὸν ἄντλον, ἐν ὅσοις δὲ ἀγαθοῖς Καλλίας καὶ Μειδίας καὶ Σαρδανάπαλλος, ὑπερτρυφῶντες καὶ τῶν ὑφʼ αὑτοῖς καταπτύοντες.
考えてもみるがよい。 ソクラテスやアリステイデス、フォキオンがいかに航海したかを。 彼らは十分な大麦粉さえ持たず、ビルジの傍らの裸の板の上で足を伸ばすこともできなかった。 それに対し、カリアスやメイディアス、サルダナパロスがいかに多くの富に囲まれ、贅を尽くし、自分たちの下にいる者たちを唾棄していたかを。