← ルキアノス

悲劇役者ゼウス

§42-44

諸民族の奇妙な信仰と神々の危機を憂うゼウス

ダミスは世界各地の奇妙で多様な神事や不確かな神託を列挙して、神々を信じることの愚かしさを主張する。天上ではゼウスとモモスがこれを注視し、神々の危機の到来と弁明の不可能性について話し合っている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§42

Τιμοκλῆς οὐκοῦν ἅπαντες ἄνθρωποι καὶ τὰ ἔθνη ἐξηπάτηνται θεοὺς νομίζοντες καὶ πανηγυρίζοντες; Δάμις εὖ γε, ὦ Τιμόκλεις, ὅτι με ὑπέμνησας τῶν κατὰ ἔθνη νομιζομένων,1 ἀφʼ ὧν μάλιστα συνίδοι τις ἂν ὡς οὐδὲν βέβαιον ὁ περὶ θεῶν λόγος ἔχει·2 πολλὴ γὰρ ἡ ταραχὴ καὶ ἄλλοι ἄλλα νομίζουσι, Σκύθαι μὲν ἀκινάκῃ θύοντες καὶ Θρᾷκες Ζαμόλξιδι, δραπέτῃ ἀνθρώπῳ ἐκ Σάμου ὡς αὐτοὺς ἥκοντι, Φρύγες δὲ Μήνῃ καὶ Αἰθίοπες Ἡμέρᾳ καὶ Κυλλήνιοι Φάλητι καὶ Ἀσσύριοι περιστερᾷ καὶ Πέρσαι πυρὶ καὶ Αἰγύπτιοι ὕδατι. καὶ τοῦτο μὲν ἅπασι κοινὸν τοῖς Αἰγυπτίοις τὸ ὕδωρ, ἰδίᾳ δὲ Μεμφίταις μὲν ὁ βοῦς θεός, Πηλουσιώταις δὲ κρόμμυον, καὶ ἄλλοις ἶβις ἢ κροκόδειλος καὶ ἄλλοις κυνοκέφαλος ἢ αἴλουρος ἢ πίθηκος· καὶ ἔτι κατὰ κώμας τοῖς μὲν ὁ δεξιὸς ὦμος θεός, τοῖς δὲ κατʼ ἀντιπέρας οἰκοῦσιν ἅτερος· καὶ ἄλλοις κεφαλῆς ἡμίτομον, καὶ ἄλλοις ποτήριον κεραμεοῦν ἢ τρύβλιον. ταῦτα πῶς οὐ γέλως ἐστίν, ὦ καλὲ Τιμόκλεις; Μῶμος οὐκ ἔλεγον, ὦ θεοί, ταῦτα πάντα ἥξειν εἰς τοὐμφανὲς καὶ ἀκριβῶς ἐξετασθήσεσθαι; Ζεύς ἔλεγες, ὦ Μῶμε, καὶ ἐπετίμας ὀρθῶς, καὶ ἔγωγε πειράσομαι ἐπανορθώσασθαι αὐτά, ἢν τὸν ἐν ποσὶ τοῦτον κίνδυνον διαφύγωμεν.

ティモクレス では、すべての人々と諸民族は、神々を信じ、その祭りを祝うことで欺かれているというのか。 ダミス 実によくぞ、ティモクレスよ、諸民族の間で信じられている事柄を私に思い出させてくれた。それによってこそ、神々に関する議論がいかに不確かなものであるかを、人は最もよく理解できるだろう。混乱は大きく、他の人々は他のものを信じているからだ。スキタイ人は短剣に犠牲を捧げ、トラキア人はサモスから逃亡して彼らのもとにやって来た人間にすぎないザルモクシスを崇拝し、フリュギア人はメネを、アイティオピア人はヘメラを、キュレネ人はパレスを、アッシリア人は鳩を、ペルシア人は火を、エジプト人は水を信じている。そして、この水はすべてのエジプト人に共通だが、個別のものとしては、メンフィスの人々にとっては牛が神であり、ペルシオンの人々にとっては玉ねぎが、他の人々にとってはトキやワニが、さらに他の人々にとってはイヌヒヒや猫や猿が神なのだ。さらには村ごとに、ある者たちにとっては右肩が神であり、向かい側に住む者たちにとってはもう一方の肩が神なのだ。またある者たちにとっては頭の半分が、別の者たちにとっては粘土の杯や鉢が神なのだ。美しきティモクレスよ、これらのことがどうして物笑いの種にならないだろうか。 モモス 神々よ、私は言わなかったか、これらすべてが白日の下に晒され、厳密に詮索されることになるだろうと。 ゼウス 言っていたとも、モモスよ、お前の非難は正しかった。そして、足元にあるこの危機を我々が逃れおおせたなら、私もこれらを正すように努めよう。

§43

Τιμοκλῆς ἀλλʼ, ὦ θεοῖς ἐχθρὲ σύ, τοὺς χρησμοὺς καὶ προαγορεύσεις τῶν ἐσομένων τίνος ἔργον ἂν εἴποις ἢ θεῶν καὶ τῆς προνοίας τῆς ἐκείνων; Δάμις σιώπησον, ὦ ἄριστε, περὶ τῶν χρησμῶν, ἐπεὶ ἐρήσομαί σε τίνος αὐτῶν μάλιστα μεμνῆσθαι ἀξιοῖς; ἆρʼ ἐκείνου ὃν τῷ Λυδῷ ὁ Πύθιος ἔχρησεν, ὃς ἀκριβῶς ἀμφήκης ἦν καὶ διπρόσωπος, οἷοί εἰσι τῶν Ἑρμῶν ἔνιοι, διττοὶ καὶ ἀμφοτέρωθεν ὅμοιοι πρὸς ὁπότερον ἂν αὐτῶν μέρος ἐπιστραφῇς; ἢ τί γὰρ μᾶλλον ὁ Κροῖσος διαβὰς τὸν Ἅλυν τὴν αὑτοῦ ἀρχὴν ἢ τὴν Κύρου καταλύσει;3 καίτοι οὐκ ὀλίγων ταλάντων ὁ Σαρδιανὸς ἐκεῖνος ὄλεθρος τὸ ἀμφιδέξιον τοῦτο ἔπος ἐπρίατο. Μῶμος αὐτά που, ὦ θεοί, ἁνὴρ διεξέρχεται λέγων ἃ ἐδεδίειν μάλιστα. ποῦ νῦν ὁ καλὸς ἡμῖν κιθαρῳδός; ἀπολόγησαι αὐτῷ κατελθὼν πρὸς ταῦτα. Ζεύς σὺ ἡμᾶς ἐπισφάττεις, ὦ Μῶμε, οὐκ ἐν καιρῷ νῦν ἐπιτιμῶν.

ティモクレス だが、神々の敵たるお前よ、神託や未来の予言は、神々とその配慮以外の誰の仕業であると言うのか。 ダミス 最善の男よ、神託については黙っているがよい。というのも、お前はそれらのうち特にどれを引き合いに出すつもりなのか、私が尋ねるからだ。ピュティアの神がリュディア人に与えたあの神託だろうか。それはまさに、二つの顔を持つヘルメス像の一部のように、どちらの側に振り返っても同じ顔が見える、両刃で二つの顔を持つものだった。というのも、クロイソスがハリュス川を渡れば、彼自身の帝国とキュロスの帝国のなぜキュロスの帝国よりも彼自身の帝国を滅ぼすことになるのだろうか。にもかかわらず、あの破滅へと向かったサルディスの王は、このどちらとも取れる言葉を少なからぬタラントンを支払って買い求めたのだ。 モモス 神々よ、この男は、私が最も恐れていたまさにそのことを一字一句述べているではないか。我々の麗しき竪琴弾きは今どこにいる?地上に降りて行って、この事柄について彼に弁明するがよい。 ゼウス モモスよ、お前は我々に止めを刺そうというのか。今そんな非難をするのは、時宜にかなっていない。

§44

Τιμοκλῆς ὅρα οἷα ποιεῖς, ὦ ἀλιτήριε Δᾶμι, μονονουχὶ τὰ ἕδη αὐτὰ τῶν θεῶν ἀνατρέπεις τῷ λόγῳ καὶ βωμοὺς αὐτῶν. Δάμις οὐ πάντας ἔγωγε τοὺς βωμούς, ὦ Τιμόκλεις. τί γὰρ καὶ δεινὸν ἀπʼ αὐτῶν γίγνεται, εἰ θυμιαμάτων καὶ εὐωδίας μεστοί εἰσι; τοὺς δὲ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἡδέως ἂν ἐπεῖδον ἐκ βάθρων ἐπὶ κεφαλὴν ἀνατρεπομένους, ἐφʼ ὧν τοιαῦτα ἡ παρθένος εὐωχουμένη ἔχαιρεν. Ζεύς τουτὶ πόθεν ἡμῖν τὸ ἄμαχον κακὸν ἐπιχεῖ; ὡς δαιμόνων οὐδενὸς ἁνὴρ φείδεται, ἀλλʼ ἐξ ἁμάξης παρρησιάζεται καὶ "μάρπτει ἑξείης, ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.4" Μῶμος καὶ μὴν ὀλίγους ἄν, ὦ Ζεῦ, τοὺς ἀναιτίους εὕροις ἐν ἡμῖν· καί που τάχα προϊὼν ὁ ἄνθρωπος ἅψεται καὶ τῶν κορυφαίων τινός.

ティモクレス 自分が何をしているか見るがよい、不届きなダミスよ。お前は自分の言葉によって、神々の神像そのものや、神々の祭壇をほとんどひっくり返そうとしているではないか。 ダミス 私はすべての祭壇をではない、ティモクレスよ。というのも、祭壇がお香や香気で満ちているとして、そこから何の害が生じるというのか。だが、タウリカイにおけるアルテミスの祭壇は、根底から真っ逆さまにひっくり返るのを喜んで見届けたいものだ。その祭壇の上で、かの処女はそのような饗宴を楽しみ、喜んでいたのだからな。 ゼウス この防ぎがたい災厄は、一体どこから我々に降りかかってきたのだ。この男は神々の誰をも容赦せず、荷車の上から放言し、「罪ある者もそうでない者も、順々にひっつかむ」のだ。 モモス だが実際、ゼウスよ、我々のうちに罪なき者などほとんど見いだせまい。そしておそらくこの男は、まもなく話を進めて、指導的な神々の一人にも手をかけることだろう。

構文注4 件
  1. 42ὅτι με ὑπέμνησας τῶν κατὰ ἔθνη νομιζομένων

    動詞 ὑπομιμνήσκω(思い出させる)は「(人を)対格、(事柄を)属格」で取る二重支配の構成をとり、ここでは対格の με と中性複数属格の実名詞化表現である τῶν κατὰ ἔθνη νομιζομένων(諸民族の間で習慣的に信じられている事柄)を従えている。接続詞 ὅτι は「〜してくれたことに対して」という感謝や根拠を示す副詞節を導く。

  2. 42ἀφʼ ὧν μάλιστα συνíδοι τις ἂν ὡς οὐδὲν βέβαιον ὁ περὶ θεῶν λόγος ἔχει

    関係代名詞 ὧν は直前の中性複数 νομιζομένων を先行詞とする。希求法過去 συνíδοι に小辞 ἂν が伴うことで潜在(可能)を表し、「そこから最もよく理解できるだろう」の意となる。ὡς 節は συνíδοι の目的語節で、節内の主語は ὁ περὶ θεῶν λόγος、動詞は ἔχει で、οὐδὲν βέβαιον はその目的語である。

  3. 43ἢ τί γὰρ μᾶλλον ὁ Κροῖσος διαβὰς τὸν Ἅλυν τὴν αὑτοῦ ἀρχὴν ἢ τὴν Κύρου καταλύσει;

    アオリスト能動態分詞 διαβὰς(ハリュス川を渡って)は、主節の未来動詞 καταλύσει(滅ぼすことになるだろう)に対して時、または条件(もし渡ったならば)を表す。τὴν αὑτοῦ ἀρχὴν ἢ τὴν Κύρου(自分自身の帝国か、それともキュロスのものか)は、接続詞 ἤ によって並置された καταλύσει の二重の直接目的語である。

  4. 44ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί

    ホメロスの有名な句の引用変形。関係代名詞 ὅς(〜なる者)を ὅς τʼ ... ὅς τε ... と反復・対比させて並置し、「罪ある者も、そうでない(無罪の)者も等しく」という対句表現をなしている。οὐκί は否定小辞 οὐ の韻文風の強調形。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-22 AI校閲 — 原文 2 件
urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:42-44