§5προϊὼν δὲ ἐς τόδε περιήχθην, ὅπερ ἀρτίως ἡμῖν ἐπεκάλεις·
進んでいくうちに、私はまさに君が先ほど私をとがめたような状態に陥ってしまった。
γαῦρός τε γὰρ ὑπὸ τοῦ λόγου καὶ μετέωρός εἰμι καὶ ὅλως μικρὸν οὐκέτι οὐδὲν ἐπινοῶ·
というのも、私はその言論によって得意になり、浮き足立っており、全体として、もはや卑小なことなど何一つ考えていないからだ。
δοκῶ γάρ μοι ὅμοιόν τι πεπονθέναι πρὸς φιλοσοφίαν, οἷόνπερ καὶ οἱ Ἰνδοὶ πρὸς τὸν οἶνον λέγονται παθεῖν, ὅτε πρῶτον ἔπιον αὐτοῦ·
私は哲学に対して、インド人が初めてワインを飲んだときに体験したと気付かされるような、それと似たようなことを身に受けているように思われる。
θερμότεροι γὰρ ὄντες φύσει πιόντες ἰσχυρὸν οὕτω ποτὸν αὐτίκα μάλα ἐξεβακχεύθησαν καὶ διπλασίως ὑπὸ τοῦ ἀκράτου ἐξεμάνησαν.
彼らは生まれつき熱い性質であるため、これほど強い飲み物を飲んで、たちまち狂乱し、生粋の酒によって二倍も狂わされたと言われているからだ。
οὕτω σοι καὶ αὐτὸς ἔνθεος καὶ μεθύων ὑπὸ τῶν λόγων περιέρχομαι.
そのように私も、君にとって、言論によって神懸かり、酔いしれた者として歩き回っているのだ。
§6καὶ μὴν τοῦτό γε οὐ μεθύειν, ἀλλὰ νήφειν τε καὶ σωφρονεῖν ἐστιν.
いやしかし、それは酔っているのではなく、しらふであり、理性的であるということだ。
ἐγὼ δὲ βουλοίμην ἄν, εἰ οἷόν τε, αὐτῶν ἀκοῦσαι τῶν λόγων·
私は、もし可能なら、その言論そのものを聞きたいものだ。
οὐδὲ γὰρ οὐδὲ φθονεῖν αὐτῶν οἶμαι θέμις, ἄλλως τε εἰ καὶ φίλος καὶ περὶ τὰ ὅμοια ἐσπουδακὼς ὁ βουλόμενος ἀκούειν εἴη.
というのも、それを惜しむことは正しくないと思うし、ましてや聞きたいと望む者が友人であり、同じ事柄に熱心であるならなおさらだ。
θάρρει, ὦγαθέ·
心配するな、友よ。
τοῦτο γάρ τοι τὸ τοῦ Ὁμήρου, σπεύδοντα καὶ αὐτὸν παρακαλεῖς, καὶ εἴ γε μὴ ἔφθης, αὐτὸς ἂν ἐδεήθην ἀκοῦσαί μου διηγουμένου·
それこそホメロスの言うように、君は急いでいる者をさらに駆り立てているのだ。 そして、もし君が先を越さなかったとしても、私自身が、私の語るのを聞いてほしいと頼んだことだろう。
μάρτυρα γάρ σε παραστήσασθαι πρὸς τοὺς πολλοὺς ἐθέλω, ὅτι οὐκ ἀλόγως μαίνομαι·
というのも、私がわけもなく狂っているのではないことを、多くの人々に対して証言してくれる証人として、君に立ってもらいたいからだ。
ἄλλως τε καὶ ἡδύ μοι τὸ μεμνῆσθαι αὐτῶν πολλάκις, καὶ ταύτην ἤδη μελέτην ἐποιησάμην·
それにまた、私自身にとっても、それらを度々思い出すのは快いことであり、すでにこれを日々の習慣としている。
ἐπεὶ κἄν τις μὴ παρὼν τύχῃ, καὶ οὕτω δὶς ἢ τρὶς τῆς ἡμέρας ἀνακυκλῶ πρὸς ἐμαυτὸν τὰ εἰρημένα.
たとえ誰も居合わせなくても、このように一日に二、三回は、語られたことを自分自身の中で反芻しているのだから。
§7καὶ ὥσπερ οἱ ἐρασταὶ τῶν παιδικῶν οὐ παρόντων ἔργʼ ἄττα καὶ λόγους εἰρημένους αὐτοῖς διαμνημονεύουσι καὶ τούτοις ἐνδιατρίβοντες ἐξαπατῶσι τὴν νόσον, ὡς παρόντων σφίσι τῶν ἀγαπωμένων — ἔνιοι γοῦν αὐτοῖς καὶ προσλαλεῖν οἴονται καὶ ὡς ἄρτι λεγομένων πρὸς αὐτοὺς ὧν τότε ἤκουσαν, ἥδονται καὶ προσάψαντες τὴν ψυχὴν τῇ μνήμῃ τῶν παρεληλυθότων σχολὴν οὐκ ἄγουσιν τοῖς ἐν ποσὶν ἀνιᾶσθαι — οὕτω δὴ καὶ αὐτὸς φιλοσοφίας οὐ παρούσης τοὺς λόγους, οὓς τότε ἤκουσα, συναγείρων καὶ πρὸς ἐμαυτὸν ἀνατυλίττων οὐ μικρὰν ἔχω παραμυθίαν, καὶ ὅλως καθάπερ ἐν πελάγει καὶ νυκτὶ πολλῇ φερόμενος, ἐς πυρσόν τινα τοῦτον ἀποβλέπω, πᾶσι μὲν παρεῖναι τοῖς ὑπʼ ἐμοῦ πραττομένοις τὸν ἄνδρα ἐκεῖνον οἰόμενος, ἀεὶ δὲ ὥσπερ ἀκούων αὐτοῦ τὰ αὐτὰ πρός με λέγοντος·
そして、恋人たちが愛する者の不在のときに、彼らに対してなされた行為や語られた言葉を思い出し、これらに没頭することで、あたかも愛する者が目の前にいるかのようにしてその病を紛らわすように――彼らのうちのある者は、彼らと語り合っているとさえ思い込み、当時聞いたことが今まさに自分たちに語られているかのように喜んで、魂を過去の記憶に結びつけることで、目の前にある事柄に思い悩む暇を持たないのだが――そのように私も、哲学が目の前にないときに、当時聞いた言論を集め、自分自身の中で紐解くことによって、少なからぬ慰めを得ている。 そして、すっかり大海原と深い闇の中に漂っているかのように、この言論を一種の篝火として見つめ、私によって行われるすべてのことにあの男が立ち会っていると思い、彼がいつも私に同じことを語りかけているのを聞いているかのようにしている。
ἐνίοτε δέ, καὶ μάλιστα ὅταν ἐνερείσω τὴν ψυχήν, καὶ τὸ πρόσωπον αὐτοῦ μοι φαίνεται καὶ τῆς φωνῆς ὁ ἦχος ἐν ταῖς ἀκοαῖς παραμένει·
時に、とりわけ魂を集中させるときには、彼の顔さえ私に現れ、その声の響きが耳に残る。
καὶ γάρ τοι κατὰ τὸν κωμικὸν ὡς ἀληθῶς ἐγκατέλιπέν τι κέντρον τοῖς ἀκούουσιν.
実際、喜劇作家の言うように、真に彼は聞いた者たちの中に一種の刺を残していったのだ。
§8παῦε, ὦ θαυμάσιε, μακρὸν ἀνακρουόμενος καὶ λέγε ἐξ ἀρχῆς ἀναλαβὼν ἤδη τὰ εἰρημένα·
やめてくれ、素晴らしい友よ。 そんなに遠くから準備するのはやめて、早く語られたことを最初から取り上げて語ってくれ。
ὡς οὐ μετρίως με ἀποκναίεις περιάγων.
君があちこち引き回すので、私は少なからず疲れ果ててしまう。
εὖ λέγεις, καὶ οὕτω χρὴ ποιεῖν.
もっともな言い分だ。 そうしなければならない。
ἀλλʼ ἐκεῖνο, ὦ ἑταῖρε — ἤδη τραγικοὺς ἢ καὶ νὴ Δία κωμικοὺς φαύλους ἑώρακας ὑποκριτάς, τῶν συριττομένων λέγω τούτων καὶ διαφθειρόντων τὰ ποιήματα καὶ τὸ τελευταῖον ἐκβαλλομένων, καίτοι τῶν δραμάτων πολλάκις εὖ ἐχόντων τε καὶ νενικηκότων;
しかし、友よ、これだけは聞いてくれ。 君はこれまで、下手な悲劇役者や、あるいはゼウスにかけて、下手な喜劇役者を見たことがあるだろう。 罵声を浴びせられ、詩を台無しにし、最後には舞台から追い出されるような連中だ。 たとえその戯曲自体はしばしば優れており、優勝したものであったとしてもだ。
πολλοὺς οἶδα τοιούτους.
そういう連中を多く知っている。
ἀλλὰ τί τοῦτο;
だが、それがどうしたというのだ。
δέδοικα μή σοι μεταξὺ δόξω γελοίως αὐτὰ μιμεῖσθαι, τὰ μὲν ἀτάκτως συνείρων, ἐνίοτε δὲ καὶ αὐτὸν ὑπʼ ἀσθενείας τὸν νοῦν διαφθείρων, κᾆτα προαχθῇς ἠρέμα καὶ αὐτοῦ καταγνῶναι τοῦ δράματος.
私がその間に、それらを滑稽に模倣し、無秩序に繋ぎ合わせ、時には私自身の至らなさから意味そのものを台無しにしてしまい、その結果、君が徐々に戯曲そのものをも非難するようになるのではないかと恐れているのだ。
καὶ τὸ μὲν ἐμόν, οὐ πάνυ ἄχθομαι, ἡ δὲ ὑπόθεσις οὐ μετρίως με λυπήσειν ἔοικε συνεκπίπτουσα καὶ τὸ ἐμὸν μέρος ἀσχημονοῦσα.
私自身のことなら、それほど気に病みはしない。 しかし、主題が私と共に没落し、私の不手際のせいで不名誉を被ることは、私を少なからず苦しめることになりそうだ。
§9τοῦτʼ οὖν παρʼ ὅλον μέμνησό μοι τὸν λόγον, ὡς ὁ μὲν ποιητὴς ἡμῖν τῶν τοιούτων ἁμαρτημάτων ἀνεύθυνος καὶ τῆς σκηνῆς πόρρω ποι κάθηται, οὐδὲν αὐτῷ μέλον τῶν ἐν θεάτρῳ πραγμάτων.
だから、この話を語る間中、次のことを覚えておいてほしい。 作者はこのような過ちに対しては無実であり、舞台からどこか遠く離れたところに座っていて、劇場での出来事には関心がないということを。
ἐγὼ δʼ ἐμαυτοῦ σοι πεῖραν παρέχω, ὁποῖός τίς εἰμι τὴν μνήμην ὑποκριτής, οὐδὲν ἀγγέλου τὰ ἄλλα τραγικοῦ διαφέρων.
私は自分自身がどのような記憶の演者であるか、君に試してもらうのだ。 他の点では、悲劇の使者と何ら変わるところはない。
ὥστε κἂν ἐνδεέστερόν τι δοκῶ λέγειν, ἐκεῖνο μὲν ἔστω πρόχειρον, ὡς ἄμεινον ἦν, καὶ ἄλλως ὁ ποιητὴς ἴσως διεξῄει·
したがって、もし私が不十分に語っているように思われたとしても、「本来はもっと優れていたのであり、作者はおそらく違った風に詳しく語ったのだろう」ということを念頭に置いてほしい。
ἐμὲ δὲ κἂν ἐκσυρίττῃς, οὐ πάνυ τι λυπήσομαι.
私を罵倒して追い出したとしても、私はそれほど苦しみはしないのだから。