← ルキアノス

ニグリノス

§5-9

ニグリノスの教えへの心酔と対話再現への懸念

語り手はニグリノスの教えに酔いしれた興奮状態をインド人とワインの例えで説明し、その素晴らしい対話を友人に正確に語り聞かせようとする。しかし、自身の語りの下手さによって、元の哲学的主題が誤解され、台無しになってしまうことを懸念する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

προϊὼν δὲ ἐς τόδε περιήχθην, ὅπερ ἀρτίως ἡμῖν ἐπεκάλεις· γαῦρός τε γὰρ ὑπὸ τοῦ λόγου καὶ μετέωρός εἰμι καὶ ὅλως μικρὸν οὐκέτι οὐδὲν ἐπινοῶ· δοκῶ γάρ μοι ὅμοιόν τι πεπονθέναι πρὸς φιλοσοφίαν, οἷόνπερ καὶ οἱ Ἰνδοὶ πρὸς τὸν οἶνον λέγονται παθεῖν,1 ὅτε πρῶτον ἔπιον αὐτοῦ· θερμότεροι γὰρ ὄντες φύσει πιόντες ἰσχυρὸν οὕτω ποτὸν αὐτίκα μάλα ἐξεβακχεύθησαν καὶ διπλασίως ὑπὸ τοῦ ἀκράτου ἐξεμάνησαν. οὕτω σοι καὶ αὐτὸς ἔνθεος καὶ μεθύων ὑπὸ τῶν λόγων περιέρχομαι.

進んでいくうちに、私はまさに君が先ほど私をとがめたような状態に陥ってしまった。というのも、私はその言論によって得意になり、浮き足立っており、全体として、もはや卑小なことなど何一つ考えていないからだ。私は哲学に対して、インド人が初めてワインを飲んだときに体験したと言われているような、それと似たようなことを身に受けているように思われる。彼らは生まれつき熱い性質であるため、これほど強い飲み物を飲んで、たちまち狂乱し、生粋の酒によって二倍も狂わされたと言われているからだ。そのように私も、君にとって、言論によって神懸かり、酔いしれた者として歩き回っているのだ。

§6

καὶ μὴν τοῦτό γε οὐ μεθύειν, ἀλλὰ νήφειν τε καὶ σωφρονεῖν ἐστιν. ἐγὼ δὲ βουλοίμην ἄν, εἰ οἷόν τε, αὐτῶν ἀκοῦσαι τῶν λόγων· οὐδὲ γὰρ οὐδὲ φθονεῖν αὐτῶν οἶμαι θέμις, ἄλλως τε εἰ καὶ φίλος καὶ περὶ τὰ ὅμοια ἐσπουδακὼς ὁ βουλόμενος ἀκούειν εἴη.2 θάρρει, ὦγαθέ· τοῦτο γάρ τοι τὸ τοῦ Ὁμήρου, σπεύδοντα καὶ αὐτὸν παρακαλεῖς, καὶ εἴ γε μὴ ἔφθης, αὐτὸς ἂν ἐδεήθην ἀκοῦσαί μου διηγουμένου· μάρτυρα γάρ σε παραστήσασθαι πρὸς τοὺς πολλοὺς ἐθέλω, ὅτι οὐκ ἀλόγως μαίνομαι· ἄλλως τε καὶ ἡδύ μοι τὸ μεμνῆσθαι αὐτῶν πολλάκις, καὶ ταύτην ἤδη μελέτην ἐποιησάμην· ἐπεὶ κἄν τις μὴ παρὼν τύχῃ, καὶ οὕτω δὶς ἢ τρὶς τῆς ἡμέρας ἀνακυκλῶ πρὸς ἐμαυτὸν τὰ εἰρημένα.

いやしかし、それは酔っているのではなく、しらふであり、理性的であるということだ。私は、もし可能なら、その言論そのものを聞きたいものだ。というのも、それを惜しむことは正しくないと思うし、ましてや聞きたいと望む者が友人であり、同じ事柄に熱心であるならなおさらだ。 心配するな、友よ。それこそホメロスの言うように、君は急いでいる者をさらに駆り立てているのだ。そして、もし君が先を越さなかったとしても、私自身が、私の語るのを聞いてほしいと頼んだことだろう。というのも、私がわけもなく狂っているのではないことを、多くの人々に対して証言してくれる証人として、君に立ってもらいたいからだ。それにまた、私自身にとっても、それらを度々思い出すのは快いことであり、すでにこれを日々の習慣としている。たとえ誰も居合わせなくても、このように一日に二、三回は、語られたことを自分自身の中で反芻しているのだから。

§7

καὶ ὥσπερ οἱ ἐρασταὶ τῶν παιδικῶν οὐ παρόντων ἔργʼ ἄττα καὶ λόγους εἰρημένους αὐτοῖς διαμνημονεύουσι καὶ τούτοις ἐνδιατρίβοντες ἐξαπατῶσι τὴν νόσον, ὡς παρόντων σφίσι τῶν ἀγαπωμένων3 — ἔνιοι γοῦν αὐτοῖς καὶ προσλαλεῖν οἴονται καὶ ὡς ἄρτι λεγομένων πρὸς αὐτοὺς ὧν τότε ἤκουσαν, ἥδονται καὶ προσάψαντες τὴν ψυχὴν τῇ μνήμῃ τῶν παρεληλυθότων σχολὴν οὐκ ἄγουσιν τοῖς ἐν ποσὶν ἀνιᾶσθαι — οὕτω δὴ καὶ αὐτὸς φιλοσοφίας οὐ παρούσης τοὺς λόγους, οὓς τότε ἤκουσα, συναγείρων καὶ πρὸς ἐμαυτὸν ἀνατυλίττων οὐ μικρὰν ἔχω παραμυθίαν, καὶ ὅλως καθάπερ ἐν πελάγει καὶ νυκτὶ πολλῇ φερόμενος, ἐς πυρσόν τινα τοῦτον ἀποβλέπω, πᾶσι μὲν παρεῖναι τοῖς ὑπʼ ἐμοῦ πραττομένοις τὸν ἄνδρα ἐκεῖνον οἰόμενος, ἀεὶ δὲ ὥσπερ ἀκούων αὐτοῦ τὰ αὐτὰ πρός με λέγοντος· ἐνίοτε δέ, καὶ μάλιστα ὅταν ἐνερείσω τὴν ψυχήν, καὶ τὸ πρόσωπον αὐτοῦ μοι φαίνεται καὶ τῆς φωνῆς ὁ ἦχος ἐν ταῖς ἀκοαῖς παραμένει· καὶ γάρ τοι κατὰ τὸν κωμικὸν ὡς ἀληθῶς ἐγκατέλιπέν τι κέντρον τοῖς ἀκούουσιν.

そして、恋人たちが愛する者の不在のときに、彼らに対してなされた行為や語られた言葉を思い出し、これらに没頭することで、あたかも愛する者が目の前にいるかのようにしてその病を紛らわすように――彼らのうちのある者は、彼らと語り合っているとさえ思い込み、当時聞いたことが今まさに自分たちに語られているかのように喜んで、魂を過去の記憶に結びつけることで、目の前にある事柄に思い悩む暇を持たないのだが――そのように私も、哲学が目の前にないときに、当時聞いた言論を集め、自分自身の中で紐解くことによって、少なからぬ慰めを得ている。そして、すっかり大海原と深い闇の中に漂っているかのように、この言論を一種の篝火として見つめ、私によって行われるすべてのことにあの男が立ち会っていると思い、彼がいつも私に同じことを語りかけているのを聞いているかのようにしている。時に、とりわけ魂を集中させるときには、彼の顔さえ私に現れ、その声の響きが耳に残る。実際、喜劇作家の言うように、真に彼は聞いた者たちの中に一種の刺を残していったのだ。

§8

παῦε, ὦ θαυμάσιε, μακρὸν ἀνακρουόμενος καὶ λέγε ἐξ ἀρχῆς ἀναλαβὼν ἤδη τὰ εἰρημένα· ὡς οὐ μετρίως με ἀποκναίεις περιάγων. εὖ λέγεις, καὶ οὕτω χρὴ ποιεῖν. ἀλλʼ ἐκεῖνο, ὦ ἑταῖρε — ἤδη τραγικοὺς ἢ καὶ νὴ Δία κωμικοὺς φαύλους ἑώρακας ὑποκριτάς, τῶν συριττομένων λέγω τούτων καὶ διαφθειρόντων τὰ ποιήματα καὶ τὸ τελευταῖον ἐκβαλλομένων, καίτοι τῶν δραμάτων πολλάκις εὖ ἐχόντων τε καὶ νενικηκότων; πολλοὺς οἶδα τοιούτους. ἀλλὰ τί τοῦτο; δέδοικα μή σοι μεταξὺ δόξω γελοίως αὐτὰ μιμεῖσθαι,4 τὰ μὲν ἀτάκτως συνείρων, ἐνίοτε δὲ καὶ αὐτὸν ὑπʼ ἀσθενείας τὸν νοῦν διαφθείρων, κᾆτα προαχθῇς ἠρέμα καὶ αὐτοῦ καταγνῶναι τοῦ δράματος. καὶ τὸ μὲν ἐμόν, οὐ πάνυ ἄχθομαι, ἡ δὲ ὑπόθεσις οὐ μετρίως με λυπήσειν ἔοικε συνεκπίπτουσα καὶ τὸ ἐμὸν μέρος ἀσχημονοῦσα.

やめてくれ、素晴らしい友よ。そんなに遠くから準備するのはやめて、早く語られたことを最初から取り上げて語ってくれ。君があちこち引き回すので、私は少なからず疲れ果ててしまう。 もっともな言い分だ。そうしなければならない。しかし、友よ、これだけは聞いてくれ。君はこれまで、下手な悲劇役者や、あるいはゼウスにかけて、下手な喜劇役者を見たことがあるだろう。罵声を浴びせられ、詩を台無しにし、最後には舞台から追い出されるような連中だ。たとえその戯曲自体はしばしば優れており、優勝したものであったとしてもだ。 そういう連中を多く知っている。だが、それがどうしたというのだ。 私がその間に、それらを滑稽に模倣し、無秩序に繋ぎ合わせ、時には私自身の至らなさから意味そのものを台無しにしてしまい、その結果、君が徐々に戯曲そのものをも非難するようになるのではないかと恐れているのだ。私自身のことなら、それほど気に病みはしない。しかし、主題が私と共に没落し、私の不手際のせいで不名誉を被ることは、私を少なからず苦しめることになりそうだ。

§9

τοῦτʼ οὖν παρʼ ὅλον μέμνησό μοι τὸν λόγον, ὡς ὁ μὲν ποιητὴς ἡμῖν τῶν τοιούτων ἁμαρτημάτων ἀνεύθυνος καὶ τῆς σκηνῆς πόρρω ποι κάθηται, οὐδὲν αὐτῷ μέλον τῶν ἐν θεάτρῳ πραγμάτων. ἐγὼ δʼ ἐμαυτοῦ σοι πεῖραν παρέχω, ὁποῖός τίς εἰμι τὴν μνήμην ὑποκριτής, οὐδὲν ἀγγέλου τὰ ἄλλα τραγικοῦ διαφέρων. ὥστε κἂν ἐνδεέστερόν τι δοκῶ λέγειν, ἐκεῖνο μὲν ἔστω πρόχειρον, ὡς ἄμεινον ἦν, καὶ ἄλλως ὁ ποιητὴς ἴσως διεξῄει· ἐμὲ δὲ κἂν ἐκσυρίττῃς, οὐ πάνυ τι λυπήσομαι.

だから、この話を語る間中、次のことを覚えておいてほしい。作者はこのような過ちに対しては無実であり、舞台からどこか遠く離れたところに座っていて、劇場での出来事には関心がないということを。私は自分自身がどのような記憶の演者であるか、君に試してもらうのだ。他の点では、悲劇の使者と何ら変わるところはない。したがって、もし私が不十分に語っているように思われたとしても、「本来はもっと優れていたのであり、作者はおそらく違った風に詳しく語ったのだろう」ということを念頭に置いてほしい。私を罵倒して追い出したとしても、私はそれほど苦しみはしないのだから。

構文注4 件
  1. 5ὅμοιόν τι πεπονθέναι πρὸς φιλοσοφίαν, οἷόνπερ καὶ οἱ Ἰνδοὶ πρὸς τὸν οἶνον λέγονται παθεῖν

    構造的対比。「A が B に対して(πρός +対格)被る(πάσχω)」という関係が、人称代名詞+哲学(τι πεπονθέναι πρὸς φιλοσοφίαν)と、インド人+ワイン(οἱ Ἰνδοὶ πρὸς τὸν οἶνον... παθεῖν)の二つの極で美しく呼応している。

  2. 6ἄλλως τε εἰ καὶ φίλος καὶ περὶ τὰ ὅμοια ἐσπουδακὼς ὁ βουλόμενος ἀκούειν εἴη

    条件節内の主語 ὁ βουλόμενος ἀκούειν(聞くことを望む者)に二つの述語(一つは名詞・形容詞の φίλος、もう一つは完了分詞 ἐσπουδακὼς)が係っている。ἄλλως τε εἰ は「とりわけ〜なら」という慣用表現。

  3. 7ὡς παρόντων σφίσι τῶν ἀγαπωμένων

    ὡς を伴う独立分詞格(属格)。主観的な理由や見なされた状況を表し、「あたかも愛する人々が自分たちのもとに存在しているかのように」という意味を形成する。

  4. 8δέδοικα μή σοι μεταξὺ δόξω γελοίως αὐτὰ μιμεῖσθαι

    懸念を表す動詞 δέδοικα の後ろに μή 接続法(ここでは δόξω は第一単数・未来直説法または接続法)が続く。「〜ではないかと恐れる」の意。μεταξὺ は「その間に(語るプロセスの途中で)」という副詞的機能。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg007.humanitext-grc2:5-9