§10ὡς εὖ γε νὴ τὸν Ἑρμῆν καὶ κατὰ τὸν τῶν ῥητόρων νόμον πεπροοιμίασταί σοι·
ヘルメスにかけて、君の前置きの実に見事なこと、そして弁論家たちの流儀にかなっていることと言ったら!
ἔοικας γοῦν κἀκεῖνα προσθήσειν, ὡς διʼ ὀλίγου τε ὑμῖν ἡ συνουσία ἐγένετο καὶ ὡς οὐδʼ αὐτὸς ἧκες πρὸς τὸν λόγον παρεσκευασμένος καὶ ὡς ἄμεινον εἶχεν αὐτοῦ ταῦτα λέγοντος ἀκούειν·
ともかく、君はさらに、自分たちの会合がわずかな時間であったこと、自分自身もその言論に対して準備をして来なかったこと、そして彼自身がこれらを語るのを聞く方がより優れていたこと、などと付け加えそうだ。
σὺ γὰρ ὀλίγα καὶ ὅσα οἷόν τε ἦν, τυγχάνεις τῇ μνήμῃ συγκεκομισμένος.
というのも、君はわずかなこと、そして可能であっただけのことを、記憶に集め収めている状態なのだから。
οὐ ταῦτʼ ἐρεῖν ἔμελλες;
このようなことを言うつもりだったのではないかね?
οὐδὲν οὖν αὐτῶν ἔτι σοι δεῖ πρὸς ἐμέ·
だから、私に対しては、もはやそれらのことは何一つ必要ない。
νόμισον δὲ τούτου γε ἕνεκα πάντα σοι προειρῆσθαι·
この点に関しては、君によってすべてがあらかじめ言われたものとみなしなさい。
ὡς ἐγὼ καὶ βοᾶν καὶ κροτεῖν ἕτοιμος.
私は大声を張り上げ、拍手喝采する準備ができているのだから。
ἢν δὲ διαμέλλῃς, μνησικακήσω γε παρὰ τὸν ἀγῶνα καὶ ὀξύτατα συρίξομαι.
もし君がためらうなら、私は競演の間に恨みを抱き、この上なく鋭く野次を飛ばすだろう。
§11καὶ ταῦτα μέν, ἃ σὺ διῆλθες, ἐβουλόμην ἂν εἰρῆσθαί μοι, κἀκεῖνα δέ, ὅτι οὐχ ἑξῆς οὐδὲ ὡς ἐκεῖνος ἔλεγε, ῥῆσίν τινα περὶ πάντων ἐρῶ·
君が今列挙した、それらのことも、私としては言っておきたかったのだが、それだけでなく、順序通りでもなく、あの人が語った通りでもなく、すべてのことについて何らかの語りをするつもりだ、ということも。
πάνυ γὰρ τοῦθʼ ἡμῖν ἀδύνατον·
というのも、それは我々にとって全く不可能なことだからだ。
οὐδʼ αὖ ἐκείνῳ περιθεὶς τοὺς λόγους, μὴ καὶ κατʼ ἄλλο τι γένωμαι τοῖς ὑποκριταῖς ἐκείνοις ὅμοιος, οἳ πολλάκις ἢ Ἀγαμέμνονος ἢ Κρέοντος ἢ καὶ Ἡρακλέους αὐτοῦ πρόσωπον ἀνειληφότες, χρυσίδας ἠμφιεσμένοι καὶ δεινὸν βλέποντες καὶ μέγα κεχηνότες μικρὸν φθέγγονται καὶ ἰσχνὸν καὶ γυναικῶδες καὶ τῆς Ἑκάβης ἢ Πολυξένης πολὺ ταπεινότερον.
また、あの人に言葉を着せることもしない。 それは、他の点において、あの役者たち、すなわち、しばしばアガメムノンやクレオン、あるいはヘラクレス自身の仮面をつけ、金糸の衣をまとい、恐ろしい目つきをし、大口を開けていながら、小さく、か細く、女々しい、そしてヘカベやポリュクセネよりもずっと卑小な声を出す者たちに、私が似てしまわないためである。
ἵνʼ οὖν μὴ καὶ αὐτὸς ἐλέγχωμαι πάνυ μεῖζον τῆς ἐμαυτοῦ κεφαλῆς προσωπεῖον περικείμενος καὶ τὴν σκευὴν καταισχύνων, ἀπὸ γυμνοῦ σοι βούλομαι τοὐμοῦ προσώπου προσλαλεῖν, ἵνα μὴ συγκατασπάσω που πεσὼν τὸν ἥρωα ὃν ὑποκρίνομαι.
したがって、私自身も自分の頭よりもはるかに大きな仮面をかぶり、その衣装を辱めていると暴かれないように、私は飾りのない自分の素顔から君に語りかけたいのだ。 転んで、自分が演じている英雄を一緒に引きずり倒してしまわないようにね。
§12οὗτος ἁνὴρ οὐ παύσεται τήμερον πρός με πολλῇ τῇ σκηνῇ καὶ τῇ τραγῳδίᾳ χρώμενος.
この男は、今日、私に対して大いなる舞台演出と悲劇的な大げささを弄することをやめないつもりだな。
Καὶ μὴν παύσομαί γε·
いや、やめるとも。
πρὸς ἐκεῖνα δὲ ἤδη τρέψομαι.
そして、いよいよあのことへと向き直ろう。
ἡ μὲν ἀρχὴ τῶν λόγων ἔπαινος ἦν Ἑλλάδος καὶ τῶν Ἀθήνησιν ἀνθρώπων, ὅτι φιλοσοφίᾳ καὶ πενίᾳ σύντροφοί εἰσιν καὶ οὔτε τῶν ἀστῶν οὔτε τῶν ξένων οὐδένα τέρπονται ὁρῶντες, ὃς ἂν τρυφὴν εἰσάγειν εἰς αὐτοὺς βιάζηται, ἀλλὰ κἄν τις ἀφίκηται παρʼ αὐτοὺς οὕτω διακείμενος, ἠρέμα τε μεθαρμόττουσι καὶ παραπαιδαγωγοῦσι καὶ πρὸς τὸ καθαρὸν τῆς διαίτης μεθιστᾶσιν.
その言論の始まりは、ギリシアとアテナイの人々への賛辞であった。 すなわち、彼らは哲学と貧困を共に育む友であり、市民であれ異邦人であれ、自分たちの中に贅沢を持ち込もうと強いる者を、見て喜ぶことは決してなく、それどころか、もし誰かがそのような状態で彼らのもとにやって来たら、穏やかに矯正し、付き添って導き、清貧な生活へと転向させるのである。
§13ἐμέμνητο γοῦν τινος τῶν πολυχρύσων, ὃς ἐλθὼν Ἀθήναζε μάλʼ ἐπίσημος καὶ φορτικὸς ἀκολούθων ὄχλῳ καὶ ποικίλῃ ἐσθῆτι καὶ χρυσῷ αὐτὸς μὲν ᾤετο ζηλωτὸς εἶναι πᾶσι τοῖς Ἀθηναίοις καὶ ὡς ἂν εὐδαίμων ἀποβλέπεσθαι·
ともかく、彼は大金持ちのある男のことを引き合いに出していた。 その男は、多くの従者の群れを引き連れ、色とりどりの衣服と黄金を身にまとって、きわめて目立ち、かつ品を欠いた様子でアテナイにやって来た。
τοῖς δʼ ἄρα δυστυχεῖν ἐδόκει τὸ ἀνθρώπιον, καὶ παιδεύειν ἐπεχείρουν αὐτὸν οὐ πικρῶς οὐδʼ ἄντικρυς ἀπαγορεύοντες ἐν ἐλευθέρᾳ τῇ πόλει καθʼ ὅντινα τρόπον βούλεται μὴ βιοῦν·
自分自身は、すべてのアテナイ人から羨望の目で見られ、幸福な者として仰ぎ見されていると思い込んでいたが、彼らにとっては、そのちっぽけな男は不幸せであるように思われたので、彼らは彼を教育しようと試みた。
ἀλλʼ ἐπεὶ κἀν τοῖς γυμνασίοις καὶ λουτροῖς ὀχληρὸς ἦν θλίβων τοῖς οἰκέταις καὶ στενοχωρῶν τοὺς ἀπαντῶντας, ἡσυχῆ τις ἂν ὑπεφθέγξατο προσποιούμενος λανθάνειν, ὥσπερ οὐ πρὸς αὐτὸν ἐκεῖνον ἀποτείνων, Δέδοικε μὴ παραπόληται μεταξὺ λουόμενος·
自由な都市において、どのような方法であれ、自分の望むような生き方をしてはならないと、厳しく、あるいはあからさまに禁止するのではなく、彼が体育場や浴場においてさえ、従者たちで周囲を圧迫し、出会う人々を窮屈にさせて迷惑をかけていたので、ある人が、気づかれないふりをして、あたかもその男自身に向けて語っているのではないかのように、静かにこう呟くのだった。 「入浴の最中に行き倒れてしまわないか心配だ。
καὶ μὴν εἰρήνη γε μακρὰ κατέχει τὸ βαλανεῖον·
それにしても、浴場はすっかり平和に包まれているというのに。
οὐδὲν οὖν δεῖ στρατοπέδου.
これでは軍隊など全く必要ないな。
ὁ δὲ ἀκούων ἀεί, μεταξὺ ἐπαιδεύετο.
」男はそれを常に耳にしながら、その間に教育されていった。
τὴν δὲ ἐσθῆτα τὴν ποικίλην καὶ τὰς πορφυρίδας ἐκείνας ἀπέδυσαν αὐτὸν ἀστείως πάνυ τὸ ἀνθηρὸν ἐπισκώπτοντες τῶν χρωμάτων, Ἔαρ ἤδη, λέγοντες, καί, Πόθεν ὁ ταὼς οὗτος;
また、その色鮮やかな衣服や紫の外套については、その色彩の派手さをきわめて機知に富んだやり方でからかうことによって、彼から剥ぎ取った。 すなわち、「もう春だな」とか、「この孔雀はどこから来たのだ?
καί, Τάχα τῆς μητρός ἐστιν αὐτοῦ· καὶ τὰ τοιαῦτα.
」とか、「おそらく彼の母親のものだろう」などと言って。
καὶ τὰ ἄλλα δὲ οὕτως ἀπέσκωπτον, ἢ τῶν δακτυλίων τὸ πλῆθος ἢ τῆς κόμης τὸ περίεργον ἢ τῆς διαίτης τὸ ἀκόλαστον·
他のことも同様にからかった。 指輪の多さや、髪型の過剰な凝りよう、あるいは生活の不摂生などを。
ὥστε κατὰ μικρὸν ἐσωφρονίσθη καὶ παρὰ πολὺ βελτίων ἀπῆλθε δημοσίᾳ πεπαιδευμένος.
その結果、彼は少しずつ理性的になり、公に教育されて、はるかに優れた人間になって立ち去ったのである。