Humanitext Reader

琉善 · 尼格里努斯 §5-9

对尼格里诺斯之言的沉醉与拙劣转述之忧

第 2 段,共 8 段 · 希腊语

内容简介

叙述者用印度人初尝葡萄酒的例子,向朋友描述了自己听完尼格里诺斯说教后如痴如醉的兴奋状态,并准备转述这段对话。但他担心,由于自己拙劣的模仿与转述,会使原本优秀的哲学主题蒙羞并遭到误解。

§5προϊὼν δὲ ἐς τόδε περιήχθην, ὅπερ ἀρτίως ἡμῖν ἐπεκάλεις·
随着谈话的进行,我陷入了你刚才责备我们的那种状态。
γαῦρός τε γὰρ ὑπὸ τοῦ λόγου καὶ μετέωρός εἰμι καὶ ὅλως μικρὸν οὐκέτι οὐδὲν ἐπινοῶ·
因为由于他的言辞,我变得自豪和飘飘然,并且完全不再考虑任何渺小的事情。
δοκῶ γάρ μοι ὅμοιόν τι πεπονθέναι πρὸς φιλοσοφίαν, οἷόνπερ καὶ οἱ Ἰνδοὶ πρὸς τὸν οἶνον λέγονται παθεῖν, ὅτε πρῶτον ἔπιον αὐτοῦ· θερμότεροι γὰρ ὄντες φύσει πιόντες ἰσχυρὸν οὕτω ποτὸν αὐτίκα μάλα ἐξεβακχεύθησαν καὶ διπλασίως ὑπὸ τοῦ ἀκράτου ἐξεμάνησαν.
因为我觉得自己在哲学方面的经历,就像据说印度人第一次喝葡萄酒时的经历一样:因为他们天生体质较热,喝了如此烈性饮料后,立刻陷入了狂乱,被纯酒激起了双倍的疯狂。
οὕτω σοι καὶ αὐτὸς ἔνθεος καὶ μεθύων ὑπὸ τῶν λόγων περιέρχομαι.
同样,对你来说,我自己也因这些言辞而变得神魂颠倒、如痴如醉地走来走去。
§6καὶ μὴν τοῦτό γε οὐ μεθύειν, ἀλλὰ νήφειν τε καὶ σωφρονεῖν ἐστιν.
然而,这绝非醉酒,而是清醒与理智。
ἐγὼ δὲ βουλοίμην ἄν, εἰ οἷόν τε, αὐτῶν ἀκοῦσαι τῶν λόγων·
如果可能的话,我倒希望听听这些言辞本身。
οὐδὲ γὰρ οὐδὲ φθονεῖν αὐτῶν οἶμαι θέμις, ἄλλως τε εἰ καὶ φίλος καὶ περὶ τὰ ὅμοια ἐσπουδακὼς ὁ βουλόμενος ἀκούειν εἴη.
因为我认为吝啬这些话是不合情理的,尤其是如果想听的人既是朋友又对同样的事物充满热忱的话。
θάρρει, ὦγαθέ·
放心吧,我的好朋友。
τοῦτο γάρ τοι τὸ τοῦ Ὁμήρου, σπεύδοντα καὶ αὐτὸν παρακαλεῖς, καὶ εἴ γε μὴ ἔφθης, αὐτὸς ἂν ἐδεήθην ἀκοῦσαί μου διηγουμένου·
正如荷马所说,你是在催促一个本身就在急行的人。 如果你没有抢先一步,我自己也会请求你听我讲述的。
μάρτυρα γάρ σε παραστήσασθαι πρὸς τοὺς πολλοὺς ἐθέλω, ὅτι οὐκ ἀλόγως μαίνομαι·
因为我想让你在众人面前做我的证人,证明我并非无理发狂。
ἄλλως τε καὶ ἡδύ μοι τὸ μεμνῆσθαι αὐτῶν πολλάκις, καὶ ταύτην ἤδη μελέτην ἐποιησάμην·
而且经常回想起这些话对我来说也是一件乐事,我已经把这当作了日常的功课。
ἐπεὶ κἄν τις μὴ παρὼν τύχῃ, καὶ οὕτω δὶς ἢ τρὶς τῆς ἡμέρας ἀνακυκλῶ πρὸς ἐμαυτὸν τὰ εἰρημένα.
因为即使碰巧没有人在场,我自己每天也会两三次地在心中温习这些说过的话。
§7καὶ ὥσπερ οἱ ἐρασταὶ τῶν παιδικῶν οὐ παρόντων ἔργʼ ἄττα καὶ λόγους εἰρημένους αὐτοῖς διαμνημονεύουσι καὶ τούτοις ἐνδιατρίβοντες ἐξαπατῶσι τὴν νόσον, ὡς παρόντων σφίσι τῶν ἀγαπωμένων — ἔνιοι γοῦν αὐτοῖς καὶ προσλαλεῖν οἴονται καὶ ὡς ἄρτι λεγομένων πρὸς αὐτοὺς ὧν τότε ἤκουσαν, ἥδονται καὶ προσάψαντες τὴν ψυχὴν τῇ μνήμῃ τῶν παρεληλυθότων σχολὴν οὐκ ἄγουσιν τοῖς ἐν ποσὶν ἀνιᾶσθαι — οὕτω δὴ καὶ αὐτὸς φιλοσοφίας οὐ παρούσης τοὺς λόγους, οὓς τότε ἤκουσα, συναγείρων καὶ πρὸς ἐμαυτὸν ἀνατυλίττων οὐ μικρὰν ἔχω παραμυθίαν, καὶ ὅλως καθάπερ ἐν πελάγει καὶ νυκτὶ πολλῇ φερόμενος, ἐς πυρσόν τινα τοῦτον ἀποβλέπω, πᾶσι μὲν παρεῖναι τοῖς ὑπʼ ἐμοῦ πραττομένοις τὸν ἄνδρα ἐκεῖνον οἰόμενος, ἀεὶ δὲ ὥσπερ ἀκούων αὐτοῦ τὰ αὐτὰ πρός με λέγοντος·
正如情人们在爱人不在身边时,会回忆起对他们做过的某些事情和说过的话,并通过沉浸其中来慰藉相思之苦,仿佛爱人就在身边一样——有些人甚至以为自己正在与他们交谈,并因为觉得当时听到的金玉良言现在正对他们诉说而感到高兴,他们把心灵系于对过去的记忆中,从而无暇为眼前的烦恼而痛苦——同样,我自己也在哲学不在身边时,收集当时听到的言辞并在心中温习,从而获得了不小的安慰。 而且我完全就像是在大海和黑夜中漂流一样,把这当作某种灯塔来仰望,认为那个人正陪伴在我所做的一切事情中,并且总是仿佛听到他对我说着同样的话。
ἐνίοτε δέ, καὶ μάλιστα ὅταν ἐνερείσω τὴν ψυχήν, καὶ τὸ πρόσωπον αὐτοῦ μοι φαίνεται καὶ τῆς φωνῆς ὁ ἦχος ἐν ταῖς ἀκοαῖς παραμένει·
有时,特别是在我集中精神的时候,他的面容也会浮现在我面前,他的声音也在我耳畔回响。
καὶ γάρ τοι κατὰ τὸν κωμικὸν ὡς ἀληθῶς ἐγκατέλιπέν τι κέντρον τοῖς ἀκούουσιν.
因为,正如喜剧作家所说,他确实在听者心中留下了某种刺。
§8παῦε, ὦ θαυμάσιε, μακρὸν ἀνακρουόμενος καὶ λέγε ἐξ ἀρχῆς ἀναλαβὼν ἤδη τὰ εἰρημένα·
得了吧,我妙极了的朋友,别再绕这么大弯子了,赶紧从头把说过的话接过来讲吧。
ὡς οὐ μετρίως με ἀποκναίεις περιάγων.
你这样牵着我转,把我折磨得不轻。
εὖ λέγεις, καὶ οὕτω χρὴ ποιεῖν.
你说得对,确实应该这样做。
ἀλλʼ ἐκεῖνο, ὦ ἑταῖρε — ἤδη τραγικοὺς ἢ καὶ νὴ Δία κωμικοὺς φαύλους ἑώρακας ὑποκριτάς, τῶν συριττομένων λέγω τούτων καὶ διαφθειρόντων τὰ ποιήματα καὶ τὸ τελευταῖον ἐκβαλλομένων, καίτοι τῶν δραμάτων πολλάκις εὖ ἐχόντων τε καὶ νενικηκότων;
但是,朋友,有一件事——你以前见过糟糕的悲剧演员,或者凭宙斯起誓,糟糕的喜剧演员吗? 我是说那些被观众喝倒彩、毁掉诗作并最终被赶下台的人,尽管那些戏剧往往写得很好而且还得过奖。
πολλοὺς οἶδα τοιούτους.
我见过很多这样的人。
ἀλλὰ τί τοῦτο;
但这又如何呢?
δέδοικα μή σοι μεταξὺ δόξω γελοίως αὐτὰ μιμεῖσθαι, τὰ μὲν ἀτάκτως συνείρων, ἐνίοτε δὲ καὶ αὐτὸν ὑπʼ ἀσθενείας τὸν νοῦν διαφθείρων, κᾆτα προαχθῇς ἠρέμα καὶ αὐτοῦ καταγνῶναι τοῦ δράματος.
我担心在讲述的过程中,我会显得是在滑稽地模仿它们,把话拼凑得杂乱无章,有时甚至因为我自己的能力不足而歪曲了原意,以至于你逐渐也否定了这出戏剧本身。
καὶ τὸ μὲν ἐμόν, οὐ πάνυ ἄχθομαι, ἡ δὲ ὑπόθεσις οὐ μετρίως με λυπήσειν ἔοικε συνεκπίπτουσα καὶ τὸ ἐμὸν μέρος ἀσχημονοῦσα.
至于我个人,我倒不是很在乎,但这个主题似乎会让我感到不小的痛苦,因为它会与我一同倒下,并因我的拙劣表演而蒙羞。
§9τοῦτʼ οὖν παρʼ ὅλον μέμνησό μοι τὸν λόγον, ὡς ὁ μὲν ποιητὴς ἡμῖν τῶν τοιούτων ἁμαρτημάτων ἀνεύθυνος καὶ τῆς σκηνῆς πόρρω ποι κάθηται, οὐδὲν αὐτῷ μέλον τῶν ἐν θεάτρῳ πραγμάτων.
因此,在整个讲述过程中,请替我记住这一点:创作者对这种过失是不承担责任的,他坐在远离舞台的某个地方,根本不关心剧场里发生的事。
ἐγὼ δʼ ἐμαυτοῦ σοι πεῖραν παρέχω, ὁποῖός τίς εἰμι τὴν μνήμην ὑποκριτής, οὐδὲν ἀγγέλου τὰ ἄλλα τραγικοῦ διαφέρων.
而我是让你对我进行一次测试,看看我是个怎样的记忆表演者,在其他方面我与悲剧中的报信人毫无二致。
ὥστε κἂν ἐνδεέστερόν τι δοκῶ λέγειν, ἐκεῖνο μὲν ἔστω πρόχειρον, ὡς ἄμεινον ἦν, καὶ ἄλλως ὁ ποιητὴς ἴσως διεξῄει·
所以,即使我显得讲得不够充分,也请记住这一点:原作要好得多,作者也许是以另一种更精彩的方式阐述的。
ἐμὲ δὲ κἂν ἐκσυρίττῃς, οὐ πάνυ τι λυπήσομαι.
至于我,即使你把我轰下台,我也不会怎么难过的。

词汇与语法注释

  1. §5ὅμοιόν τι πεπονθέναι πρὸς φιλοσοφίαν, οἷόνπερ καὶ οἱ Ἰνδοὶ πρὸς τὸν οἶνον λέγονται παθεῖν — 结构对比。句中“A对B(πρός +宾格)产生某种体验(πάσχω)”的关系,在说话者对哲学(τι πεπονθέναι πρὸς φιλοσοφίαν)与印度人对葡萄酒(οἱ Ἰνδοὶ πρὸς τὸν οἶνον... παθεῖν)这两个两极之间形成了优美的呼应。
  2. §6ἄλλως τε εἰ καὶ φίλος καὶ περὶ τὰ ὅμοια ἐσπουδακὼς ὁ βουλόμενος ἀκούειν εἴη — 条件从句中的主语 `ὁ βουλόμενος ἀκούειν`(想听的人)由两个表语修饰:作形容词用的 `φίλος` 和完成时分词 `ἐσπουδακὼς`。`ἄλλως τε εἰ` 是一个惯用表达,意为“特别是如果”。
  3. §7ὡς παρόντων σφίσι τῶν ἀγαπωμένων — 带有 `ὡς` 的属格独立分词结构,表示主观的想象或设想的情境:“仿佛他们所爱的人就在他们身边一样”。
  4. §8δέδοικα μή σοι μεταξὺ δόξω γελοίως αὐτὰ μιμεῖσθαι — 担忧动词 `δέδοικα` 后接 `μή` 和虚拟式/将来直说式 `δόξω`,表示“我担心……”。副词 `μεταξὺ` 在此处作状语,表示“在这期间(在讲述的过程中)”。

引用这一段

琉善, 尼格里努斯 §5-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg007.humanitext-grc2:5-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。