§372ΙΠ. καὶ πῶς ἄν, ὦ Σώκρατες, οἱ ἑκόντες ἀδικοῦντες καὶ ἑκόντες ἐπιβουλεύσαντες καὶ κακὰ ἐργασάμενοι βελτίους ἂν εἶεν τῶν ἀκόντων, οἷς πολλὴ δοκεῖ συγγνώμη εἶναι, ἐὰν μὴ εἰδώς τις ἀδικήσῃ ἢ ψεύσηται ἢ ἄλλο τι κακὸν ποιήσῃ;
ヒッピアス:ソクラテスよ、自発的に不正を行い、自発的に企みを巡らせて悪事を働いた者たちが、不本意ながら行う者たちよりも優れているなどということが、どうしてあり得ましょうか。 不本意な者たちに対しては、もし誰かが知らずに不正を行ったり、嘘をついたり、あるいは何か他の悪事を働いたりした場合には、大いなる寛容が与えられると思われるのです。
καὶ οἱ νόμοι δήπου πολὺ χαλεπώτεροί εἰσι τοῖς ἑκοῦσι κακὰ ἐργαζομένοις καὶ ψευδομένοις ἢ τοῖς ἄκουσιν.
そして法律もまた、本意でなく悪事を働き嘘をつく者たちよりも、自発的にそれらを行う者たちに対して、はるかに厳しいに違いありません。
ΣΩ. ὁρᾷς, ὦ Ἱππία, ὅτι ἐγὼ ἀληθῆ λέγω, λέγων ὡς λιπαρής εἰμι πρὸς τὰς ἐρωτήσεις τῶν σοφῶν;
ソクラテス:ヒッピアスよ、私が賢者たちの質問に対して執拗であると言っていたのは、真実だったとわかるだろう。
καὶ κινδυνεύω ἓν μόνον ἔχειν τοῦτο ἀγαθόν, τἆλλα ἔχων πάνυ φαῦλα·
そして私は、他の点では全く取るに足りない人間であるのに、これ一つだけは良い点を持っているらしい。
τῶν μὲν γὰρ πραγμάτων ᾗ ἔχει ἔσφαλμαι, καὶ οὐκ οἶδʼ ὅπῃ ἐστί.
というのも、私は物事のあり方について惑わされており、それがどうであるかを知らないからだ。
τεκμήριον δέ μοι τούτου ἱκανόν, ὅτι ἐπειδὰν συγγένωμαί τῳ ὑμῶν τῶν εὐδοκιμούντων ἐπὶ σοφίᾳ καὶ οἷς οἱ Ἕλληνες πάντες μάρτυρές εἰσι τῆς σοφίας, φαίνομαι οὐδὲν εἰδώς·
このことの十分な証拠は、知恵において名高く、ギリシア人全員がその知恵を証言している君たちのような人の誰かと交わるたびに、自分が何も知らないことが明らかになることだ。
οὐδὲν γάρ μοι δοκεῖ τῶν αὐτῶν καὶ ὑμῖν, ὡς ἔπος εἰπεῖν.
私には、いわば、君たちと同じであると思われるものが一つもないのだから。
καίτοι τί μεῖζον ἀμαθίας τεκμήριον ἢ ἐπειδάν τις σοφοῖς ἀνδράσι διαφέρηται;
だが、賢い人々と考えが異なること以上に、無知の大きな証拠があるだろうか。
ἓν δὲ τοῦτο θαυμάσιον ἔχω ἀγαθόν, ὅ με σῴζει·
しかし私は、自分を救ってくれる、この一つの驚くべき良い点を持っている。
οὐ γὰρ αἰσχύνομαι μανθάνων, ἀλλὰ πυνθάνομαι καὶ ἐρωτῶ καὶ χάριν πολλὴν ἔχω τῷ ἀποκρινομένῳ, καὶ οὐδένα πώποτε ἀπεστέρησα χάριτος.
私は学ぶことを恥とせず、むしろ詳しく尋ね、質問し、答えてくれる人に深く感謝し、誰に対しても一度としてその感謝を拒んだことはない。
οὐ γὰρ πώποτε ἔξαρνος ἐγενόμην μαθών τι, ἐμαυτοῦ ποιούμενος τὸ μάθημα εἶναι ὡς εὕρημα·
私は何かを学んだとき、その学びが自分自身の発見であるかのように偽って知らん顔をしたことは一度もない。
ἀλλʼ ἐγκωμιάζω τὸν διδάξαντά με ὡς σοφὸν ὄντα, ἀποφαίνων ἃ ἔμαθον παρʼ αὐτοῦ.
むしろ、私に教えてくれた人を賢い者として称賛し、彼から学んだことを公に示してきた。
καὶ δὴ καὶ νῦν ἃ σὺ λέγεις οὐχ ὁμολογῶ σοι, ἀλλὰ διαφέρομαι πάνυ σφόδρα·
そしてまさに今も君が言うことに同意せず、全く激しく異を唱えている。
καὶ τοῦτʼ εὖ οἶδα ὅτι διʼ ἐμὲ γίγνεται, ὅτι τοιοῦτός εἰμι οἷόσπερ εἰμί, ἵνα μηδὲν ἐμαυτὸν μεῖζον εἴπω.
そして、これが私自身に起因していること、私がまさにこのような人間であるからだということを、よく知っている(自分自身をこれ以上大きく言わないために)。
ἐμοὶ γὰρ φαίνεται, ὦ Ἱππία, πᾶν τοὐναντίον ἢ ὃ σὺ λέγεις·
ヒッピアスよ、私には君が言うことと全く反対であるように思われるからだ。
οἱ βλάπτοντες τοὺς ἀνθρώπους καὶ ἀδικοῦντες καὶ ψευδόμενοι καὶ ἐξαπατῶντες καὶ ἁμαρτάνοντες ἑκόντες ἀλλὰ μὴ ἄκοντες, βελτίους εἶναι ἢ οἱ ἄκοντες.
人々に害を与え、不正を行い、嘘をつき、騙し、過ちを犯す者は、不本意ながらではなく自発的にそれを行う者が、不本意ながら行う者よりも優れていると思われるのだ。
ἐνίοτε μέντοι καὶ τοὐναντίον δοκεῖ μοι τούτων καὶ πλανῶμαι περὶ ταῦτα, δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι·
しかし時には、これらと反対のことが思われて、私はこれらのことについて迷うこともある。 それは明らかに、知らないがゆえだ。
νυνὶ δὲ ἐν τῷ παρόντι μοι ὥσπερ κατηβολὴ περιελήλυθεν, καὶ δοκοῦσί μοι οἱ ἑκόντες ἐξαμαρτάνοντες περί τι βελτίους εἶναι τῶν ἀκόντων.
だがまさに今、この瞬間には、私に一種の発作が巡ってきたかのように、あることについて自発的に過ちを犯す者の方が、不本意ながら行う者よりも優れていると思われるのだ。
αἰτιῶμαι δὲ τοῦ νῦν παρόντος παθήματος τοὺς ἔμπροσθεν λόγους αἰτίους εἶναι, ὥστε φαίνεσθαι νῦν ἐν τῷ παρόντι τοὺς ἄκοντας τούτων ἕκαστα ποιοῦντας πονηροτέρους ἢ τοὺς ἑκόντας.
そして、いま私に生じているこの状態の責任は、それまでの議論が原因であると考えている。 その結果、いまこの瞬間には、これらの個々のことを不本意ながら行う者の方が、自発的に行う者よりも悪質であるように見えるのだ。
§373ΣΩ. σὺ οὖν χάρισαι καὶ μὴ φθονήσῃς ἰάσασθαι τὴν ψυχήν μου·
ソクラテス:だから、恵みを施して、私の魂を癒やすことを惜しまないでほしい。
πολὺ γάρ τοι μεῖζόν με ἀγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν ἢ νόσου τὸ σῶμα.
病気から体を救うよりも、無知から魂を救うことの方が、はるかに大きな良い行いを私に施すことになるのだから。
μακρὸν μὲν οὖν λόγον εἰ ʼθέλεις λέγειν, προλέγω σοι ὅτι οὐκ ἄν με ἰάσαιο—οὐ γὰρ ἂν ἀκολουθήσαιμι —ὥσπερ δὲ ἄρτι εἰ ʼθέλεις μοι ἀποκρίνεσθαι, πάνυ ὀνήσεις, οἶμαι δὲ οὐδʼ αὐτὸν σὲ βλαβήσεσθαι.
もし長々と演説をしたいのなら、あらかじめ言っておくが、君は私を癒やすことはできないだろう。 私はついていけないからだ。 だが、さきほどのように、私に答えることを望むなら、大いに私を助けることになるだろうし、君自身も何の害も受けないと思う。
δικαίως δʼ ἂν καὶ σὲ παρακαλοίην, ὦ παῖ Ἀπημάντου·
また、アペイマントスの子よ、君にも要請するのが当然だろう。
σὺ γάρ με ἐπῆρας Ἱππίᾳ διαλέγεσθαι, καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι, δέου αὐτοῦ ὑπὲρ ἐμοῦ.
というのも、君が私にヒッピアスと対話するように促したのだから。 そして今、もしヒッピアスが答えるのを望まないなら、私のために彼に頼んでくれ。
ΕΥ. ἀλλʼ, ὦ Σώκρατες, οἶμαι οὐδὲν δεήσεσθαι Ἱππίαν τῆς ἡμετέρας δεήσεως·
エウディコス:いや、ソクラテスよ、ヒッピアスには私たちの頼みは必要ないと思う。
οὐ γὰρ τοιαῦτα αὐτῷ ἐστι τὰ προειρημένα, ἀλλʼ ὅτι οὐδενὸς ἂν φύγοι ἀνδρὸς ἐρώτησιν.
彼の先ほどの言葉はそういうものではなく、どんな人の質問からも逃げはしないというものだったのだから。
ἦ γάρ, ὦ Ἱππία;
そうだよね、ヒッピアス?
οὐ ταῦτα ἦν ἃ ἔλεγες;
君が言っていたのはそういうことではなかったかね?
ΙΠ. ἔγωγε·
ヒッピアス:その通りだ。
ἀλλὰ Σωκράτης, ὦ Εὔδικε, ἀεὶ ταράττει ἐν τοῖς λόγοις καὶ ἔοικεν ὥσπερ κακουργοῦντι.
しかしエウディコスよ、ソクラテスはいつも議論を混乱させ、まるで悪意を持って振る舞っているのだ。
ΣΩ. ὦ βέλτιστε Ἱππία, οὔτι ἑκών γε ταῦτα ἐγὼ ποιῶ— σοφὸς γὰρ ἂν ἦ καὶ δεινὸς κατὰ τὸν σὸν λόγον—ἀλλὰ ἄκων, ὥστε μοι συγγνώμην ἔχε·
ソクラテス:優れたヒッピアスよ、私は決して自発的にそうしているのではない。 そうであれば、君の言うところによれば、私は賢くて恐るべき人間だろうから。 むしろ不本意ながらそうしているのだ。 だから私を許してほしい。
φῂς γὰρ αὖ δεῖν, ὃς ἂν κακουργῇ ἄκων, συγγνώμην ἔχειν.
君は、不本意ながら悪事を働く者は許されるべきだと言っているのだから。
ΕΥ. καὶ μηδαμῶς γε, ὦ Ἱππία, ἄλλως ποίει, ἀλλὰ καὶ ἡμῶν ἕνεκα καὶ τῶν προειρημένων σοι λόγων ἀποκρίνου ἃ ἄν σε ἐρωτᾷ Σωκράτης.
エウディコス:決して他のようにはしないで、ヒッピアスよ、私たちのために、そして先ほど君が語った言葉のためにも、ソクラテスが君に尋ねることに答えてくれ。
ΙΠ. ἀλλʼ ἀποκρινοῦμαι, σοῦ γε δεομένου.
ヒッピアス:では、君が頼むのだから、答えることにしよう。
ἀλλʼ ἐρώτα ὅτι βούλει.
何でも望むことを質問したまえ。
ΣΩ. καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὦ Ἱππία, διασκέψασθαι τὸ νυνδὴ λεγόμενον, πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες.
ソクラテス:実に、ヒッピアスよ、私は先ほど言されたこと、すなわち、自発的に過ちを犯す者と不本意ながら過ちを犯す者のどちらが優れているかを、徹底的に検討したいと強く望んでいる。
οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατʼ ἂν ὧδε ἐλθεῖν.
この検討に至るには、このように進めるのが最も正しいと思う。
ἀλλʼ ἀπόκριναι·
答えてくれ。
καλεῖς τινα δρομέα ἀγαθόν;
君はある人を「優れた走者」と呼ぶかね?
ΙΠ. ἔγωγε.
ヒッピアス:呼ぶとも。
ΣΩ. καὶ κακόν;
ソクラテス:そして「下手な走者」も?
ΙΠ. ναί.
ヒッピアス:そうだ。
ΣΩ. οὐκοῦν ἀγαθὸς μὲν ὁ εὖ θέων, κακὸς δὲ ὁ κακῶς;
ソクラテス:それなら、よく走る者が優れており、下手に走る者が劣っているのではないかね?
ΙΠ. ναί.
ヒッピアス:そうだ。
ΣΩ. οὐκοῦν ὁ βραδέως θέων κακῶς θεῖ, ὁ δὲ ταχέως εὖ;
ソクラテス:では、遅く走る者は下手に走っており、速く走る者はよく走っているのではないかね?
ΙΠ. ναί.
ヒッピアス:そうだ。
ΣΩ. ἐν δρόμῳ μὲν ἄρα καὶ τῷ θεῖν τάχος μὲν ἀγαθόν, βραδυτὴς δὲ κακόν;
ソクラテス:競走、つまり走ることにおいては、速さは優れたことであり、遅さは悪いことかね?
ΙΠ. ἀλλὰ τί μέλλει;
ヒッピアス:当然そうだろう。
ΣΩ. πότερος οὖν ἀμείνων δρομεύς, ὁ ἑκὼν βραδέως θέων ἢ ὁ ἄκων;
ソクラテス:それでは、自発的に遅く走る走者と、不本意ながら遅く走る走者では、どちらが優れた走者かね?
ΙΠ. ὁ ἑκών.
ヒッピアス:自発的に走る方だ。
ΣΩ. ἆρʼ οὖν οὐ ποιεῖν τί ἐστι τὸ θεῖν;
ソクラテス:では、走ることは「行う」ことではないかね?
ΙΠ. ποιεῖν μὲν οὖν.
ヒッピアス:行うことだとも。
ΣΩ. εἰ δὲ ποιεῖν, οὐ καὶ ἐργάζεσθαί τι;
ソクラテス:行うことであるなら、何かを「生み出す」ことでもあるのではないかね?
ΙΠ. ναί.
ヒッピアス:そうだ。
ΣΩ. ὁ κακῶς ἄρα θέων κακὸν καὶ αἰσχρὸν ἐν δρόμῳ τοῦτο ἐργάζεται;
ソクラテス:では、下手に走る者は、競走において、この悪いこと、醜いことを生み出しているのかね?
ΙΠ. κακόν·
ヒッピアス:悪いことだ。
πῶς γὰρ οὔ;
どうしてそうでないことがあろうか。
ΣΩ. κακῶς δὲ θεῖ ὁ βραδέως θέων;
ソクラテス:そして、遅く走る者は下手に走っているのだね?
ΙΠ. ναί.
ヒッピアス:そうだ。
ΣΩ. οὐκοῦν ὁ μὲν ἀγαθὸς δρομεὺς ἑκὼν τὸ κακὸν τοῦτο ἐργάζεται καὶ τὸ αἰσχρόν, ὁ δὲ κακὸς ἄκων;
ソクラテス:それなら、優れた走者は自発的にこの悪いこと、醜いことを生み出し、劣った走者は不本意ながらそれを行うのではないかね?
ΙΠ. ἔοικέν γε.
ヒッピアス:そのようだね。