- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg026.humanitext-grc2:372-373
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ヒッピアスは自発的に悪事を行う者が不本意な者より優れているという結論に反対する。ソクラテスは自身の無知を認めつつ、自発的に過ちを犯す者の方が優れているという自らの奇妙な直感を検証するため、エウディコスの仲介を得て、ヒッピアスと競走(ランナー)の喩えを用いた対話を再開する。
ΙΠ. καὶ πῶς ἄν, ὦ Σώκρατες, οἱ ἑκόντες ἀδικοῦντες καὶ ἑκόντες ἐπιβουλεύσαντες καὶ κακὰ ἐργασάμενοι βελτίους ἂν εἶεν τῶν ἀκόντων, οἷς πολλὴ δοκεῖ συγγνώμη εἶναι, ἐὰν μὴ εἰδώς τις ἀδικήσῃ ἢ ψεύσηται ἢ ἄλλο τι κακὸν ποιήσῃ; καὶ οἱ νόμοι δήπου πολὺ χαλεπώτεροί εἰσι τοῖς ἑκοῦσι κακὰ ἐργαζομένοις καὶ ψευδομένοις ἢ τοῖς ἄκουσιν. ΣΩ. ὁρᾷς, ὦ Ἱππία, ὅτι ἐγὼ ἀληθῆ λέγω, λέγων ὡς λιπαρής εἰμι πρὸς τὰς ἐρωτήσεις τῶν σοφῶν; καὶ κινδυνεύω ἓν μόνον ἔχειν τοῦτο ἀγαθόν, τἆλλα ἔχων πάνυ φαῦλα· τῶν μὲν γὰρ πραγμάτων ᾗ ἔχει ἔσφαλμαι,1 καὶ οὐκ οἶδʼ ὅπῃ ἐστί. τεκμήριον δέ μοι τούτου ἱκανόν, ὅτι ἐπειδὰν συγγένωμαί τῳ ὑμῶν τῶν εὐδοκιμούντων ἐπὶ σοφίᾳ καὶ οἷς οἱ Ἕλληνες πάντες μάρτυρές εἰσι τῆς σοφίας, φαίνομαι οὐδὲν εἰδώς· οὐδὲν γάρ μοι δοκεῖ τῶν αὐτῶν καὶ ὑμῖν, ὡς ἔπος εἰπεῖν. καίτοι τί μεῖζον ἀμαθίας τεκμήριον ἢ ἐπειδάν τις σοφοῖς ἀνδράσι διαφέρηται; ἓν δὲ τοῦτο θαυμάσιον ἔχω ἀγαθόν, ὅ με σῴζει· οὐ γὰρ αἰσχύνομαι μανθάνων, ἀλλὰ πυνθάνομαι καὶ ἐρωτῶ καὶ χάριν πολλὴν ἔχω τῷ ἀποκρινομένῳ, καὶ οὐδένα πώποτε ἀπεστέρησα χάριτος. οὐ γὰρ πώποτε ἔξαρνος ἐγενόμην μαθών τι, ἐμαυτοῦ ποιούμενος τὸ μάθημα εἶναι ὡς εὕρημα· ἀλλʼ ἐγκωμιάζω τὸν διδάξαντά με ὡς σοφὸν ὄντα, ἀποφαίνων ἃ ἔμαθον παρʼ αὐτοῦ. καὶ δὴ καὶ νῦν ἃ σὺ λέγεις οὐχ ὁμολογῶ σοι, ἀλλὰ διαφέρομαι πάνυ σφόδρα· καὶ τοῦτʼ εὖ οἶδα ὅτι διʼ ἐμὲ γίγνεται, ὅτι τοιοῦτός εἰμι οἷόσπερ εἰμί, ἵνα μηδὲν ἐμαυτὸν μεῖζον εἴπω.2 ἐμοὶ γὰρ φαίνεται, ὦ Ἱππία, πᾶν τοὐναντίον ἢ ὃ σὺ λέγεις· οἱ βλάπτοντες τοὺς ἀνθρώπους καὶ ἀδικοῦντες καὶ ψευδόμενοι καὶ ἐξαπατῶντες καὶ ἁμαρτάνοντες ἑκόντες ἀλλὰ μὴ ἄκοντες, βελτίους εἶναι ἢ οἱ ἄκοντες. ἐνίοτε μέντοι καὶ τοὐναντίον δοκεῖ μοι τούτων καὶ πλανῶμαι περὶ ταῦτα, δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι· νυνὶ δὲ ἐν τῷ παρόντι μοι ὥσπερ κατηβολὴ περιελήλυθεν,3 καὶ δοκοῦσί μοι οἱ ἑκόντες ἐξαμαρτάνοντες περί τι βελτίους εἶναι τῶν ἀκόντων. αἰτιῶμαι δὲ τοῦ νῦν παρόντος παθήματος τοὺς ἔμπροσθεν λόγους αἰτίους εἶναι, ὥστε φαίνεσθαι νῦν ἐν τῷ παρόντι τοὺς ἄκοντας τούτων ἕκαστα ποιοῦντας πονηροτέρους ἢ τοὺς ἑκόντας.
ヒッピアス:ソクラテスよ、自発的に不正を行い、自発的に企みを巡らせて悪事を働いた者たちが、不本意ながら行う者たちよりも優れているなどということが、どうしてあり得ましょうか。不本意な者たちに対しては、もし誰かが知らずに不正を行ったり、嘘をついたり、あるいは何か他の悪事を働いたりした場合には、大いなる寛容が与えられると思われるのです。そして法律もまた、本意でなく悪事を働き嘘をつく者たちよりも、自発的にそれらを行う者たちに対して、はるかに厳しいに違いありません。 ソクラテス:ヒッピアスよ、私が賢者たちの質問に対して執拗であると言っていたのは、真実だったとわかるだろう。そして私は、他の点では全く取るに足りない人間であるのに、これ一つだけは良い点を持っているらしい。というのも、私は物事のあり方について惑わされており、それがどうであるかを知らないからだ。このことの十分な証拠は、知恵において名高く、ギリシア人全員がその知恵を証言している君たちのような人の誰かと交わるたびに、自分が何も知らないことが明らかになることだ。私には、いわば、君たちと同じであると思われるものが一つもないのだから。だが、賢い人々と考えが異なること以上に、無知の大きな証拠があるだろうか。しかし私は、自分を救ってくれる、この一つの驚くべき良い点を持っている。私は学ぶことを恥とせず、むしろ詳しく尋ね、質問し、答えてくれる人に深く感謝し、誰に対しても一度としてその感謝を拒んだことはない。私は何かを学んだとき、その学びが自分自身の発見であるかのように偽って知らん顔をしたことは一度もない。むしろ、私に教えてくれた人を賢い者として称賛し、彼から学んだことを公に示してきた。そしてまさに今も君が言うことに同意せず、全く激しく異を唱えている。そして、これが私自身に起因していること、私がまさにこのような人間であるからだということを、よく知っている(自分自身をこれ以上大きく言わないために)。ヒッピアスよ、私には君が言うことと全く反対であるように思われるからだ。人々に害を与え、不正を行い、嘘をつき、騙し、過ちを犯す者は、不本意ながらではなく自発的にそれを行う者が、不本意ながら行う者よりも優れていると思われるのだ。しかし時には、これらと反対のことが思われて、私はこれらのことについて迷うこともある。それは明らかに、知らないがゆえだ。だがまさに今、この瞬間には、私に一種の発作が巡ってきたかのように、あることについて自発的に過ちを犯す者の方が、不本意ながら行う者よりも優れていると思われるのだ。そして、いま私に生じているこの状態の責任は、それまでの議論が原因であると考えている。その結果、いまこの瞬間には、これらの個々のことを不本意ながら行う者の方が、自発的に行う者よりも悪質であるように見えるのだ。
ΣΩ. σὺ οὖν χάρισαι καὶ μὴ φθονήσῃς ἰάσασθαι τὴν ψυχήν μου· πολὺ γάρ τοι μεῖζόν με ἀγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν ἢ νόσου τὸ σῶμα. μακρὸν μὲν οὖν λόγον εἰ ʼθέλεις λέγειν, προλέγω σοι ὅτι οὐκ ἄν με ἰάσαιο—οὐ γὰρ ἂν ἀκολουθήσαιμι —ὥσπερ δὲ ἄρτι εἰ ʼθέλεις μοι ἀποκρίνεσθαι, πάνυ ὀνήσεις, οἶμαι δὲ οὐδʼ αὐτὸν σὲ βλαβήσεσθαι. δικαίως δʼ ἂν καὶ σὲ παρακαλοίην, ὦ παῖ Ἀπημάντου· σὺ γάρ με ἐπῆρας Ἱππίᾳ διαλέγεσθαι, καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι, δέου αὐτοῦ ὑπὲρ ἐμοῦ. ΕΥ. ἀλλʼ, ὦ Σώκρατες, οἶμαι οὐδὲν δεήσεσθαι Ἱππίαν τῆς ἡμετέρας δεήσεως· οὐ γὰρ τοιαῦτα αὐτῷ ἐστι τὰ προειρημένα, ἀλλʼ ὅτι οὐδενὸς ἂν φύγοι ἀνδρὸς ἐρώτησιν. ἦ γάρ, ὦ Ἱππία; οὐ ταῦτα ἦν ἃ ἔλεγες; ΙΠ. ἔγωγε· ἀλλὰ Σωκράτης, ὦ Εὔδικε, ἀεὶ ταράττει ἐν τοῖς λόγοις καὶ ἔοικεν ὥσπερ κακουργοῦντι. ΣΩ. ὦ βέλτιστε Ἱππία, οὔτι ἑκών γε ταῦτα ἐγὼ ποιῶ— σοφὸς γὰρ ἂν ἦ καὶ δεινὸς κατὰ τὸν σὸν λόγον—ἀλλὰ ἄκων, ὥστε μοι συγγνώμην ἔχε· φῂς γὰρ αὖ δεῖν, ὃς ἂν κακουργῇ ἄκων, συγγνώμην ἔχειν. ΕΥ. καὶ μηδαμῶς γε, ὦ Ἱππία, ἄλλως ποίει, ἀλλὰ καὶ ἡμῶν ἕνεκα καὶ τῶν προειρημένων σοι λόγων ἀποκρίνου ἃ ἄν σε ἐρωτᾷ Σωκράτης. ΙΠ. ἀλλʼ ἀποκρινοῦμαι, σοῦ γε δεομένου. ἀλλʼ ἐρώτα ὅτι βούλει. ΣΩ. καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὦ Ἱππία, διασκέψασθαι τὸ νυνδὴ λεγόμενον, πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες. οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατʼ ἂν ὧδε ἐλθεῖν. ἀλλʼ ἀπόκριναι· καλεῖς τινα δρομέα ἀγαθόν; ΙΠ. ἔγωγε. ΣΩ. καὶ κακόν; ΙΠ. ναί. ΣΩ. οὐκοῦν ἀγαθὸς μὲν ὁ εὖ θέων, κακὸς δὲ ὁ κακῶς; ΙΠ. ναί. ΣΩ. οὐκοῦν ὁ βραδέως θέων κακῶς θεῖ, ὁ δὲ ταχέως εὖ; ΙΠ. ναί. ΣΩ. ἐν δρόμῳ μὲν ἄρα καὶ τῷ θεῖν τάχος μὲν ἀγαθόν, βραδυτὴς δὲ κακόν; ΙΠ. ἀλλὰ τί μέλλει; ΣΩ. πότερος οὖν ἀμείνων δρομεύς, ὁ ἑκὼν βραδέως θέων ἢ ὁ ἄκων; ΙΠ. ὁ ἑκών. ΣΩ. ἆρʼ οὖν οὐ ποιεῖν τί ἐστι τὸ θεῖν; ΙΠ. ποιεῖν μὲν οὖν. ΣΩ. εἰ δὲ ποιεῖν, οὐ καὶ ἐργάζεσθαί τι; ΙΠ. ναί. ΣΩ. ὁ κακῶς ἄρα θέων κακὸν καὶ αἰσχρὸν ἐν δρόμῳ τοῦτο ἐργάζεται; ΙΠ. κακόν· πῶς γὰρ οὔ; ΣΩ. κακῶς δὲ θεῖ ὁ βραδέως θέων; ΙΠ. ναί. ΣΩ. οὐκοῦν ὁ μὲν ἀγαθὸς δρομεὺς ἑκὼν τὸ κακὸν τοῦτο ἐργάζεται καὶ τὸ αἰσχρόν, ὁ δὲ κακὸς ἄκων; ΙΠ. ἔοικέν γε.
ソクラテス:だから、恵みを施して、私の魂を癒やすことを惜しまないでほしい。病気から体を救うよりも、無知から魂を救うことの方が、はるかに大きな良い行いを私に施すことになるのだから。もし長々と演説をしたいのなら、あらかじめ言っておくが、君は私を癒やすことはできないだろう。私はついていけないからだ。だが、さきほどのように、私に答えることを望むなら、大いに私を助けることになるだろうし、君自身も何の害も受けないと思う。また、アペイマントスの子よ、君にも要請するのが当然だろう。というのも、君が私にヒッピアスと対話するように促したのだから。そして今、もしヒッピアスが答えるのを望まないなら、私のために彼に頼んでくれ。 エウディコス:いや、ソクラテスよ、ヒッピアスには私たちの頼みは必要ないと思う。彼の先ほどの言葉はそういうものではなく、どんな人の質問からも逃げはしないというものだったのだから。そうだよね、ヒッピアス?君が言っていたのはそういうことではなかったかね? ヒッピアス:その通りだ。しかしエウディコスよ、ソクラテスはいつも議論を混乱させ、まるで悪意を持って振る舞っているのだ。 ソクラテス:優れたヒッピアスよ、私は決して自発的にそうしているのではない。そうであれば、君の言うところによれば、私は賢くて恐るべき人間だろうから。むしろ不本意ながらそうしているのだ。だから私を許してほしい。君は、不本意ながら悪事を働く者は許されるべきだと言っているのだから。 エウディコス:決して他のようにはしないで、ヒッピアスよ、私たちのために、そして先ほど君が語った言葉のためにも、ソクラテスが君に尋ねることに答えてくれ。 ヒッピアス:では、君が頼むのだから、答えることにしよう。何でも望むことを質問したまえ。 ソクラテス:実に、ヒッピアスよ、私は先ほど言われたこと、すなわち、自発的に過ちを犯す者と不本意ながら過ちを犯す者のどちらが優れているかを、徹底的に検討したいと強く望んでいる。この検討に至るには、このように進めるのが最も正しいと思う。答えてくれ。君はある人を「優れた走者」と呼ぶかね? ヒッピアス:呼ぶとも。 ソクラテス:そして「下手な走者」も? ヒッピアス:そうだ。 ソクラテス:それなら、よく走る者が優れており、下手に走る者が劣っているのではないかね? ヒッピアス:そうだ。 ソクラテス:では、遅く走る者は下手に走っており、速く走る者はよく走っているのではないかね? ヒッピアス:そうだ。 ソクラテス:競走、つまり走ることにおいては、速さは優れたことであり、遅さは悪いことかね? ヒッピアス:当然そうだろう。 ソクラテス:それでは、自発的に遅く走る走者と、不本意ながら遅く走る走者では、どちらが優れた走者かね? ヒッピアス:自発的に走る方だ。 ソクラテス:では、走ることは「行う」ことではないかね? ヒッピアス:行うことだとも。 ソクラテス:行うことであるなら、何かを「生み出す」ことでもあるのではないかね? ヒッピアス:そうだ。 ソクラテス:では、下手に走る者は、競走において、この悪いこと、醜いことを生み出しているのかね? ヒッピアス:悪いことだ。どうしてそうでないことがあろうか。 ソクラテス:そして、遅く走る者は下手に走っているのだね? ヒッピアス:そうだ。 ソクラテス:それなら、優れた走者は自発的にこの悪いこと、醜いことを生み出し、劣った走者は不本意ながらそれを行うのではないかね? ヒッピアス:そのようだね。
- 372bτῶν μὲν γὰρ πραγμάτων ᾗ ἔχει ἔσφαλμαι
動詞 ἔσφαλμαι(σφάλλομαι「惑わされる、誤る」の完了受動)が、基準あるいは分離を表す属格 τῶν πραγμάτων を支配する構文。「物事の本来のあり方(ᾗ ἔχει)から外れて迷っている」という認識を示す。
- 372dἵνα μηδὲν ἐμαυτοῦ μεῖζον εἴπω
目的接続詞 ἵνα に導かれる従属節で、直前の自己評価に対する挿入的な言い訳(「自分について過大なことを言わないように」)として機能している。ἐμαυτοῦ は比較級の形容詞 μεῖζον が支配する比較の属格である。
- 372eὥσπερ κατηβολὴ περιελήλυθεν
名詞 κατηβολή は元来、医学用語で病気(特に瘧など)の「周期的発作」や「急激な発症」を意味する。ここではソクラテスが自らの考えや心の状態が突然急変したことを病気の発作に喩えてユーモラスに表現している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
