§372ΙΠ. καὶ πῶς ἄν, ὦ Σώκρατες, οἱ ἑκόντες ἀδικοῦντες καὶ ἑκόντες ἐπιβουλεύσαντες καὶ κακὰ ἐργασάμενοι βελτίους ἂν εἶεν τῶν ἀκόντων, οἷς πολλὴ δοκεῖ συγγνώμη εἶναι, ἐὰν μὴ εἰδώς τις ἀδικήσῃ ἢ ψεύσηται ἢ ἄλλο τι κακὸν ποιήσῃ;
希:苏格拉底,那些自愿作恶、自愿谋划并作恶的人,怎么可能比那些无意中作恶的人更好呢? 对于无意者,如果有人在不知情的情况下作恶、撒谎或做其他坏事,通常会得到极大的宽恕。
καὶ οἱ νόμοι δήπου πολὺ χαλεπώτεροί εἰσι τοῖς ἑκοῦσι κακὰ ἐργαζομένοις καὶ ψευδομένοις ἢ τοῖς ἄκουσιν.
而且法律毫无疑问,对待自愿作恶和撒谎的人,要比对待无意中作恶的人严厉得多。
ΣΩ. ὁρᾷς, ὦ Ἱππία, ὅτι ἐγὼ ἀληθῆ λέγω, λέγων ὡς λιπαρής εἰμι πρὸς τὰς ἐρωτήσεις τῶν σοφῶν;
苏:希庇亚,你看到了吧,我说我对智者的提问十分执着,这说的是真话。
καὶ κινδυνεύω ἓν μόνον ἔχειν τοῦτο ἀγαθόν, τἆλλα ἔχων πάνυ φαῦλα·
我可能只有这唯一的一个优点,而在其他方面则非常平庸。
τῶν μὲν γὰρ πραγμάτων ᾗ ἔχει ἔσφαλμαι, καὶ οὐκ οἶδʼ ὅπῃ ἐστί.
因为对于事物的实际情况,我是迷茫的,不知道它们究竟如何。
τεκμήριον δέ μοι τούτου ἱκανόν, ὅτι ἐπειδὰν συγγένωμαί τῳ ὑμῶν τῶν εὐδοκιμούντων ἐπὶ σοφίᾳ καὶ οἷς οἱ Ἕλληνες πάντες μάρτυρές εἰσι τῆς σοφίας, φαίνομαι οὐδὲν εἰδώς· οὐδὲν γάρ μοι δοκεῖ τῶν αὐτῶν καὶ ὑμῖν, ὡς ἔπος εἰπεῖν.
对我来说,这有一个充分的证据:每当我与你们这些因智慧而享有盛誉、且所有希腊人都见证了其智慧的人交往时,我就显得一无知;因为可以说,在我看来,没有什么东西是和你们一致的。
καίτοι τί μεῖζον ἀμαθίας τεκμήριον ἢ ἐπειδάν τις σοφοῖς ἀνδράσι διαφέρηται;
然而,当一个人与智者意见相左时,还有什么比这更大的无知证据呢?
ἓν δὲ τοῦτο θαυμάσιον ἔχω ἀγαθόν, ὅ με σῴζει· οὐ γὰρ αἰσχύνομαι μανθάνων, ἀλλὰ πυνθάνομαι καὶ ἐρωτῶ καὶ χάριν πολλὴν ἔχω τῷ ἀποκρινομένῳ, καὶ οὐδένα πώποτε ἀπεστέρησα χάριτος.
但我有这唯一一个令人惊叹的优点来救我:因为我并不以学习为耻,而是去打听、提问,并对回答的人充满感激,而且我从未剥夺过任何人的这份感激。
οὐ γὰρ πώποτε ἔξαρνος ἐγενόμην μαθών τι, ἐμαυτοῦ ποιούμενος τὸ μάθημα εἶναι ὡς εὕρημα· ἀλλʼ ἐγκωμιάζω τὸν διδάξαντά με ὡς σοφὸν ὄντα, ἀποφαίνων ἃ ἔμαθον παρʼ αὐτοῦ.
因为我从未在学到东西时矢口否认,把所学伪装成自己的发现;相反,我赞美教导我的人是智慧的,并公开宣布我从他那里学到的东西。
καὶ δὴ καὶ νῦν ἃ σὺ λέγεις οὐχ ὁμολογῶ σοι, ἀλλὰ διαφέρομαι πάνυ σφόδρα· καὶ τοῦτʼ εὖ οἶδα ὅτι διʼ ἐμὲ γίγνεται, ὅτι τοιοῦτός εἰμι οἷόσπερ εἰμί, ἵνα μηδὲν ἐμαυτὸν μεῖζον εἴπω.
正因如此,现在的你所说的话我并不同意,反而与你意见极其相左;我深知这是因为我的缘故,因为我就是这样一个人,就不把自己说得更伟大了。
ἐμοὶ γὰρ φαίνεται, ὦ Ἱππία, πᾶν τοὐναντίον ἢ ὃ σὺ λέγεις· οἱ βλάπτοντες τοὺς ἀνθρώπους καὶ ἀδικοῦντες καὶ ψευδόμενοι καὶ ἐξαπατῶντες καὶ ἁμαρτάνοντες ἑκόντες ἀλλὰ μὴ ἄκοντες, βελτίους εἶναι ἢ οἱ ἄκοντες.
因为在我看来,希庇亚,情况恰恰与你所说的相反:那些自愿而非违心地伤害他人、作恶、撒谎、欺骗和犯错的人,要比那些违心这样做的人更好。
ἐνίοτε μέντοι καὶ τοὐναντίον δοκεῖ μοι τούτων καὶ πλανῶμαι περὶ ταῦτα, δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι· νυνὶ δὲ ἐν τῷ παρόντι μοι ὥσπερ κατηβολὴ περιελήλυθεν, καὶ δοκοῦσί μοι οἱ ἑκόντες ἐξαμαρτάνοντες περί τι βελτίους εἶναι τῶν ἀκόντων.
不过,有时我的看法又会相反,在这些事情上徘徊,这显然是因为我不知道;但现在,在此时此刻,我仿佛被某种情绪所笼罩,觉得那些在某事上自愿犯错的人,要比违心犯错的人更好。
αἰτιῶμαι δὲ τοῦ νῦν παρόντος παθήματος τοὺς ἔμπροσθεν λόγους αἰτίους εἶναι, ὥστε φαίνεσθαι νῦν ἐν τῷ παρόντι τοὺς ἄκοντας τούτων ἕκαστα ποιοῦντας πονηροτέρους ἢ τοὺς ἑκόντας.
而我把目前的这种状况归咎于之前的论证,以至于在此时此刻,那些违心地做这些每一件事的人,似乎比自愿做的人更为恶劣。
§373ΣΩ. σὺ οὖν χάρισαι καὶ μὴ φθονήσῃς ἰάσασθαι τὴν ψυχήν μου· πολὺ γάρ τοι μεῖζόν με ἀγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν ἢ νόσου τὸ σῶμα.
苏:所以,请施恩于我,不要吝啬治愈我的灵魂;因为治愈我灵魂的无知,比起治愈我肉体的疾病,你对我做的好事要大得多。
μακρὸν μὲν οὖν λόγον εἰ ʼθέλεις λέγειν, προλέγω σοι ὅτι οὐκ ἄν με ἰάσαιο—οὐ γὰρ ἂν ἀκολουθήσαιμι —ὥσπερ δὲ ἄρτι εἰ ʼθέλεις μοι ἀποκρίνεσθαι, πάνυ ὀνήσεις, οἶμαι δὲ οὐδʼ αὐτὸν σὲ βλαβήσεσθαι.
如果你想长篇大论,我预先警告你,你治不好我——因为我跟不上——但如果你愿意像刚才那样回答我,你会对我大有帮助,而且我想你自己也不会受到任何伤害。
δικαίως δʼ ἂν καὶ σὲ παρακαλοίην, ὦ παῖ Ἀπημάντου· σὺ γάρ με ἐπῆρας Ἱππίᾳ διαλέγεσθαι, καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι, δέου αὐτοῦ ὑπὲρ ἐμοῦ.
而我也应当理所当然地向你发出请求,阿培曼托斯之子;因为是你促使我与希庇亚交谈的,而现在,如果希庇亚不想回答我,请替我恳求他。
ΕΥ. ἀλλʼ, ὦ Σώκρατες, οἶμαι οὐδὲν δεήσεσθαι Ἱππίαν τῆς ἡμετέρας δεήσεως· οὐ γὰρ τοιαῦτα αὐτῷ ἐστι τὰ προειρημένα, ἀλλʼ ὅτι οὐδενὸς ἂν φύγοι ἀνδρὸς ἐρώτησιν.
欧:不,苏格拉底,我认为希庇亚不需要我们的请求;因为他之前说过的并不是那样的话,而是说他不会躲避任何人的提问。
ἦ γάρ, ὦ Ἱππία;
不是吗,希庇亚?
οὐ ταῦτα ἦν ἃ ἔλεγες;
你说的难道不是这些吗?
ΙΠ. ἔγωγε· ἀλλὰ Σωκράτης, ὦ Εὔδικε, ἀεὶ ταράττει ἐν τοῖς λόγοις καὶ ἔοικεν ὥσπερ κακουργοῦντι.
希:确实如此;但是欧迪科斯,苏格拉底总是在言辞中制造混乱,看起来就像是在恶意作恶。
ΣΩ. ὦ βέλτιστε Ἱππία, οὔτι ἑκών γε ταῦτα ἐγὼ ποιῶ— σοφὸς γὰρ ἂν ἦ καὶ δεινὸς κατὰ τὸν σὸν λόγον—ἀλλὰ ἄκων, ὥστε μοι συγγνώμην ἔχε· φῂς γὰρ αὖ δεῖν, ὃς ἂν κακουργῇ ἄκων, συγγνώμην ἔχειν.
苏:最优秀的希庇亚,我绝非自愿做这些事的——因为根据你的说法,如果是那样,我就是一个智慧和厉害的人了——而是违心的,所以请宽恕我;因为你又说,凡是无意中作恶的人,应该得到宽恕。
ΕΥ. καὶ μηδαμῶς γε, ὦ Ἱππία, ἄλλως ποίει, ἀλλὰ καὶ ἡμῶν ἕνεκα καὶ τῶν προειρημένων σοι λόγων ἀποκρίνου ἃ ἄν σε ἐρωτᾷ Σωκράτης.
欧:绝不要另做他样,希庇亚,无论是为了我们,还是为了你之前说过的那些话,请回答苏格拉底问你的任何问题。
ΙΠ. ἀλλʼ ἀποκρινοῦμαι, σοῦ γε δεομένου.
希:好吧,既然你请求,我就回答。
ἀλλʼ ἐρώτα ὅτι βούλει.
问你想问的吧。
ΣΩ. καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὦ Ἱππία, διασκέψασθαι τὸ νυνδὴ λεγόμενον, πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες.
苏:确实,希庇亚,我非常渴望探究刚才所说的:究竟哪一种人更好,是自愿犯错的还是无意犯错的?
οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατʼ ἂν ὧδε ἐλθεῖν.
因此,我认为这样切入探究是最正确的。
ἀλλʼ ἀπόκριναι· καλεῖς τινα δρομέα ἀγαθόν;
请回答:你把某人称为优秀的跑者吗?
ΙΠ. ἔγωγε.
希:当然。
ΣΩ. καὶ κακόν;
苏:也有差劲的跑者吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. οὐκοῦν ἀγαθὸς μὲν ὁ εὖ θέων, κακὸς δὲ ὁ κακῶς;
苏:那么,跑得好的人是优秀的,跑得差的人是差劲的吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. οὐκοῦν ὁ βραδέως θέων κακῶς θεῖ, ὁ δὲ ταχέως εὖ;
苏:跑得慢的人跑得差,跑得快的人跑得好吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. ἐν δρόμῳ μὲν ἄρα καὶ τῷ θεῖν τάχος μὲν ἀγαθόν, βραδυτὴς δὲ κακόν;
苏:在赛跑和跑步中,速度是好事,而慢是坏事吗?
ΙΠ. ἀλλὰ τί μέλλει;
希:不然还能是什么呢?
ΣΩ. πότερος οὖν ἀμείνων δρομεύς, ὁ ἑκὼν βραδέως θέων ἢ ὁ ἄκων;
苏:那么,哪一个是更好的跑者:是自愿跑得慢的,还是违心跑得慢的?
ΙΠ. ὁ ἑκών.
希:自愿跑得慢的。
ΣΩ. ἆρʼ οὖν οὐ ποιεῖν τί ἐστι τὸ θεῖν;
苏:那么,跑步不就是做某事吗?
ΙΠ. ποιεῖν μὲν οὖν.
希:确实是做某事。
ΣΩ. εἰ δὲ ποιεῖν, οὐ καὶ ἐργάζεσθαί τι;
苏:如果是做某事,不也是在产生某种结果吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. ὁ κακῶς ἄρα θέων κακὸν καὶ αἰσχρὸν ἐν δρόμῳ τοῦτο ἐργάζεται;
苏:那么跑得差的人,就是在赛跑中产生这种坏的和丑陋的结果吗?
ΙΠ. κακόν· πῶς γὰρ οὔ;
希:坏的结果,怎么会不是呢?
ΣΩ. κακῶς δὲ θεῖ ὁ βραδέως θέων;
苏:而跑得慢的人就是跑得差吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. οὐκοῦν ὁ μὲν ἀγαθὸς δρομεὺς ἑκὼν τὸ κακὸν τοῦτο ἐργάζεται καὶ τὸ αἰσχρόν, ὁ δὲ κακὸς ἄκων;
苏:那么,优秀的跑者是自愿产生这种坏的和丑陋的结果,而差劲的跑者则是违心的吗?
ΙΠ. ἔοικέν γε.
希:看来是这样。