Humanitext Reader

プラトン · 小ヒッピアス §370-371

アキレウスの嘘と自発的な偽りの優位性

5 / 8 箇所 · ギリシア語

要旨

ソクラテスは『イリアス』の詩句を引用し、アキレウスがオデュッセウスとアイアスに対して矛盾する計画を語っており、彼こそが計画的に嘘をつく策士であることを示す。ヒッピアスはアキレウスの言葉の変遷は心変わりによるものであり、オデュッセウスの意図的な嘘とは異なると弁明するが、ソクラテスは自発的な嘘の優位性を再び提起する。

§370ΣΩ. ἐπεὶ καὶ νῦν ἐννενόηκα σοῦ λέγοντος, ὅτι ἐν τοῖς ἔπεσιν οἷς σὺ ἄρτι ἔλεγες, ἐνδεικνύμενος τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγειν ὡς ἀλαζόνα ὄντα, ἄτοπόν μοι δοκεῖ εἶναι, εἰ σὺ ἀληθῆ λέγεις, ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐδαμοῦ φαίνεται ψευσάμενος, ὁ πολύτροπος, ὁ δὲ Ἀχιλλεὺς πολύτροπός τις φαίνεται κατὰ τὸν σὸν λόγον·
ソクラテス:実はいま君が話しているのを聞いて気づいたのだが、君がさきほど引用したあの詩句の中で、アキレウスがオデュッセウスを嘘つきだと指し示して言っていると君が主張していたことに関して、もし君の言うことが本当なら、私には奇妙に思えるのだ。 というのも、あの策士であるオデュッセウスの方はどこにも嘘をついているようには見えないのに、アキレウスの方はある種、策士であるように君の言うところによれば見えるからだ。
ψεύδεται γοῦν.
少なくとも彼は嘘をついている。
προειπὼν γὰρ ταῦτα τὰ ἔπη, ἅπερ καὶ σὺ εἶπες ἄρτι— " ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν, ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ, " ὀλίγον ὕστερον λέγει ὡς οὔτʼ ἂν ἀναπεισθείη ὑπὸ τοῦ Ὀδυσσέως τε καὶ τοῦ Ἀγαμέμνονος οὔτε μένοι τὸ παράπαν ἐν τῇ Τροίᾳ, ἀλλʼ— " αὔριον ἱρὰ Διὶ ῥέξας, φησί, καὶ πᾶσι θεοῖσιν, νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω, ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας " " νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
なぜなら、君がさきほど引用した次の詩句をあらかじめ語っておきながら―― 「心に一つのことを隠しながら、別のことを語る者は、私にとってハデスの門と同様に憎むべきものだ」そのすぐ後で、自分はオデュッセウスやアガメムノンに説得されることもなければ、トロイアにそもそも留まることもせず、むしろ―― 「明日、ゼウスとすべての神々に犠牲を捧げ、船に十分に荷を積み、海へと引き出すとき、もし君が望み、それに関心があるなら、朝早くに、魚の満ちるヘレスポントスを航行するのを見るだろう、わが船を。
εἰ δέ κεν εὐπλοΐην δώῃ κλυτὸς Ἐννοσίγαιος, ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
中には熱心に漕ぐ者たちが乗っている。 もし名高い大地を揺るがす神が順風を与えてくださるなら、三日目には肥沃なプティアに着くだろう。
" ἔτι δὲ πρότερον τούτων πρὸς τὸν Ἀγαμέμνονα λοιδορούμενος εἶπεν— " νῦν δʼ εἶμι Φθίηνδʼ, ἐπεὶ ἦ πολὺ λώϊόν ἐστιν οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀίω " " ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
」また、これらよりさらに前に、アガメムノンを罵りながら彼は言った―― 「いまや私はプティアに帰る。 舳先の曲がった船とともに家に戻る方がはるかに良いからだ。 私はお前がここで辱められながら、富や財産を汲み上げてやろうとは思わない。
" ταῦτα εἰπὼν τοτὲ μὲν ἐναντίον τῆς στρατιᾶς ἁπάσης, τοτὲ δὲ πρὸς τοὺς ἑαυτοῦ ἑταίρους, οὐδαμοῦ φαίνεται οὔτε παρασκευασάμενος οὔτʼ ἐπιχειρήσας καθέλκειν τὰς ναῦς ὡς ἀποπλευσούμενος οἴκαδε, ἀλλὰ πάνυ γενναίως ὀλιγωρῶν τοῦ τἀληθῆ λέγειν.
」このように、ある時は全軍の前で、またある時は自分自身の戦友たちに向かって語っておきながら、彼は家へ船出しようと船を引き下ろす準備をした様子も、そう試みた様子もどこにも見せず、むしろ真実を語ることを実に見事に無視している。
ἐγὼ μὲν οὖν, ὦ Ἱππία, καὶ ἐξ ἀρχῆς σε ἠρόμην ἀπορῶν ὁπότερος τούτοιν τοῖν ἀνδροῖν ἀμείνων πεποίηται τῷ ποιητῇ, καὶ ἡγούμενος ἀμφοτέρω ἀρίστω εἶναι καὶ δύσκριτον ὁπότερος ἀμείνων εἴη καὶ περὶ ψεύδους καὶ ἀληθείας καὶ τῆς ἄλλης ἀρετῆς·
それゆえ、ヒッピアスよ、私は最初から、この二人のうちどちらが詩人によってより優れた人物として描かれているのか疑問に思って君に尋ねたのだ。 二人とも極めて優れており、嘘と真実、そしてその他の徳に関しても、どちらが優れているか判断しがたいと考えていたからだ。
ἀμφοτέρω γὰρ καὶ κατὰ τοῦτο παραπλησίω ἐστόν.
この点に関しても、二人は互いによく似ているからね。
ΙΠ. οὐ γὰρ καλῶς σκοπεῖς, ὦ Σώκρατες.
ヒッピアス:というのも、ソクラテスよ、君は正しく検討していない。
ἃ μὲν γὰρ ὁ Ἀχιλλεὺς ψεύδεται, οὐκ ἐξ ἐπιβουλῆς φαίνεται ψευδόμενος ἀλλʼ ἄκων, διὰ τὴν συμφορὰν τὴν τοῦ στρατοπέδου ἀναγκασθεὶς καταμεῖναι καὶ βοηθῆσαι·
アキレウスが嘘をついていることは、計画的に嘘をついているようには見えず、むしろ不本意ながらであり、陣営の不幸のゆえに、留まって助けることを余儀なくされたからだ。
ἃ δὲ ὁ Ὀδυσσεύς, ἑκών τε καὶ ἐξ ἐπιβουλῆς.
それに対してオデュッセウスの嘘は、自発的かつ計画的なものだ。
ΣΩ. ἐξαπατᾷς με, ὦ φίλτατε Ἱππία, καὶ αὐτὸς τὸν Ὀδυσσέα μιμῇ.
ソクラテス:君は私を騙しているよ、愛するヒッピアスよ、君自身がオデュッセウスを真似ているのだ。
§371ΙΠ. οὐδαμῶς, ὦ Σώκρατες·
ヒッピアス:決してそのようなことはありません、ソクラテスよ。
λέγεις δὴ τί καὶ πρὸς τί;
君は一体何を、そして何に対して言っているのですか?
ΣΩ. ὅτι οὐκ ἐξ ἐπιβουλῆς φῂς τὸν Ἀχιλλέα ψεύδεσθαι, ὃς ἦν οὕτω γόης καὶ ἐπίβουλος πρὸς τῇ ἀλαζονείᾳ, ὡς πεποίηκεν Ὅμηρος, ὥστε καὶ τοῦ Ὀδυσσέως τοσοῦτον φαίνεται φρονεῖν πλέον πρὸς τὸ ῥᾳδίως λανθάνειν αὐτὸν ἀλαζονευόμενος, ὥστε ἐναντίον αὐτοῦ αὐτὸς ἑαυτῷ ἐτόλμα ἐναντία λέγειν καὶ ἐλάνθανεν τὸν Ὀδυσσέα·
ソクラテス:アキレウスが計画的に嘘をついているのではないと君が言うからだ。 彼はホメロスの描写によれば、ほらを吹くだけでなく、これほどペテン師で企みに満ちていたのだから、容易に嘘をついて気づかれないことに関しては、オデュッセウスよりもはるかに知恵が勝っているように見える。 オデュッセウスの目の前で、自分自身の以前の言葉に矛盾することを平気で言い、しかもオデュッセウスに気づかれなかったほどなのだ。
οὐδὲν γοῦν φαίνεται εἰπὼν πρὸς αὐτὸν ὡς αἰσθανόμενος αὐτοῦ ψευδομένου ὁ Ὀδυσσεύς.
ともかく、オデュッセウスがアキレウスの嘘に気づいた様子で彼に何か言い返した形跡は、どこにも見当たらないのだからね。
ΙΠ. ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες;
ヒッピアス:ソクラテスよ、それは一体どういうことを言っているのですか?
ΣΩ. οὐκ οἶσθα ὅτι λέγων ὕστερον ἢ ὡς πρὸς τὸν Ὀδυσσέα ἔφη ἅμα τῇ ἠοῖ ἀποπλευσεῖσθαι, πρὸς τὸν Αἴαντα οὐκ αὖ φησιν ἀποπλευσεῖσθαι, ἀλλὰ ἄλλα λέγει;
ソクラテス:オデュッセウスに対しては夜明けとともに船出すると語った後、アイアスに対しては今度は船出しないと言い、別のことを語っているのを、君は知らないのかね?
ΙΠ. ποῦ δή;
ヒッピアス:一体どこでですか?
ΣΩ. ἐν οἷς λέγει— " οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος, " " πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι κτείνοντʼ Ἀργείους, κατά τε φλέξαι πυρὶ νῆας·
ソクラテス:彼が次のように語っている箇所だ―― 「なぜなら私は血まみれの戦いを考えはしないだろう、思慮深いプリアモスの子、気高きヘクトルが、ミュルミドン人たちの天幕と船に達し、アルゴス人たちを殺戮し、船を火で焼き尽くすまでは。
ἀμφὶ δέ μιν τῇ ʼμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀίω.
だが、わが天幕と黒い船のあたりでは、ヘクトルがいかに戦いを熱望していようとも、私は彼を押しとどめることになるだろうと思う。
" σὺ δὴ οὖν, ὦ Ἱππία, πότερον οὕτως ἐπιλήσμονα οἴει εἶναι τὸν τῆς Θέτιδός τε καὶ ὑπὸ τοῦ σοφωτάτου Χείρωνος πεπαιδευμένον, ὥστε ὀλίγον πρότερον λοιδοροῦντα τοὺς ἀλαζόνας τῇ ἐσχάτῃ λοιδορίᾳ αὐτὸν παραχρῆμα πρὸς μὲν τὸν Ὀδυσσέα φάναι ἀποπλευσεῖσθαι, πρὸς δὲ τὸν Αἴαντα μενεῖν, ἀλλʼ οὐκ ἐπιβουλεύοντά τε καὶ ἡγούμενον ἀρχαῖον εἶναι τὸν Ὀδυσσέα καὶ αὐτοῦ αὐτῷ τούτῳ τῷ τεχνάζειν τε καὶ ψεύδεσθαι περιέσεσθαι;
」それなら、ヒッピアスよ、テティスの子であり、この上なく知恵あるケイロンによって育てられた者が、これほど忘れっぽいのだと思うかね。 さきほど嘘つきどもを最大限の罵り言葉で罵っておきながら、自分自身がその直後に、オデュッセウスに対しては船出すると言い、アイアスに対しては留まると言うなどということが。 そうではなく、彼は計略を巡らせており、オデュッセウスのことを単純な奴だと思って、まさにこの策略を弄することと嘘をつくことにおいて、彼を出し抜いてやろうと考えたのではないかね?
ΙΠ. οὔκουν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες·
ヒッピアス:私にはそうは思えません、ソクラテスよ。
ἀλλὰ καὶ αὐτὰ ταῦτα ὑπὸ εὐνοίας ἀναπεισθεὶς πρὸς τὸν Αἴαντα ἄλλα εἶπεν ἢ πρὸς τὸν Ὀδυσσέα·
むしろ、まさにこの件についても、彼は好意によって説得されたがゆえに、アイアスに対してはオデュッセウスに対してとは異なることを語ったのです。
ὁ δὲ Ὀδυσσεὺς ἅ τε ἀληθῆ λέγει, ἐπιβουλεύσας ἀεὶ λέγει, καὶ ὅσα ψεύδεται, ὡσαύτως.
一方、オデュッセウスの方は、真実を語るにしても常に計画的に語り、嘘をつく場合も同様なのです。
ΣΩ. ἀμείνων ἄρʼ ἐστίν, ὡς ἔοικεν, ὁ Ὀδυσσεὺς Ἀχιλλέως.
ソクラテス:それなら、どうやらオデュッセウスはアキレウスよりも優れているということになるね。
ΙΠ. ἥκιστά γε δήπου, ὦ Σώκρατες.
ヒッピアス:決してそのようなことはありませんよ、ソクラテスよ。
ΣΩ. τί δέ;
ソクラテス:だが、どうなのだね?
οὐκ ἄρτι ἐφάνησαν οἱ ἑκόντες ψευδόμενοι βελτίους ἢ οἱ ἄκοντες;
自発的に嘘をつく者の方が、不本意ながら嘘をつく者よりも優れているということが、さきほど明らかになったのではなかったかね?

語釈・文法注

  1. 370aἐπεὶ καὶ νῦν ἐννενόηκα σοῦ λέγοντος, ὅτι ἐν τοῖς ἔπεσιν οἷς σὺ ἄρτι ἔλεγες... ἄτοπόν μοι δοκεῖ εἶναι, εἰ σὺ ἀληθῆ λέγεις, ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐδαμοῦ φαίνεται ψευσάμενος... ὁ δὲ Ἀχιλλεὺς πολύτροπός τις φαίνεται... — 長大な冒頭の構文において、主節の骨格は ἄτοπόν μοι δοκεῖ εἶναι... ὅτι...(「…ということは私に奇妙に思える」)である。冒頭の ὅτι は σοῦ λέγοντος(「君が語るのを」)の内容、あるいは ἄτοπόν... の主語節を先取りして導入する機能を担っている。
  2. 371aὅτι οὐκ ἐξ ἐπιβουλῆς φῂς τὸν Ἀχιλλέα ψεύδεσθαι, ὃς ἦν οὕτω γόης καὶ ἐπίβουλος πρὸς τῇ ἀλαζονείᾳ, ὡς πεποίηκεν Ὅμηρος, ὥστε καὶ τοῦ Ὀδυσσέως τοσοῦτον φαίνεται φρονεῖν πλέον πρὸς τὸ ῥᾳδίως λανθάνειν αὐτὸν ἀλαζονευόμενος... — ὅτι 節から始まり、関係代名詞 ὃς に導かれる従属節の中に、度合いや結果を表す ὥστε 節が二重に入れ子になっている複雑な構造。比較の属格 τοῦ Ὀδυσσέως は φρονεῖν πλέον(「より多くの思慮・知恵を持つ」)に掛かり、アキレウスがオデュッセウスを凌駕していたことを表す。
  3. 371dσὺ δὴ οὖν, ὦ Ἱππία, πότερον οὕτως ἐπιλήσμονα οἴει εἶναι τὸν τῆς Θέτιδός... ὥστε... αὐτὸν παραχρῆμα πρὸς μὲν τὸν Ὀδυσσέα φάναι ἀποπλευσεῖσθαι... ἀλλʼ οὐκ ἐπιβουλεύοντά τε καὶ ἡγούμενον... — 対格不定詞構文(τὸν τῆς Θέτιδός... εἶναι)に、結果の ὥστε 節、そして「…ではなく(ἀλλʼ οὐκ…)」という対比の対格分詞句(ἐπιβουλεύοντά τε καὶ ἡγούμενον)が掛かる構文。この分詞句は、アキレウス(τὸν τῆς Θέτιδός)の不本意な忘却ではなく、意図的な計略を叙述的に修飾している。

この箇所を引用する

プラトン, 小ヒッピアス §370-371. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg026.humanitext-grc2:370-371

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。