§72ΜΕΝ. καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν·
メノン:そして他にも非常に多くの徳があり、徳が何であるかについて言うのに事欠きません。
καθʼ ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἡ ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ κακία.
というのも、私たちの各々にとって、それぞれの活動や年齢に応じて、それぞれの仕事に対する徳が存在するからです。 ソクラテス、私は悪徳についても同様であると思います。
ΣΩ. πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, ὦ Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον.
ソクラテス:私はどうやら、とても大きな幸運に恵まれているようだね、メノン。 一つの徳を求めていたら、君のところに徳の群れが横たわっているのを見出したのだから。
ἀτάρ, ὦ Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν περὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι ποτʼ ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί ἂν ἀπεκρίνω μοι, εἴ σε ἠρόμην·
しかし、メノン、この巣に関する比喩に従って言うなら、もし私が蜂の本質が一体何であるかについて尋ねたとき、君が蜂は多くて多種多様であると言ったとしたら、私が君にこのように尋ねたとしたら、君は私にどう答えただろうか。
ἆρα τούτῳ φῂς πολλὰς καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας εἶναι;
「それらが数多く、多種多様であり、互いに異なっていると言うのは、それらが蜂であることにおいてかね。
ἢ τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἷον ἢ κάλλει ἢ μεγέθει ἢ ἄλλῳ τῳ τῶν τοιούτων;
それとも、その点においては何も違わず、何か他の点、例えば美しさや大きさ、あるいはその種の何か他の点において異なるのかね。
εἰπέ, τί ἂν ἀπεκρίνω οὕτως ἐρωτηθείς;
」言ってごらん、そのように問われたら、どう答えるかね。
ΜΕΝ. τοῦτʼ ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, ᾗ μέλιτται εἰσίν, ἡ ἑτέρα τῆς ἑτέρας.
メノン:私ならこう答えます。 それらが蜂である限りにおいて、一方が他方と異なることは何もない、と。
ΣΩ. εἰ οὖν εἶπον μετὰ ταῦτα·
ソクラテス:それでは、もし私がその後にこう言ったとしたら。
τοῦτο τοίνυν μοι αὐτὸ εἰπέ, ὦ Μένων·
「メノン、それでは正にそのことを私に言ってくれ。
ᾧ οὐδὲν διαφέρουσιν ἀλλὰ ταὐτόν εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι;
それらが何一つ異ならず、すべて同一であるところのそれ、これを君は何だと言うかね。
εἶχες δήπου ἄν τί μοι εἰπεῖν;
」君はきっと私に何か言うことができただろうね。
ΜΕΝ. ἔγωγε.
メノン:できますとも。
ΣΩ. οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν·
ソクラテス:徳についてもまさにその通りだ。
κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν διʼ ὃ εἰσὶν ἀρεταί, εἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, ὃ τυγχάνει οὖσα ἀρετή·
たとえそれらが数多く、多種多様であるとしても、それらが徳であることの拠り所となる一つの同じ形相をすべてが共有している。 答える者はそこに目を向けて、問い手に対して、徳が一体何であるかを明らかにするのがふさわしいのだ。
ἢ οὐ μανθάνεις ὅτι λέγω;
それとも、私が言っていることが分からないかね。
ΜΕΝ. δοκῶ γέ μοι μανθάνειν·
メノン:理解できていると思います。
οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον.
しかし、私が望むようには、まだ問われている事柄を把握していません。
ΣΩ. πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, ὦ Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν ἄλλων, ἢ καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος ὡσαύτως;
ソクラテス:ところで、君には徳についてだけそのように思われるのかね、メノン。 男の徳は別のもので、女の徳やその他の者の徳もまた別のものである、と。 あるいは健康や大きさ、強さについても同様かね。
ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη δὲ γυναικός;
男の健康は別のもので、女の健康も別のものであると思われるかね。
ἢ ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια ᾖ, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ᾖ;
それとも、それが健康である限り、男にあろうと、他の誰にあろうと、どこでも同一の形相なのだろうか。
ΜΕΝ. ἡ αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ γυναικός.
メノン:男の健康も女の健康も、同じ健康であると思われます。
ΣΩ. οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς;
ソクラテス:ならば、大きさと強さもではないかね。
ἐάνπερ ἰσχυρὰ γυνὴ ᾖ, τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται;
もし女が強いとしたら、彼女は同じ形相と、同じ強さによって強いのだろうか。
τὸ γὰρ τῇ αὐτῇ τοῦτο λέγω·
「同じ強さによって」というのはこういう意味だ。
οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι ἡ ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ᾖ ἐάντε ἐν γυναικί.
すなわち、強さが強さであることに関しては、それが男にあろうと女にあろうと、何も違わない。
ἢ δοκεῖ τί σοι διαφέρειν;
それとも、何か違いがあると思われるかね。
ΜΕΝ. οὐκ ἔμοιγε.
メノン:私にはそうは思われません。
§73ΣΩ. ἡ δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε ἐν παιδὶ ᾖ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν ἀνδρί;
ソクラテス:では徳は、徳であることに関して、それが子供にあろうと老人にありと、あるいは女にあろうと男にあろうと、何か異なるのだろうか。
ΜΕΝ. ἔμοιγέ πως δοκεῖ, ὦ Σώκρατες, τοῦτο οὐκέτι ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις.
メノン:ソクラテス、どういうわけか私には、これはもはや先ほどの他のものと同じではないように思われます。
ΣΩ. τί δέ;
ソクラテス:どういうことかね。
οὐκ ἀνδρὸς μὲν ἀρετὴν ἔλεγες πόλιν εὖ διοικεῖν, γυναικὸς δὲ οἰκίαν;
君は男の徳を、都市を立派に治めることだと言い、女の徳を、家を治めることだと言わなかったかね。
ΜΕΝ. ἔγωγε.
メノン:言いました。
ΣΩ. ἆρʼ οὖν οἷόν τε εὖ διοικεῖν ἢ πόλιν ἢ οἰκίαν ἢ ἄλλο ὁτιοῦν, μὴ σωφρόνως καὶ δικαίως διοικοῦντα;
ソクラテス:では、節制をもって、また正義をもって治めるのでなければ、都市であれ、家であれ、あるいは他の何であれ、立派に治めることなど可能だろうか。
ΜΕΝ. οὐ δῆτα.
メノン:決してそんなことはありません。
ΣΩ. οὐκοῦν ἄνπερ δικαίως καὶ σωφρόνως διοικῶσιν, δικαιοσύνῃ καὶ σωφροσύνῃ διοικήσουσιν;
ソクラテス:ならば、もし彼らが正義をもって、また節制をもって治めるとすれば、正義と節制によって治めることになるのではないかね。
ΜΕΝ. ἀνάγκη.
メノン:必然的にそうなります。
ΣΩ. τῶν αὐτῶν ἄρα ἀμφότεροι δέονται, εἴπερ μέλλουσιν ἀγαθοὶ εἶναι, καὶ ἡ γυνὴ καὶ ὁ ἀνήρ, δικαιοσύνης καὶ σωφροσύνης.
ソクラテス:すると、二人とも、もし善い者になろうとするならば、女も男も、同じもの、すなわち正義と節制を必要とするのだね。
ΜΕΝ. φαίνονται.
メノン:そのように思われます。
ΣΩ. τί δὲ παῖς καὶ πρεσβύτης;
ソクラテス:では、子供や老人はどうかね。
μῶν ἀκόλαστοι ὄντες καὶ ἄδικοι ἀγαθοὶ ἄν ποτε γένοιντο;
まさか、彼らが放埒で不正でありながら、善い者になることなどあるだろうか。
ΜΕΝ. οὐ δῆτα.
メノン:決してそんなことはありません。
ΣΩ. ἀλλὰ σώφρονες καὶ δίκαιοι;
ソクラテス:そうではなく、節制があり、正しい者となってこそかね。
ΜΕΝ. ναί.
メノン:はい。
ΣΩ. πάντες ἄρʼ ἄνθρωποι τῷ αὐτῷ τρόπῳ ἀγαθοί εἰσιν·
ソクラテス:すると、すべての人間は同じ方法で善い者となるのだ。
τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γίγνονται.
同じものを手に入れることによって善い者となるのだから。
ΜΕΝ. ἔοικε.
メノン:そのようです。
ΣΩ. οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν.
ソクラテス:もし彼らの徳が同じものでないなら、きっと同じ方法で善い者となるはずはなかっただろうね。
ΜΕΝ. οὐ δῆτα.
メノン:決してそんなことはありません。
ΣΩ. ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετʼ ἐκείνου.
ソクラテス:それでは、すべての人の徳が同じものであるのだから、ゴルギアスが、そして彼とともに君が、それを何だと言っているのか、答えるように、また思いだすように努めてみてくれ。
ΜΕΝ. τί ἄλλο γʼ ἢ ἄρχειν οἷόν τʼ εἶναι τῶν ἀνθρώπων;
メノン:人びとを支配する能力があること、それ以外の何があるでしょう。
εἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων.
もしあなたが、すべてに共通する一つのものを求めておられるなら。
ΣΩ. ἀλλὰ μὴν ζητῶ γε.
ソクラテス:いやまさに、私はそれを求めているのだ。
ἀλλʼ ἆρα καὶ παιδὸς ἡ αὐτὴ ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι τοῦ δεσπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων;
しかし、メノン、子供の徳も奴隷の徳も同じなのだろうか。 主を支配できるということ、そして君には、支配している者がそれでもまだ奴隷でありうると思われるかね。
ΜΕΝ. οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες.
メノン:全くそうは思われません、ソクラテス。
ΣΩ. οὐ γὰρ εἰκός, ὦ ἄριστε·
ソクラテス:当然そんなはずはないからね、友よ。
ἔτι γὰρ καὶ τόδε σκόπει.
さらにこのことも考えてみてくれ。
ἄρχειν φῂς οἷόν τʼ εἶναι.
君は「支配する能力があること」と言う。
οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή;
そこに「正しくであって、不正にではなく」という言葉を付け加えなくてよいかね。
ΜΕΝ. οἶμαι ἔγωγε·
メノン:私はそうすべきだと思います。
ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες, ἀρετή ἐστιν.
ソクラテス、正義こそは徳なのですから。
ΣΩ. πότερον ἀρετή, ὦ Μένων, ἢ ἀρετή τις;
ソクラテス:メノン、それは「徳」なのかね、それとも「ある一つの徳」なのかね。
ΜΕΝ. πῶς τοῦτο λέγεις;
メノン:どういう意味でおっしゃっているのですか。
ΣΩ. ὡς περὶ ἄλλου ὁτουοῦν.
ソクラテス:他の何について言うのと同じことだよ。
οἷον, εἰ βούλει, στρογγυλότητος πέρι εἴποιμʼ ἂν ἔγωγε ὅτι σχῆμά τί ἐστιν, οὐχ οὕτως ἁπλῶς ὅτι σχῆμα.
例えば、望むなら丸みについて言うなら、私なら、それは「ある一つの形」だと言うだろう、単に「形」だとは言わずにね。
διὰ ταῦτα δὲ οὕτως ἂν εἴποιμι, ὅτι καὶ ἄλλα ἔστι σχήματα.
そのように言う理由は、他にも様々な形があるからだ。
ΜΕΝ. ὀρθῶς γε λέγων σύ, ἐπεὶ καὶ ἐγὼ λέγω οὐ μόνον δικαιοσύνην ἀλλὰ καὶ ἄλλας εἶναι ἀρετάς.
メノン:あなたの言う通りです。 なぜなら、私もまた正義だけでなく、他にも様々な徳があると言っているのですから。