← プラトン

メノン

§72-73

徳に共通する単一の形相の探求と人を支配する能力

ソクラテスは徳の多様性を主張するメノンに対し、蜂や健康、強さの例を用いて、すべての徳に共通する単一の形相(定義)を求める。これを受けてメノンは徳を「人を支配する能力」と定義するが、ソクラテスはさらなる吟味を始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§72

ΜΕΝ. καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν· καθʼ ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἡ ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ κακία. ΣΩ. πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, ὦ Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον. ἀτάρ, ὦ Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν περὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι ποτʼ ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί ἂν ἀπεκρίνω1 μοι, εἴ σε ἠρόμην· ἆρα τούτῳ φῂς πολλὰς καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας εἶναι; ἢ τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἷον ἢ κάλλει ἢ μεγέθει ἢ ἄλλῳ τῳ τῶν τοιούτων; εἰπέ, τί ἂν ἀπεκρίνω οὕτως ἐρωτηθείς; ΜΕΝ. τοῦτʼ ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, ᾗ μέλιτται εἰσίν, ἡ ἑτέρα τῆς ἑτέρας. ΣΩ. εἰ οὖν εἶπον μετὰ ταῦτα· τοῦτο τοίνυν μοι αὐτὸ εἰπέ, ὦ Μένων· ᾧ οὐδὲν διαφέρουσιν2 ἀλλὰ ταὐτόν εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι; εἶχες δήπου ἄν τί μοι εἰπεῖν; ΜΕΝ. ἔγωγε. ΣΩ. οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν· κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν διʼ ὃ εἰσὶν ἀρεταί, εἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον3 τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, ὃ τυγχάνει οὖσα ἀρετή· ἢ οὐ μανθάνεις ὅτι λέγω; ΜΕΝ. δοκῶ γέ μοι μανθάνειν· οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον. ΣΩ. πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, ὦ Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν ἄλλων, ἢ καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος ὡσαύτως; ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη δὲ γυναικός; ἢ ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια ᾖ, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ᾖ; ΜΕΝ. ἡ αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ γυναικός. ΣΩ. οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς; ἐάνπερ ἰσχυρὰ γυνὴ ᾖ, τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται; τὸ γὰρ τῇ αὐτῇ τοῦτο λέγω· οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι ἡ ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ᾖ ἐάντε ἐν γυναικί. ἢ δοκεῖ τί σοι διαφέρειν; ΜΕΝ. οὐκ ἔμοιγε.

メノン:そして他にも非常に多くの徳があり、徳が何であるかについて言うのに事欠きません。というのも、私たちの各々にとって、それぞれの活動や年齢に応じて、それぞれの仕事に対する徳が存在するからです。ソクラテス、私は悪徳についても同様であると思います。 ソクラテス:私はどうやら、とても大きな幸運に恵まれているようだね、メノン。一つの徳を求めていたら、君のところに徳の群れが横たわっているのを見出したのだから。しかし、メノン、この巣に関する比喩に従って言うなら、もし私が蜂の本質が一体何であるかについて尋ねたとき、君が蜂は多くて多種多様であると言ったとしたら、私が君にこのように尋ねたとしたら、君は私にどう答えただろうか。 「それらが数多く、多種多様であり、互いに異なっていると言うのは、それらが蜂であることにおいてかね。それとも、その点においては何も違わず、何か他の点、例えば美しさや大きさ、あるいはその種の何か他の点において異なるのかね。」 言ってごらん、そのように問われたら、どう答えるかね。 メノン:私ならこう答えます。それらが蜂である限りにおいて、一方が他方と異なることは何もない、と。 ソクラテス:それでは、もし私がその後にこう言ったとしたら。 「メノン、それでは正にそのことを私に言ってくれ。それらが何一つ異ならず、すべて同一であるところのそれ、これを君は何だと言うかね。」 君はきっと私に何か言うことができただろうね。 メノン:できますとも。 ソクラテス:徳についてもまさにその通りだ。たとえそれらが数多く、多種多様であるとしても、それらが徳であることの拠り所となる一つの同じ形相をすべてが共有している。答える者はそこに目を向けて、問い手に対して、徳が一体何であるかを明らかにするのがふさわしいのだ。それとも、私が言っていることが分からないかね。 メノン:理解できていると思います。しかし、私が望むようには、まだ問われている事柄を把握していません。 ソクラテス:ところで、君には徳についてだけそのように思われるのかね、メノン。男の徳は別のもので、女の徳やその他の者の徳もまた別のものである、と。あるいは健康や大きさ、強さについても同様かね。男の健康は別のもので、女の健康も別のものであると思われるかね。それとも、それが健康である限り、男にあろうと、他の誰にあろうと、どこでも同一の形相なのだろうか。 メノン:男の健康も女の健康も、同じ健康であると思われます。 ソクラテス:ならば、大きさと強さもではないかね。もし女が強いとしたら、彼女は同じ形相と、同じ強さによって強いのだろうか。「同じ強さによって」というのはこういう意味だ。すなわち、強さが強さであることに関しては、それが男にあろうと女にあろうと、何も違わない。それとも、何か違いがあると思われるかね。 メノン:私にはそうは思われません。

§73

ΣΩ. ἡ δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε ἐν παιδὶ ᾖ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν ἀνδρί; ΜΕΝ. ἔμοιγέ πως δοκεῖ, ὦ Σώκρατες, τοῦτο οὐκέτι ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις. ΣΩ. τί δέ; οὐκ ἀνδρὸς μὲν ἀρετὴν ἔλεγες πόλιν εὖ διοικεῖν, γυναικὸς δὲ οἰκίαν; ΜΕΝ. ἔγωγε. ΣΩ. ἆρʼ οὖν οἷόν τε εὖ διοικεῖν ἢ πόλιν ἢ οἰκίαν ἢ ἄλλο ὁτιοῦν, μὴ σωφρόνως καὶ δικαίως διοικοῦντα; ΜΕΝ. οὐ δῆτα. ΣΩ. οὐκοῦν ἄνπερ δικαίως καὶ σωφρόνως διοικῶσιν, δικαιοσύνῃ καὶ σωφροσύνῃ διοικήσουσιν; ΜΕΝ. ἀνάγκη. ΣΩ. τῶν αὐτῶν ἄρα ἀμφότεροι δέονται, εἴπερ μέλλουσιν ἀγαθοὶ εἶναι, καὶ ἡ γυνὴ καὶ ὁ ἀνήρ, δικαιοσύνης καὶ σωφροσύνης. ΜΕΝ. φαίνονται. ΣΩ. τί δὲ παῖς καὶ πρεσβύτης; μῶν ἀκόλαστοι ὄντες καὶ ἄδικοι ἀγαθοὶ ἄν ποτε γένοιντο; ΜΕΝ. οὐ δῆτα. ΣΩ. ἀλλὰ σώφρονες καὶ δίκαιοι; ΜΕΝ. ναί. ΣΩ. πάντες ἄρʼ ἄνθρωποι τῷ αὐτῷ τρόπῳ ἀγαθοί εἰσιν· τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γίγνονται. ΜΕΝ. ἔοικε. ΣΩ. οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν. ΜΕΝ. οὐ δῆτα. ΣΩ. ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετʼ ἐκείνου. ΜΕΝ. τί ἄλλο γʼ ἢ ἄρχειν οἷόν τʼ εἶναι τῶν ἀνθρώπων; εἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων. ΣΩ. ἀλλὰ μὴν ζητῶ γε. ἀλλʼ ἆρα καὶ παιδὸς ἡ αὐτὴ ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι4 τοῦ δεσπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων; ΜΕΝ. οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες. ΣΩ. οὐ γὰρ εἰκός, ὦ ἄριστε· ἔτι γὰρ καὶ τόδε σκόπει. ἄρχειν φῂς οἷόν τʼ εἶναι. οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή; ΜΕΝ. οἶμαι ἔγωγε· ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες, ἀρετή ἐστιν. ΣΩ. πότερον ἀρετή, ὦ Μένων, ἢ ἀρετή τις; ΜΕΝ. πῶς τοῦτο λέγεις; ΣΩ. ὡς περὶ ἄλλου ὁτουοῦν. οἷον, εἰ βούλει, στρογγυλότητος πέρι εἴποιμʼ ἂν ἔγωγε ὅτι σχῆμά τί ἐστιν, οὐχ οὕτως ἁπλῶς ὅτι σχῆμα. διὰ ταῦτα δὲ οὕτως ἂν εἴποιμι, ὅτι καὶ ἄλλα ἔστι σχήματα. ΜΕΝ. ὀρθῶς γε λέγων σύ, ἐπεὶ καὶ ἐγὼ λέγω οὐ μόνον δικαιοσύνην ἀλλὰ καὶ ἄλλας εἶναι ἀρετάς.

ソクラテス:では徳は、徳であることに関して、それが子供にあろうと老人ににあろうと、あるいは女にあろうと男にあろうと、何か異なるのだろうか。 メノン:ソクラテス、どういうわけか私には、これはもはや先ほどの他のものと同じではないように思われます。 ソクラテス:どういうことかね。君は男の徳を、都市を立派に治めることだと言い、女の徳を、家を治めることだと言わなかったかね。 メノン:言いました。 ソクラテス:では、節制をもって、また正義をもって治めるのでなければ、都市であれ、家であれ、あるいは他の何であれ、立派に治めることなど可能だろうか。 メノン:決してそんなことはありません。 ソクラテス:ならば、もし彼らが正義をもって、また節制をもって治めるとすれば、正義と節制によって治めることになるのではないかね。 メノン:必然的にそうなります。 ソクラテス:すると、二人とも、もし善い者になろうとするならば、女も男も、同じもの、すなわち正義と節制を必要とするのだね。 メノン:そのように思われます。 ソクラテス:では、子供や老人はどうかね。まさか、彼らが放埒で不正でありながら、善い者になることなどあるだろうか。 メノン:決してそんなことはありません。 ソクラテス:そうではなく、節制があり、正しい者となってこそかね。 メノン:はい。 ソクラテス:すると、すべての人間は同じ方法で善い者となるのだ。同じものを手に入れることによって善い者となるのだから。 メノン:そのようです。 ソクラテス:もし彼らの徳が同じものでないなら、きっと同じ方法で善い者となるはずはなかっただろうね。 メノン:決してそんなことはありません。 ソクラテス:それでは、すべての人の徳が同じものであるのだから、ゴルギアスが、そして彼とともに君が、それを何だと言っているのか、答えるように、また思いだすように努めてみてくれ。 メノン:人びとを支配する能力があること、それ以外の何があるでしょう。もしあなたが、すべてに共通する一つのものを求めておられるなら。 ソクラテス:いやまさに、私はそれを求めているのだ。しかし、メノン、子供の徳も奴隷の徳も同じなのだろうか。主を支配できるということ、そして君には、支配している者がそれでもまだ奴隷でありうると思われるかね。 メノン:全くそうは思われません、ソクラテス。 ソクラテス:当然そんなはずはないからね、友よ。さらにこのことも考えてみてくれ。君は「支配する能力があること」と言う。そこに「正しくであって、不正にではなく」という言葉を付け加えなくてよいかね。 メノン:私はそうすべきだと思います。ソクラテス、正義こそは徳なのですから。 ソクラテス:メノン、それは「徳」なのかね、それとも「ある一つの徳」なのかね。 メノン:どういう意味でおっしゃっているのですか。 ソクラテス:他の何について言うのと同じことだよ。例えば、望むなら丸みについて言うなら、私なら、それは「ある一つの形」だと言うだろう、単に「形」だとは言わずにね。そのように言う理由は、他にも様々な形があるからだ。 メノン:あなたの言う通りです。なぜなら、私もまた正義だけでなく、他にも様々な徳があると言っているのですから。

構文注4 件
  1. 72bεἴ μου ἐρομένου... τί ἂν ἀπεκρίνω

    属格絶対と条件文が二重に重なった構造。μου ἐρομένου は属格絶対を成し、そこにさらに反実仮想の条件節 εἴ σε ἠρόμην(「もし私が君に尋ねたとしたら」)が加わり、主節の帰結 τί ἂν ἀπεκρίνω(「どのように答えただろうか」)にかかっている。

  2. 72cᾧ οὐδὲν διαφέρουσιν

    関係代名詞 ᾧ(中性・単数・与格)は、関係・限定の与格(「〜という点において」)。直後に続く τί τοῦτο の τοῦτο が、関係節の実質的な先行詞となっている。

  3. 72cεἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον

    非人称表現 καλῶς ἔχει(「〜するのが良い・ふさわしい」)に不定詞 δηλῶσαι が続いており、不定詞の意味上の主語として対格の分詞 τὸν ἀποκρινόμενον(「答える者」)が置かれている。修飾する分詞 ἀποβλέψαντα も対格で一致している。

  4. 73dἄρχειν οἵω τε εἶναι

    形容詞 οἷος の両数(dual)男性主格形 οἵω が使われている。これは直前で言及された παῖς(子供)と δοῦλος(奴隷)の二者を一括して受けているためである。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:72-73