Humanitext Reader

柏拉图 · 美诺篇 §72-73

探求美德的统一定义与统治人的能力

第 2 段,共 20 段 · 希腊语

内容简介

苏格拉底针对美诺提出的一系列不同的美德,通过蜜蜂、健康和力量的例子,要求他给出所有美德所共有的单一形相(定义)。美诺随后将美德定义为“统治人的能力”,而苏格拉底则开始对此进行进一步审查。

§72ΜΕΝ. καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν·
美诺:还有非常多其他的美德,因此说明美德是什么并不困难。
καθʼ ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἡ ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ κακία.
因为对于我们每个人,根据每种行为和年龄,针对每项工作都有各自的美德;苏格拉底,我认为恶德也是同样的情况。
ΣΩ. πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, ὦ Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον.
苏格拉底:我似乎碰到了某种极大的好运,美诺啊,在我寻找一种美德时,却在你这里发现了一群美德横陈着。
ἀτάρ, ὦ Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν περὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι ποτʼ ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί ἂν ἀπεκρίνω μοι, εἴ σε ἠρόμην· ἆρα τούτῳ φῂς πολλὰς καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας εἶναι;
不过,美诺,按照关于蜂群的这个比喻,如果我在询问蜜蜂的本质究竟是什么时,你却说它们有很多且五花八门,那么如果我问你: “你说是因这一个性质,即作为‘蜜蜂’,它们才有很多、五花八门且彼此不同吗?
ἢ τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἷον ἢ κάλλει ἢ μεγέθει ἢ ἄλλῳ τῳ τῶν τοιούτων;
还是说,在这方面它们毫无区别,而是在其他方面,例如美貌、大小或其他此类事情上有所不同?
εἰπέ, τί ἂν ἀπεκρίνω οὕτως ἐρωτηθείς;
” 说吧,如果被这样询问,你会怎么回答?
ΜΕΝ. τοῦτʼ ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, ᾗ μέλιτται εἰσίν, ἡ ἑτέρα τῆς ἑτέρας.
美诺:我会这样说,只要它们是蜜蜂,一只与另一只就没有什么不同。
ΣΩ. εἰ οὖν εἶπον μετὰ ταῦτα· τοῦτο τοίνυν μοι αὐτὸ εἰπέ, ὦ Μένων· ᾧ οὐδὲν διαφέρουσιν ἀλλὰ ταὐτόν εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι;
苏格拉底:那么,如果我在这之后说: “美诺,那么请告诉我这件事情本身:它们毫无区别、全都相同的那个东西,你说是生命什么?
εἶχες δήπου ἄν τί μοι εἰπεῖν;
” 你肯定能对我说出些什么吧?
ΜΕΝ. ἔγωγε.
美诺:是的,我能。
ΣΩ. οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν·
苏格拉底:关于美德也是如此。
κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν διʼ ὃ εἰσὶν ἀρεταί, εἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, ὃ τυγχάνει οὖσα ἀρετή·
即使它们有很多且五花八门,它们全都拥有某种相同的一级形相,因其而成为美德;回答者最好能把目光投向这里,向提问者表明,美德究竟是什么。
ἢ οὐ μανθάνεις ὅτι λέγω;
或者你没领会我的意思吗?
ΜΕΝ. δοκῶ γέ μοι μανθάνειν·
美诺:我想我是领会了。
οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον.
然而,我还无法按照我所希望的那样去把握被问到的问题。
ΣΩ. πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, ὦ Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν ἄλλων, ἢ καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος ὡσαύτως;
苏格拉底:那么,美诺,你是只对美德才这样认为,即男人的美德是一回事,女人的美德以及其他人的美德是另一回事,还是对于健康、大小和力量也是这样呢?
ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη δὲ γυναικός;
你认为男人的健康是一回事,女人的健康是另一回事吗?
ἢ ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια ᾖ, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ᾖ;
还是说,只要它是健康,无论是在男人身上还是在其他任何人身上,在任何地方都是同一种形相?
ΜΕΝ. ἡ αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ γυναικός.
美诺:在我看来,无论是男人还是女人的健康都是一样的。
ΣΩ. οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς;
苏格拉底:那么大小和力量也是如此吧?
ἐάνπερ ἰσχυρὰ γυνὴ ᾖ, τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται;
如果一个女人强壮,她也会因同样的形相和同样的力量而强壮吗?
τὸ γὰρ τῇ αὐτῇ τοῦτο λέγω· οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι ἡ ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ᾖ ἐάντε ἐν γυναικί.
我说的“同样”是这个意思:就作为力量而言,力量并无区别,无论是在男人身上还是在女人身上。
ἢ δοκεῖ τί σοι διαφέρειν;
或者你认为有什么区别吗?
ΜΕΝ. οὐκ ἔμοιγε.
美诺:我不认为有什么区别。
§73ΣΩ. ἡ δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε ἐν παιδὶ ᾖ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν ἀνδρί;
苏格拉底:那么美德就作为美德而言,无论是在孩子身上还是在老人身上,在女人身上还是在男人身上,会有什么区别吗?
ΜΕΝ. ἔμοιγέ πως δοκεῖ, ὦ Σώκρατες, τοῦτο οὐκέτι ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις.
美诺:苏格拉底,不知怎么的,在我看来这件案子不再像其他那些事情一样了。
ΣΩ. τί δέ;
苏格拉底:为什么呢?
οὐκ ἀνδρὸς μὲν ἀρετὴν ἔλεγες πόλιν εὖ διοικεῖν, γυναικὸς δὲ οἰκίαν;
你刚才不是说男人的美德是把城邦治理好,女人的美德是把家务管理好吗?
ΜΕΝ. ἔγωγε.
美诺:是的,我是说过。
ΣΩ. ἆρʼ οὖν οἷόν τε εὖ διοικεῖν ἢ πόλιν ἢ οἰκίαν ἢ ἄλλο ὁτιοῦν, μὴ σωφρόνως καὶ δικαίως διοικοῦντα;
苏格拉底:那么,如果不以节制和公正的方式管理,难道可能把城邦、家务或任何其他事情管理好吗?
ΜΕΝ. οὐ δῆτα.
美诺:绝不可能。
ΣΩ. οὐκοῦν ἄνπερ δικαίως καὶ σωφρόνως διοικῶσιν, δικαιοσύνῃ καὶ σωφροσύνῃ διοικήσουσιν;
苏格拉底:那么,如果他们确实公正且节制地管理,他们不就是用公正和节制来管理吗?
ΜΕΝ. ἀνάγκη.
美诺:必然如此。
ΣΩ. τῶν αὐτῶν ἄρα ἀμφότεροι δέονται, εἴπερ μέλλουσιν ἀγαθοὶ εἶναι, καὶ ἡ γυνὴ καὶ ὁ ἀνήρ, δικαιοσύνης καὶ σωφροσύνης.
苏格拉底:那么,如果他们要成为好人,男女双方都需要同样的东西:公正和节制。
ΜΕΝ. φαίνονται.
美诺:看来是这样。
ΣΩ. τί δὲ παῖς καὶ πρεσβύτης;
苏格拉底:那么孩子和老人呢?
μῶν ἀκόλαστοι ὄντες καὶ ἄδικοι ἀγαθοὶ ἄν ποτε γένοιντο;
他们要是放荡而不公,难道能成为好人吗?
ΜΕΝ. οὐ δῆτα.
美诺:绝不可能。
ΣΩ. ἀλλὰ σώφρονες καὶ δίκαιοι;
苏格拉底:而是需要节制和公正吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. πάντες ἄρʼ ἄνθρωποι τῷ αὐτῷ τρόπῳ ἀγαθοί εἰσιν· τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γίγνονται.
苏格拉底:那么,所有人都是以同样的方式成为好人的;因为通过获得同样的东西,他们才成为好人。
ΜΕΝ. ἔοικε.
美诺:似乎如此。
ΣΩ. οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν.
苏格拉底:如果他们的美德不是同一种,他们想必不会以相同的方式成为好人。
ΜΕΝ. οὐ δῆτα.
美诺:绝不可能。
ΣΩ. ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετʼ ἐκείνου.
苏格拉底:既然所有人的美德都是同一种,那么请试着说明并回忆一下,高尔吉亚说它是什么,而你又与他一致认为它是什么。
ΜΕΝ. τί ἄλλο γʼ ἢ ἄρχειν οἷόν τʼ εἶναι τῶν ἀνθρώπων;
美诺:除了有能力统治人,还能是什么呢?
εἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων.
如果你确实是在寻找贯穿于所有人身上的那一个东西。
ΣΩ. ἀλλὰ μὴν ζητῶ γε.
苏格拉底:我确实是在寻找它。
ἀλλʼ ἆρα καὶ παιδὸς ἡ αὐτὴ ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι τοῦ δεσπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων;
但是,美诺,对于孩子和奴隶来说,这也是同一种美德吗? 即有能力统治他们的主人? 你认为统治者还会是奴隶吗?
ΜΕΝ. οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες.
美诺:我觉得完全不是这样,苏格拉底。
ΣΩ. οὐ γὰρ εἰκός, ὦ ἄριστε· ἔτι γὰρ καὶ τόδε σκόπει.
苏格拉底:确实不合情理,优秀的饱学之士。
ἄρχειν φῂς οἷόν τʼ εἶναι.
再考虑一下这一点:你说是“有能力统治”。
οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή;
我们难道不该在那里加上“公正地,而非不公正地”吗?
ΜΕΝ. οἶμαι ἔγωγε· ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες, ἀρετή ἐστιν.
美诺:我认为应该,因为苏格拉底,公正就是美德。
ΣΩ. πότερον ἀρετή, ὦ Μένων, ἢ ἀρετή τις;
苏格拉底:这是“美德”,美诺,还是“某种美德”?
ΜΕΝ. πῶς τοῦτο λέγεις;
美诺:你这是什么意思?
ΣΩ. ὡς περὶ ἄλλου ὁτουοῦν.
苏格拉底:就像说起任何其他事物一样。
οἷον, εἰ βούλει, στρογγυλότητος πέρι εἴποιμʼ ἂν ἔγωγε ὅτι σχῆμά τί ἐστιν, οὐχ οὕτως ἁπλῶς ὅτι σχῆμα.
例如,如果你愿意,关于圆度,我会说它是“某种图形”,而不仅是简单地说它是“图形”。
διὰ ταῦτα δὲ οὕτως ἂν εἴποιμι, ὅτι καὶ ἄλλα ἔστι σχήματα.
我之所以这样说,是因为还有其他的图形。
ΜΕΝ. ὀρθῶς γε λέγων σύ, ἐπεὶ καὶ ἐγὼ λέγω οὐ μόνον δικαιοσύνην ἀλλὰ καὶ ἄλλας εἶναι ἀρετάς.
美诺:你说得很对,因为我也说不仅有公正,还有其他的美德。

词汇与语法注释

  1. 72bεἴ μου ἐρομένου... τί ἂν ἀπεκρίνω — 由属格绝对和条件从句叠加而成的双重条件结构。`μου ἐρομένου` 构成属格绝对结构,其内又叠加了虚拟语气条件从句 `εἴ σε ἠρόμην`(“如果我当时问你”),共同修饰主句的虚拟结论 `τί ἂν ἀπεκρίνω`(“你会怎么回答”)。
  2. 72cᾧ οὐδὲν διαφέρουσιν — 关系代词 `ᾧ`(中性单数与格)作关系或限定与格(“在……这一方面”)。紧随其后的 `τί τοῦτο` 中的 `τοῦτο` 是该关系从句在实质上的先行词。
  3. 72cεἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον — 无人称句式 `καλῶς ἔχει`(“……是妥当/适宜的”)后接不定式 `δηλῶσαι`,该不定式的逻辑主语是宾格分词 `τὸν ἀποκρινόμενον`(“回答者”)。起修饰作用的分词 `ἀποβλέψαντα`(“注视着”)同样采用宾格与其一致。
  4. 73dἄρχειν οἵω τε εἶναι — 这里使用了形容词 `οἷος` 的双数(dual)阳性主格形式 `οἵω`。这是因为它指代的是紧接在前面提到的 `παῖς`(孩子)和 `δοῦλος`(奴隶)这两个主体。

引用这一段

柏拉图, 美诺篇 §72-73. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:72-73

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。