§74ΣΩ. τίνας ταύτας;
ソクラテス:それらは何(の徳)かね。
εἰπέ.
言ってごらん。
οἷον καὶ ἐγώ σοι εἴποιμι ἂν καὶ ἄλλα σχήματα, εἴ με κελεύοις·
例えば私の方でも、君が命じるなら、他にもさまざまな形を言うことができるだろう。
καὶ σὺ οὖν ἐμοὶ εἰπὲ ἄλλας ἀρετάς.
だから君も私に、他のさまざまな徳を言ってくれ。
ΜΕΝ. ἡ ἀνδρεία τοίνυν ἔμοιγε δοκεῖ ἀρετὴ εἶναι καὶ σωφροσύνη καὶ σοφία καὶ μεγαλοπρέπεια καὶ ἄλλαι πάμπολλαι.
メノン:それなら、勇気が徳であると私には思われますし、節制や知恵、気前のよさ、その他にも非常に多くのものがあります。
ΣΩ. πάλιν, ὦ Μένων, ταὐτὸν πεπόνθαμεν·
ソクラテス:メノン、またしても私たちは同じ目に遭ってしまった。
πολλὰς αὖ ηὑρήκαμεν ἀρετὰς μίαν ζητοῦντες, ἄλλον τρόπον ἢ νυνδή·
一つのものを探しているのに、さっきとは別のやり方で、またしても多くの徳を見出してしまったのだ。
τὴν δὲ μίαν, ἣ διὰ πάντων τούτων ἐστίν, οὐ δυνάμεθα ἀνευρεῖν.
しかし、これらすべてを貫いている、あの唯一の徳を見出すことができない。
ΜΕΝ. οὐ γὰρ δύναμαί πω, ὦ Σώκρατες, ὡς σὺ ζητεῖς, μίαν ἀρετὴν λαβεῖν κατὰ πάντων, ὥσπερ ἐν τοῖς ἄλλοις.
メノン:ソクラテス、私は、あなたが求めているように、他の事例のときのように、すべてに共通する一つの徳を捉えることがまだどうしてもできません。
ΣΩ. εἰκότως γε·
ソクラテス:もっともなことだ。
ἀλλʼ ἐγὼ προθυμήσομαι, ἐὰν οἷός τʼ ὦ, ἡμᾶς προβιβάσαι.
だが、私にできるなら、何とか私たちを前進させるよう努めてみよう。
μανθάνεις γάρ που ὅτι οὑτωσὶ ἔχει περὶ παντός·
君も、あらゆることについてこのような事情にあることは分かっているだろう。
εἴ τίς σε ἀνέροιτο τοῦτο ὃ νυνδὴ ἐγὼ ἔλεγον,
τί ἐστιν σχῆμα, ὦ Μένων;
もし誰かが、さっき私が言ったこのことを君に尋ねたとしたらね。 『メノン、形とは何ですか』と。
εἰ αὐτῷ εἶπες ὅτι στρογγυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ,
πότερον σχῆμα ἡ στρογγυλότης ἐστὶν ἢ σχῆμά τι; εἶπες δήπου ἂν ὅτι σχῆμά τι.
もし君が彼に『丸みです』と答え、彼が私と同じように『丸みは形ですか、それともある一つの形ですか』と言ったとしたら、君はきっと『ある一つの形です』と答えただろうね。
ΜΕΝ. πάνυ γε.
メノン:ええ、もちろん。
ΣΩ. οὐκοῦν διὰ ταῦτα, ὅτι καὶ ἄλλα ἔστιν σχήματα;
ソクラテス:それは、他にもさまざまな形があるからだね。
ΜΕΝ. ναί.
メノン:はい。
ΣΩ. καὶ εἴ γε προσανηρώτα σε ὁποῖα, ἔλεγες ἄν;
ソクラテス:そして、もし彼がさらに、それらがどのようなものかを尋ねたら、君は言っただろうね。
ΜΕΝ. ἔγωγε.
メノン:言いましたとも。
ΣΩ. καὶ αὖ εἰ περὶ χρώματος ὡσαύτως ἀνήρετο ὅτι ἐστίν, καὶ εἰπόντος σου ὅτι τὸ λευκόν, μετὰ ταῦτα ὑπέλαβεν ὁ ἐρωτῶν· πότερον τὸ λευκὸν χρῶμά ἐστιν ἢ χρῶμά τι;
ソクラテス:また、もし色について同様に、それが何であるかを尋ねられ、君が『白です』と答えた後、問い手が引き取って、『白は色ですか、それともある一つの色ですか』と尋ねたとしたら、他にもさまざまな色が存在しているからこそ、君は『ある一つの色です』と言っただろうね。
εἶπες ἂν ὅτι χρῶμά τι, διότι καὶ ἄλλα τυγχάνει ὄντα; ΜΕΝ. ἔγωγε.
メノン:言いましたとも。
ΣΩ. καὶ εἴ γέ σε ἐκέλευε λέγειν ἄλλα χρώματα, ἔλεγες ἂν ἄλλα, ἃ οὐδὲν ἧττον τυγχάνει ὄντα χρώματα τοῦ λευκοῦ;
ソクラテス:そして、もし彼が君に他の色を挙げるように命じたなら、君は白に劣らず色であるところの、他の色を挙げただろうね。
ΜΕΝ. ναί.
メノン:はい。
ΣΩ. εἰ οὖν ὥσπερ ἐγὼ μετῄει τὸν λόγον, καὶ ἔλεγεν ὅτι
ἀεὶ εἰς πολλὰ ἀφικνούμεθα, ἀλλὰ μή μοι οὕτως, ἀλλʼ ἐπειδὴ τὰ πολλὰ ταῦτα ἑνί τινι προσαγορεύεις ὀνόματι, καὶ φῂς οὐδὲν αὐτῶν ὅτι οὐ σχῆμα εἶναι, καὶ ταῦτα καὶ ἐναντία ὄντα ἀλλήλοις, ὅτι ἐστὶν τοῦτο ὃ οὐδὲν ἧττον κατέχει τὸ στρογγύλον ἢ τὸ εὐθύ, ὃ δὴ ὀνομάζεις σχῆμα καὶ οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον σχῆμα εἶναι ἢ τὸ εὐθύ;
ソクラテス:それでは、もし彼が私のように議論を追い求めて、こう言ったとしたらどうだろう。 『私たちはいつも多くのものに行き着いてしまう。 だが、私にそのような答え方をするな。 そうではなく、君はこれら多くのものを何か一つの名前で呼んでおり、それらのうち形でないものは一つもないと言い、しかもそれらが互いに反対のものであるにもかかわらず、そう言っているのだから、丸いものをもまっすぐなものをも、同様に包括しているこのもの、すなわち君が形と名付け、丸いものがまっすぐなものに比べて何ら余計に形であるわけではないと言うところのそのものは、一体何なのだ。 』と。
ἢ οὐχ οὕτω λέγεις;
君はそう言わないかね。
ΜΕΝ. ἔγωγε.
メノン:言います。
ΣΩ. ἆρʼ οὖν, ὅταν οὕτω λέγῃς, τότε οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον εἶναι στρογγύλον ἢ εὐθύ, οὐδὲ τὸ εὐθὺ εὐθὺ ἢ στρογγύλον;
ソクラテス:では、そのように言うとき、君は丸いものがまっすぐなものに比べて何ら余計に丸いわけではないと言っているのかね。 あるいは、まっすぐなものが丸いものに比べて何ら余計にまっすぐであるわけではないと?
ΜΕΝ. οὐ δήπου, ὦ Σώκρατες.
メノン:まさか、そんなことはありません、ソクラテス。
ΣΩ. ἀλλὰ μὴν σχῆμά γε οὐδὲν μᾶλλον φῂς εἶναι τὸ στρογγύλον τοῦ εὐθέος, οὐδὲ τὸ ἕτερον τοῦ ἑτέρου.
ソクラテス:しかし、丸いものがまっすぐなものに比べて何ら余計に形であるわけではない、つまり一方が他方よりもいっそう形であるわけではない、とは言うのだね。
ΜΕΝ. ἀληθῆ λέγεις.
メノン:おっしゃる通りです。