§515ΣΩ. νῦν δέ, ὦ βέλτιστε ἀνδρῶν, ἐπειδὴ σὺ μὲν αὐτὸς ἄρτι ἄρχῃ πράττειν τὰ τῆς πόλεως πράγματα, ἐμὲ δὲ παρακαλεῖς καὶ ὀνειδίζεις ὅτι οὐ πράττω, οὐκ ἐπισκεψόμεθα ἀλλήλους, φέρε, Καλλικλῆς ἤδη τινὰ βελτίω πεποίηκεν τῶν πολιτῶν;
ソクラテス:しかし今や、優れた友よ、君自身はまさにアテナイの国政に関わり始めようとしており、私に対しては関わっていないと勧め、また非難しているのだから、我々はお互いを検討しようではないか。 さあ、カリクレスはすでに市民の誰かをより善い者に変えただろうか。
ἔστιν ὅστις πρότερον πονηρὸς ὤν, ἄδικός τε καὶ ἀκόλαστος καὶ ἄφρων, διὰ Καλλικλέα καλός τε κἀγαθὸς γέγονεν, ἢ ξένος ἢ ἀστός, ἢ δοῦλος ἢ ἐλεύθερος;
かつては邪悪で、不正で、放縦で、愚かであったのに、カリクレスのおかげで、異邦人であれ市民であれ、奴隷であれ自由人であれ、美しく善い者になったという人が、誰か一人でもいるだろうか。
λέγε μοι, ἐάν τίς σε ταῦτα ἐξετάζῃ, ὦ Καλλίκλεις, τί ἐρεῖς;
教えてくれ、もし誰かが君にこれらのことを尋ねたら、カリクレスよ、君は何と答えるかね。
τίνα φήσεις βελτίω πεποιηκέναι ἄνθρωπον τῇ συνουσίᾳ τῇ σῇ;
君との交わりによって、誰をより優れた人間にしたと主張するのか。
ὀκνεῖς ἀποκρίνασθαι, εἴπερ ἔστιν τι ἔργον σὸν ἔτι ἰδιωτεύοντος, πρὶν δημοσιεύειν ἐπιχειρεῖν;
もし君が公的な活動に着手する前に、まだ私的な立場にあった頃の君の実績が何かあるのなら、答えるのをためらうのかね。
ΚΑΛ. φιλόνικος εἶ, ὦ Σώκρατες.
ΚΑΛ. カリクレス:ソクラテス、君は議論に勝ちたがる男だな。
ΣΩ. ἀλλʼ οὐ φιλονικίᾳ γε ἐρωτῶ, ἀλλʼ ὡς ἀληθῶς βουλόμενος εἰδέναι ὅντινά ποτε τρόπον οἴει δεῖν πολιτεύεσθαι ἐν ἡμῖν.
ソクラテス:いや、勝ち気から尋ねているのではない。 我々の間でどのように政治を行うべきだと君が考えているのかを、本当に知りたいからだ。
ἢ ἄλλου του ἄρα ἐπιμελήσῃ ἡμῖν ἐλθὼν ἐπὶ τὰ τῆς πόλεως πράγματα ἢ ὅπως ὅτι βέλτιστοι οἱ πολῖται ὦμεν;
それとも、君が国の政治に携わるにあたって、我々市民が可能な限り最善の者となるようにすること以外の、何か別のことを配慮するというのか。
ἢ οὐ πολλάκις ἤδη ὡμολογήκαμεν τοῦτο δεῖν πράττειν τὸν πολιτικὸν ἄνδρα;
それとも、政治家たる者はこれを行うべきだと、我々はすでに何度も合意しなかっただろうか。
ὡμολογήκαμεν ἢ οὔ;
合意したか、それともしなかったか。
ἀποκρίνου.
答えなさい。
ὡμολογήκαμεν·
合意したのだ。
ἐγὼ ὑπὲρ σοῦ ἀποκρινοῦμαι.
私が君の代わりに答えよう。
εἰ τοίνυν τοῦτο δεῖ τὸν ἀγαθὸν ἄνδρα παρασκευάζειν τῇ ἑαυτοῦ πόλει, νῦν μοι ἀναμνησθεὶς εἰπὲ περὶ ἐκείνων τῶν ἀνδρῶν ὧν ὀλίγῳ πρότερον ἔλεγες, εἰ ἔτι σοι δοκοῦσιν ἀγαθοὶ πολῖται γεγονέναι, Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης καὶ Θεμιστοκλῆς.
それなら、優れた人物が自分の国家に対してこれを用意すべきであるとするなら、少し前に君が言及したあの男たちについて、今思い起こして私に言ってくれ。 彼らが優れた市民であったと、君には今でも思えるかね。 すなわち、ペリクレス、キモン、ミルティアデス、そしてテミストクレスだ。
ΚΑΛ. ἔμοιγε.
ΚΑΛ. カリクレス:私にはそうだと思える。
ΣΩ. οὐκοῦν εἴπερ ἀγαθοί, δῆλον ὅτι ἕκαστος αὐτῶν βελτίους ἐποίει τοὺς πολίτας ἀντὶ χειρόνων.
ソクラテス:それなら、もし彼らが優れた人々であったなら、彼らのそれぞれは市民たちを、より悪くするのではなく、より善い者にしたことは明らかだ。
ἐποίει ἢ οὔ;
そうしたか、それともしなかったか。
ΚΑΛ. ναί.
ΚΑΛ. カリクレス:そうだ。
ΣΩ. οὐκοῦν ὅτε Περικλῆς ἤρχετο λέγειν ἐν τῷ δήμῳ, χείρους ἦσαν οἱ Ἀθηναῖοι ἢ ὅτε τὰ τελευταῖα ἔλεγεν;
ソクラテス:それなら、ペリクレスが民会で演説し始めた頃、アテナイ人たちは、彼が最後の演説をした頃よりも悪かったのだろうか。
ΚΑΛ. ἴσως.
ΚΑΛ. カリクレス:おそらくね。
ΣΩ. οὐκ ἴσως δή, ὦ βέλτιστε, ἀλλʼ ἀνάγκη ἐκ τῶν ὡμολογημένων, εἴπερ ἀγαθός γʼ ἦν ἐκεῖνος πολίτης.
ソクラテス:いや、「おそらく」ではなく、優れた友よ、もし彼が優れた市民であったならば、これまでの合意からして必然的にそうなのだ。
ΚΑΛ. τί οὖν δή;
ΚΑΛ. カリクレス:だから何だというのだ。
ΣΩ. οὐδέν·
ソクラテス:いや、何でもない。
ἀλλὰ τόδε μοι εἰπὲ ἐπὶ τούτῳ, εἰ λέγονται Ἀθηναῖοι διὰ Περικλέα βελτίους γεγονέναι, ἢ πᾶν τοὐναντίον διαφθαρῆναι ὑπʼ ἐκείνου.
ただ、これに続いて次のことを言ってほしい。 アテナイ人たちはペリクレスのおかげでより善くなったと言われているだろうか、それともまったく逆に、彼によって堕落させられたと言われているだろうか。
ταυτὶ γὰρ ἔγωγε ἀκούω, Περικλέα πεποιηκέναι Ἀθηναίους ἀργοὺς καὶ δειλοὺς καὶ λάλους καὶ φιλαργύρους, εἰς μισθοφορίαν πρῶτον καταστήσαντα.
というのも、私は次のように聞いているからだ。 ペリクレスは、最初に日当の支給を確立したことによって、アテナイ人たちを怠惰で、臆病で、お喋りで、強欲な者に仕立て上げたとね。
ΚΑΛ. τῶν τὰ ὦτα κατεαγότων ἀκούεις ταῦτα, ὦ Σώκρατες.
ΚΑΛ. カリクレス:ソクラテス、君がそれを聞いているのは、耳の潰れた連中からだ。
§516ΣΩ. ἀλλὰ τάδε οὐκέτι ἀκούω, ἀλλʼ οἶδα σαφῶς καὶ ἐγὼ καὶ σύ, ὅτι τὸ μὲν πρῶτον ηὐδοκίμει Περικλῆς καὶ οὐδεμίαν αἰσχρὰν δίκην κατεψηφίσαντο αὐτοῦ Ἀθηναῖοι, ἡνίκα χείρους ἦσαν·
ソクラテス:しかし、次のことについては、もはや聞き及んでいるだけでなく、私も君もはっきりと知っている。 すなわち、最初、彼らがより悪かった頃には、ペリクレスは評判が良く、アテナイ人は彼に対して何ら不名誉な有罪判決を下さなかった。
ἐπειδὴ δὲ καλοὶ κἀγαθοὶ ἐγεγόνεσαν ὑπʼ αὐτοῦ, ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους, κλοπὴν αὐτοῦ κατεψηφίσαντο, ὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν, δῆλον ὅτι ὡς πονηροῦ ὄντος.
しかし、彼らがペリクレスのおかげで美しく善い者になったはずの、ペリクレスの生涯の終わりに至って、彼らはペリクレスに横領の罪で有罪判決を下し、危うく死刑に処するところだった。 明らかに、彼を悪人であるとみなしたからだ。
ΚΑΛ. τί οὖν;
ΚΑΛ. カリクレス:だから何だというのだ。
τούτου ἕνεκα κακὸς ἦν Περικλῆς;
そのためにペリクレスが劣悪な政治家だったというのか。
ΣΩ. ὄνων γοῦν ἂν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας ἑαυτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ἅπαντα ποιοῦντας διʼ ἀγριότητα.
ソクラテス:少なくとも、ロバや馬や牛の世話人がこのような状態であったなら、もし引き取った時には自分を蹴ることも、角で突くことも、噛むこともなかった動物たちを、狂暴さゆえにこれらすべてを行うようにさせたとすれば、劣悪な世話人であると思われただろう。
ἢ οὐ δοκεῖ σοι κακὸς εἶναι ἐπιμελητὴς ὁστισοῦν ὁτουοῦν ζῴου, ὃς ἂν παραλαβὼν ἡμερώτερα ἀποδείξῃ ἀγριώτερα ἢ παρέλαβε;
あるいは君には、いかなる動物であれ、引き取った時よりも狂暴にさせてしまった者は、いかなる世話人であれ、劣悪な世話人であるとは思われないかね。
δοκεῖ ἢ οὔ;
そう思うか、それとも思わないか。
ΚΑΛ. πάνυ γε, ἵνα σοι χαρίσωμαι.
ΚΑΛ. カリクレス:全くその通りだ、君の機嫌を取るためにそう言っておこう。
ΣΩ. καὶ τόδε τοίνυν μοι χάρισαι ἀποκρινάμενος·
ソクラテス:それでは、これも答えて機嫌を取ってくれ。
πότερον καὶ ὁ ἄνθρωπος ἓν τῶν ζῴων ἐστὶν ἢ οὔ;
人間もまた動物の一つであるか、それとも違うか。
ΚΑΛ. πῶς γὰρ οὔ;
ΚΑΛ. カリクレス:どうして違おうか。
ΣΩ. οὐκοῦν ἀνθρώπων Περικλῆς ἐπεμέλετο;
ソクラテス:それなら、ペリクレスが世話をしたのは人間だったのだね。
ΚΑΛ. ναί.
ΚΑΛ. カリクレス:そうだ。
ΣΩ. τί οὖν;
ソクラテス:それなら何だ。
οὐκ ἔδει αὐτούς, ὡς ἄρτι ὡμολογοῦμεν, δικαιοτέρους γεγονέναι ἀντὶ ἀδικωτέρων ὑπʼ ἐκείνου, εἴπερ ἐκεῖνος ἐπεμελεῖτο αὐτῶν ἀγαθὸς ὢν τὰ πολιτικά;
我々が今合意したように、もし彼が政治において優れた人物として彼らを配慮していたのなら、彼らは彼のおかげで、不義になるのではなく、より正しくなっていなければならなかったのではないか。
ΚΑΛ. πάνυ γε.
ΚΑΛ. カリクレス:全くその通りだ。
ΣΩ. οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος·
ソクラテス:それなら、ホメロスが言ったように、正しい人々は温順なのだ。
σὺ δὲ τί φῄς;
君はどう言うかね。
οὐχ οὕτως;
そうではないか。
ΚΑΛ. ναί.
ΚΑΛ. カリクレス:そうだ。
ΣΩ. ἀλλὰ μὴν ἀγριωτέρους γε αὐτοὺς ἀπέφηνεν ἢ οἵους παρέλαβεν, καὶ ταῦτʼ εἰς αὑτόν, ὃν ἥκιστʼ ἂν ἐβούλετο.
ソクラテス:しかし実に、彼は彼らを引き取った時よりも狂暴に仕立て上げ、しかもそれは、彼が最も望まなかったであろう相手、すなわち彼自身に対してなのだ。
ΚΑΛ. βούλει σοι ὁμολογήσω;
ΚΑΛ. カリクレス:君に同意してほしいのかね。
ΣΩ. εἰ δοκῶ γε σοι ἀληθῆ λέγειν.
ソクラテス:もし私が真実を言っていると君に思えるならね。
ΚΑΛ. ἔστω δὴ ταῦτα.
ΚΑΛ. カリクレス:では、そういうことにしておこう。
ΣΩ. οὐκοῦν εἴπερ ἀγριωτέρους, ἀδικωτέρους τε καὶ χείρους;
ソクラテス:それなら、もしより狂暴になったのなら、より不義になり、より悪くなったのだね。
ΚΑΛ. ἔστω.
ΚΑΛ. カリクレス:そうしておこう。
ΣΩ. οὐκ ἄρʼ ἀγαθὸς τὰ πολιτικὰ Περικλῆς ἦν ἐκ τούτου τοῦ λόγου.
ソクラテス:それなら、この議論によれば、ペリクレスは政治において優れた人物ではなかったのだ。
ΚΑΛ. οὐ σύ γε φῄς.
ΚΑΛ. カリクレス:君はそう言うのだな。
ΣΩ. μὰ Δίʼ οὐδέ γε σὺ ἐξ ὧν ὡμολόγεις.
ソクラテス:ゼウスにかけて、君が合意した事柄からすれば、君だってそう言うのだ。
πάλιν δὲ λέγε μοι περὶ Κίμωνος·
では再び私に教えてくれ、キモンについて。
οὐκ ἐξωστράκισαν αὐτὸν οὗτοι οὓς ἐθεράπευεν, ἵνα αὐτοῦ δέκα ἐτῶν μὴ ἀκούσειαν τῆς φωνῆς;
彼がケアしたまさにその人々が、彼の声を十年間聞かずに済むようにと、彼を陶片追放したのではなかったか。
καὶ Θεμιστοκλέα ταὐτὰ ταῦτα ἐποίησαν καὶ φυγῇ προσεζημίωσαν;
またテミストクレスに対してもこれと全く同じことを行い、さらに追放刑という罰を加えたのではないか。
Μιλτιάδην δὲ τὸν Μαραθῶνι εἰς τὸ βάραθρον ἐμβαλεῖν ἐψηφίσαντο, καὶ εἰ μὴ διὰ τὸν πρύτανιν, ἐνέπεσεν ἄν;
マラトンの英雄ミルティアデスについては、深穴に投げ込むことを決議し、もし民会における当番主席がいなかったら、投げ込まれていたのではないか。
καίτοι οὗτοι, εἰ ἦσαν ἄνδρες ἀγαθοί, ὡς σὺ φῄς, οὐκ ἄν ποτε ταῦτα ἔπασχον.
しかし、もし彼らが君の言うように優れた人物であったなら、このような目に遭うことは決してなかったはずだ。
οὔκουν οἵ γε ἀγαθοὶ ἡνίοχοι κατʼ ἀρχὰς μὲν οὐκ ἐκπίπτουσιν ἐκ τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσιν τοὺς ἵππους καὶ αὐτοὶ ἀμείνους γένωνται ἡνίοχοι, τότʼ ἐκπίπτουσιν·
なぜなら、優れた馭者たちが、最初は二頭立て馬車から落とされないのに、馬たちを訓練し、自分たち自身もより優れた馭者になった後になってから、落とされるなどということはないからだ。
οὐκ ἔστι ταῦτʼ οὔτʼ ἐν ἡνιοχείᾳ οὔτʼ ἐν ἄλλῳ ἔργῳ οὐδενί·
そのようなことは、御者の技術においても、他のいかなる活動においても存在しない。
ἢ δοκεῖ σοι;
それとも、君にはそう思えるかね。
ΚΑΛ. οὐκ ἔμοιγε.
ΚΑΛ. カリクレス:私には思えない。