Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §515-516

改善公民的实绩与对过往政治家的批判

第 46 段,共 53 段 · 希腊语

内容简介

苏格拉底质问卡里克勒斯是否曾在私下里改善过任何公民,并指出伯里克利等过去的著名政治家晚年受到公民惩罚的事实,以此证明他们并非真正优秀的政治家。

§515ΣΩ. νῦν δέ, ὦ βέλτιστε ἀνδρῶν, ἐπειδὴ σὺ μὲν αὐτὸς ἄρτι ἄρχῃ πράττειν τὰ τῆς πόλεως πράγματα, ἐμὲ δὲ παρακαλεῖς καὶ ὀνειδίζεις ὅτι οὐ πράττω, οὐκ ἐπισκεψόμεθα ἀλλήλους, φέρε, Καλλικλῆς ἤδη τινὰ βελτίω πεποίηκεν τῶν πολιτῶν;
苏格拉底:但现在,最优秀的饱学之士啊,既然你自己刚刚开始参与城邦事务,并且劝说并责备我不去参与,难道我们不应该互相审视吗? 来,卡里克勒斯,你是否已经使某些公民变得更好了?
ἔστιν ὅστις πρότερον πονηρὸς ὤν, ἄδικός τε καὶ ἀκόλαστος καὶ ἄφρων, διὰ Καλλικλέα καλός τε κἀγαθὸς γέγονεν, ἢ ξένος ἢ ἀστός, ἢ δοῦλος ἢ ἐλεύθερος;
是否有谁从前是邪恶、不公、放荡和愚蠢的,却因卡里克勒斯而变得高尚和善良,无论是外邦人还是本国公民,是奴隶还是自由人?
λέγε μοι, ἐάν τίς σε ταῦτα ἐξετάζῃ, ὦ Καλλίκλεις, τί ἐρεῖς;
告诉我,如果有人就这些事情质问你,卡里克勒斯,你会怎么说?
τίνα φήσεις βελτίω πεποιηκέναι ἄνθρωπον τῇ συνουσίᾳ τῇ σῇ;
你会说自己通过与他人的交往使谁变得更好了?
ὀκνεῖς ἀποκρίνασθαι, εἴπερ ἔστιν τι ἔργον σὸν ἔτι ἰδιωτεύοντος, πρὶν δημοσιεύειν ἐπιχειρεῖν;
如果确实有你在仍处于私人身份时、在着手公共事务之前的成就,你还犹豫不答吗?
ΚΑΛ. φιλόνικος εἶ, ὦ Σώκρατες.
卡里克勒斯:苏格拉底,你真是个好胜的人。
ΣΩ. ἀλλʼ οὐ φιλονικίᾳ γε ἐρωτῶ, ἀλλʼ ὡς ἀληθῶς βουλόμενος εἰδέναι ὅντινά ποτε τρόπον οἴει δεῖν πολιτεύεσθαι ἐν ἡμῖν.
苏格拉底:我绝非出于好胜而问,而是真切地想知道,你究竟认为在我们之中应当如何管理城邦。
ἢ ἄλλου του ἄρα ἐπιμελήσῃ ἡμῖν ἐλθὼν ἐπὶ τὰ τῆς πόλεως πράγματα ἢ ὅπως ὅτι βέλτιστοι οἱ πολῖται ὦμεν;
难道当你参与城邦事务时,除了使我们这些公民尽可能变得最好之外,你还会关心别的什么吗?
ἢ οὐ πολλάκις ἤδη ὡμολογήκαμεν τοῦτο δεῖν πράττειν τὸν πολιτικὸν ἄνδρα;
还是说我们之前不是已经多次同意,政治家应当做这件事?
ὡμολογήκαμεν ἢ οὔ;
我们同意了没有?
ἀποκρίνου.
回答我。
ὡμολογήκαμεν· ἐγὼ ὑπὲρ σοῦ ἀποκρινοῦμαι.
我们同意了,我来替你回答。
εἰ τοίνυν τοῦτο δεῖ τὸν ἀγαθὸν ἄνδρα παρασκευάζειν τῇ ἑαυτοῦ πόλει, νῦν μοι ἀναμνησθεὶς εἰπὲ περὶ ἐκείνων τῶν ἀνδρῶν ὧν ὀλίγῳ πρότερον ἔλεγες, εἰ ἔτι σοι δοκοῦσιν ἀγαθοὶ πολῖται γεγονέναι, Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης καὶ Θεμιστοκλῆς.
那么,如果这就是一个善人必须为他自己的城邦准备的东西,现在请你想一想,告诉我你刚才提到的那些人,你现在是否还认为他们是优秀的公民,即伯里克利、客蒙、米太亚德和地米斯托克利。
ΚΑΛ. ἔμοιγε.
卡里克勒斯:我认为是的。
ΣΩ. οὐκοῦν εἴπερ ἀγαθοί, δῆλον ὅτι ἕκαστος αὐτῶν βελτίους ἐποίει τοὺς πολίτας ἀντὶ χειρόνων.
苏格拉底:那么,如果他们确实是优秀的,显而易见,他们中的每一个人都是使公民变得更好,而不是变得更差。
ἐποίει ἢ οὔ;
他们做了没有?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν ὅτε Περικλῆς ἤρχετο λέγειν ἐν τῷ δήμῳ, χείρους ἦσαν οἱ Ἀθηναῖοι ἢ ὅτε τὰ τελευταῖα ἔλεγεν;
苏格拉底:那么,当伯里克利开始在公民大会上演讲时,雅典人是否比他进行最后几次演讲时更差?
ΚΑΛ. ἴσως.
卡里克勒斯:也许吧。
ΣΩ. οὐκ ἴσως δή, ὦ βέλτιστε, ἀλλʼ ἀνάγκη ἐκ τῶν ὡμολογημένων, εἴπερ ἀγαθός γʼ ἦν ἐκεῖνος πολίτης.
苏格拉底:绝非“也许”,最优秀的饱学之士啊,而是根据我们已经同意的观点,如果他确实是一个优秀的公民,这就必然如此。
ΚΑΛ. τί οὖν δή;
卡里克勒斯:那又怎么样呢?
ΣΩ. οὐδέν·
苏格拉底:没什么。
ἀλλὰ τόδε μοι εἰπὲ ἐπὶ τούτῳ, εἰ λέγονται Ἀθηναῖοι διὰ Περικλέα βελτίους γεγονέναι, ἢ πᾶν τοὐναντίον διαφθαρῆναι ὑπʼ ἐκείνου.
不过请接着告诉我这一点:雅典人是被说成因伯里克利而变得更好呢,还是完全相反,被他败坏了?
ταυτὶ γὰρ ἔγωγε ἀκούω, Περικλέα πεποιηκέναι Ἀθηναίους ἀργοὺς καὶ δειλοὺς καὶ λάλους καὶ φιλαργύρους, εἰς μισθοφορίαν πρῶτον καταστήσαντα.
因为我至少听到过这样的话:伯里克利首先确立了公职津贴制度,从而使雅典人变得懒散、懦弱、多嘴和贪财。
ΚΑΛ. τῶν τὰ ὦτα κατεαγότων ἀκούεις ταῦτα, ὦ Σώκρατες.
卡里克勒斯:苏格拉底,你这些话是从那些被打碎耳朵的人那里听来的。
§516ΣΩ. ἀλλὰ τάδε οὐκέτι ἀκούω, ἀλλʼ οἶδα σαφῶς καὶ ἐγὼ καὶ σύ, ὅτι τὸ μὲν πρῶτον ηὐδοκίμει Περικλῆς καὶ οὐδεμίαν αἰσχρὰν δίκην κατεψηφίσαντο αὐτοῦ Ἀθηναῖοι, ἡνίκα χείρους ἦσαν· ἐπειδὴ δὲ καλοὶ κἀγαθοὶ ἐγεγόνεσαν ὑπʼ αὐτοῦ, ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους, κλοπὴν αὐτοῦ κατεψηφίσαντο, ὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν, δῆλον ὅτι ὡς πονηροῦ ὄντος.
苏格拉底:但下面这件事我已经不仅是听说,而是你我都清楚地知道:起初,当雅典人还比较差的时候,伯里克利名声很好,他们没有对他做出过任何可耻的判决;但是,当他们因他而变得高尚和善良之后,在伯里克利生命将尽之时,他们却判决他犯有盗窃罪,并且几乎判处他死刑,显然是把他当作了恶人。
ΚΑΛ. τί οὖν;
卡里克勒斯:那又怎样?
τούτου ἕνεκα κακὸς ἦν Περικλῆς;
难道就因为这个,伯里克利就是个坏人吗?
ΣΩ. ὄνων γοῦν ἂν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας ἑαυτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ἅπαντα ποιοῦντας διʼ ἀγριότητα.
苏格拉底:至少,如果一个照料驴、马、牛的人也是如此,他接收这些动物时它们既不踢他,也不用角撞他,更不咬他,但最终由于狂野不驯,它们做出了所有这些行为,那么他肯定会被认为是糟糕的照料者。
ἢ οὐ δοκεῖ σοι κακὸς εἶναι ἐπιμελητὴς ὁστισοῦν ὁτουοῦν ζῴου, ὃς ἂν παραλαβὼν ἡμερώτερα ἀποδείξῃ ἀγριώτερα ἢ παρέλαβε;
还是说你认为,任何动物的任何照料者,如果接收时它们较为温顺,而最后却展现出比接收时更加狂野,那么他就是个糟糕的照料者?
δοκεῖ ἢ οὔ;
是这样认为还是不这样?
ΚΑΛ. πάνυ γε, ἵνα σοι χαρίσωμαι.
卡里克勒斯:完全如此,就算是我取悦你吧。
ΣΩ. καὶ τόδε τοίνυν μοι χάρισαι ἀποκρινάμενος· πότερον καὶ ὁ ἄνθρωπος ἓν τῶν ζῴων ἐστὶν ἢ οὔ;
苏格拉底:那么请继续取悦我,回答这一个问题:人难道不也是动物的一种吗?
ΚΑΛ. πῶς γὰρ οὔ;
卡里克勒斯:怎么会不是呢?
ΣΩ. οὐκοῦν ἀνθρώπων Περικλῆς ἐπεμέλετο;
苏格拉底:那么伯里克利照料的是人?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. τί οὖν;
苏格拉底:那又怎样?
οὐκ ἔδει αὐτούς, ὡς ἄρτι ὡμολογοῦμεν, δικαιοτέρους γεγονέναι ἀντὶ ἀδικωτέρων ὑπʼ ἐκείνου, εἴπερ ἐκεῖνος ἐπεμελεῖτο αὐτῶν ἀγαθὸς ὢν τὰ πολιτικά;
正如我们刚才所同意的,如果他作为一个在政治事务上优秀的人照料他们,难道他们不应当因他而变得更加公正,而不是更加不公吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全如此。
ΣΩ. οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος·
苏格拉底:那么,正如荷马所说,公正的人是温顺的。
σὺ δὲ τί φῄς;
你又怎么说?
οὐχ οὕτως;
难道不是这样吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. ἀλλὰ μὴν ἀγριωτέρους γε αὐτοὺς ἀπέφηνεν ἢ οἵους παρέλαβεν, καὶ ταῦτʼ εἰς αὑτόν, ὃν ἥκιστʼ ἂν ἐβούλετο.
苏格拉底:然而,他却使他们比接收时更加狂野,而且这种狂野还是针对他自己,而这正是他最不希望发生的事。
ΚΑΛ. βούλει σοι ὁμολογήσω;
卡里克勒斯:你想让我同意你吗?
ΣΩ. εἰ δοκῶ γε σοι ἀληθῆ λέγειν.
苏格拉底:如果你确实觉得我说的是实话。
ΚΑΛ. ἔστω δὴ ταῦτα.
卡里克勒斯:那就算这样吧。
ΣΩ. οὐκοῦν εἴπερ ἀγριωτέρους, ἀδικωτέρους τε καὶ χείρους;
苏格拉底:那么,如果确实更加狂野,也就是更加不公、更加糟糕了?
ΚΑΛ. ἔστω.
卡里克勒斯:算了吧。
ΣΩ. οὐκ ἄρʼ ἀγαθὸς τὰ πολιτικὰ Περικλῆς ἦν ἐκ τούτου τοῦ λόγου.
苏格拉底:那么根据这个论证,伯里克利在政治事务上并不是优秀的。
ΚΑΛ. οὐ σύ γε φῄς.
卡里克勒斯:你是这么说的。
ΣΩ. μὰ Δίʼ οὐδέ γε σὺ ἐξ ὧν ὡμολόγεις.
苏格拉底:凭宙斯起誓,根据你之前同意的那些话,你其实也是这么说的。
πάλιν δὲ λέγε μοι περὶ Κίμωνος· οὐκ ἐξωστράκισαν αὐτὸν οὗτοι οὓς ἐθεράπευεν, ἵνα αὐτοῦ δέκα ἐτῶν μὴ ἀκούσειαν τῆς φωνῆς;
但再告诉我关于客蒙的事:他所照料的正是这些人,难道他们没有将他陶片放逐,好让他们在十年内听不到他的声音吗?
καὶ Θεμιστοκλέα ταὐτὰ ταῦτα ἐποίησαν καὶ φυγῇ προσεζημίωσαν;
对于地米斯托克利,他们不也做了完全相同的事,而且还加上流放的处罚吗?
Μιλτιάδην δὲ τὸν Μαραθῶνι εἰς τὸ βάραθρον ἐμβαλεῖν ἐψηφίσαντο, καὶ εἰ μὴ διὰ τὸν πρύτανιν, ἐνέπεσεν ἄν;
至于马拉松战役的英雄米太亚德,他们不也表决要把他投入深渊,要不是因为轮值主席,他难不成就被扔进去了吗?
καίτοι οὗτοι, εἰ ἦσαν ἄνδρες ἀγαθοί, ὡς σὺ φῄς, οὐκ ἄν ποτε ταῦτα ἔπασχον.
然而,如果这些人真如你所说的是好人,他们绝不可能遭受这些。
οὔκουν οἵ γε ἀγαθοὶ ἡνίοχοι κατʼ ἀρχὰς μὲν οὐκ ἐκπίπτουσιν ἐκ τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσιν τοὺς ἵππους καὶ αὐτοὶ ἀμείνους γένωνται ἡνίοχοι, τότʼ ἐκπίπτουσιν·
因为,优秀的御者决不可能起初没有从马车上摔下来,而等他们照料好马匹、自己也变得更优秀之后,反而在那时摔下来。
οὐκ ἔστι ταῦτʼ οὔτʼ ἐν ἡνιοχείᾳ οὔτʼ ἐν ἄλλῳ ἔργῳ οὐδενί· ἢ δοκεῖ σοι;
无论在驾车技术中,还是在任何其他工作里,都没有这样的事;还是说你觉得有?
ΚΑΛ. οὐκ ἔμοιγε.
卡里克勒斯:我觉得没有。

词汇与语法注释

  1. 515bἔτι ἰδιωτεύοντος — 属格单数阳性分词 ἰδιωτεύοντος 修饰由物主形容词 σόν 所暗示的第二人称单数属格代词 σοῦ。此处非属格独立结构,而是作为限定性分词修饰名词 ἔργον,在时间上进行限制:“你在仍处于私人身份时的(成就)”。
  2. 515eλέγονται Ἀθηναῖοι — 这是人称构文(personal construction),等同于非人称构文 λέγεται Ἀθηναίους...(“据说雅典人……”)。不定式 γεγονέναι 的逻辑主语 Ἀθηναῖοι 被提为主句被动语态动词 λέγονται 的主格主语。
  3. 516aὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν — 属格 ὀλίγου 是 ὀλίγου δεῖν(“几乎”、“差一点”)的省略形式。θανάτου 是表示刑罚(估价)的属格,与法庭用语动词 ἐτίμησαν(“判定刑罚”)连用,意为“他们几乎判处他死刑”。
  4. 516aκακὸς ἂν ἐδόκει εἶναι, εἰ... ἀπέδειξε — 过去虚拟条件句(反事实条件)。主句中的 ἂν ἐδόκει(未完成过去时指示语气 + ἄν)表示过去某一时刻持续的状态或潜在的判断(“当时会被认为是……”),与从句中的不定过去时指示语气 εἰ... ἀπέδειξε 紧密呼应。
  5. 516eεἰ μὴ διὰ τὸν πρύτανιν — 前置词 介词 διὰ 加宾格构成的习惯表达 εἰ μὴ διά 意为“要不是因为……”(表示若非某人阻碍则某事就会发生)。它与主句的 ἐνέπεσεν ἄν(不定过去时指示语气 + ἄν)结合,构成过去反事实条件句,意为“要不是因为轮值主席,(米太亚德)就已经被投入深渊了”。

引用这一段

柏拉图, 高尔吉亚篇 §515-516. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:515-516

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。