§514ΣΩ. ἆρʼ οὖν οὕτως ἐπιχειρητέον ἡμῖν ἐστιν τῇ πόλει καὶ τοῖς πολίταις θεραπεύειν, ὡς βελτίστους αὐτοὺς τοὺς πολίτας ποιοῦντας;
ソクラテス:それでは、我々は市民たち自身をできる限り善い者にすることを目指して、そのように国や市民たちをケアすることに着手すべきなのだろうか。
ἄνευ γὰρ δὴ τούτου, ὡς ἐν τοῖς ἔμπροσθεν ηὑρίσκομεν, οὐδὲν ὄφελος ἄλλην εὐεργεσίαν οὐδεμίαν προσφέρειν, ἐὰν μὴ καλὴ κἀγαθὴ ἡ διάνοια ᾖ τῶν μελλόντων ἢ χρήματα πολλὰ λαμβάνειν ἢ ἀρχήν τινων ἢ ἄλλην δύναμιν ἡντινοῦν.
というのも、これなしには、我々が前に見出したように、他にいかなる恩恵を施そうとも何の役にも立たないからだ。 多くの財産であれ、誰かに対する支配権であれ、あるいは他のいかなる権力であれ、それらを受け取ろうとする者たちの精神が、美しく善いものでない限りはね。
φῶμεν οὕτως ἔχειν;
我々はそうであると主張すべきだろうか。
ΚΑΛ. πάνυ γε, εἴ σοι ἥδιον.
ΚΑΛ. カリクレス:全くその通りだ、君がそう言う方が心地よいならね。
ΣΩ. εἰ οὖν παρεκαλοῦμεν ἀλλήλους, ὦ Καλλίκλεις, δημοσίᾳ πράξοντες τῶν πολιτικῶν πραγμάτων ἐπὶ τὰ οἰκοδομικά, ἢ τειχῶν ἢ νεωρίων ἢ ἱερῶν ἐπὶ τὰ μέγιστα οἰκοδομήματα, πότερον ἔδει ἂν ἡμᾶς σκέψασθαι ἡμᾶς αὐτοὺς καὶ ἐξετάσαι πρῶτον μὲν εἰ ἐπιστάμεθα τὴν τέχνην ἢ οὐκ ἐπιστάμεθα, τὴν οἰκοδομικήν, καὶ παρὰ τοῦ ἐμάθομεν;
ソクラテス:カリクレスよ、もし我々が、壁や造船所や神殿など、最大規模の建築物に至る建築事業において、公的な国家事業を行う者としてお互いを誘い合っていたとしたら、我々はまず自分自身を検討し、我々がその技術、すなわち建築術を心得ているか否か、そしてそれを誰から学んだのかを真っ先に吟味せねばならなかったのではないだろうか。
ἔδει ἂν ἢ οὔ;
そうせねばならなかったか、それともそうでなかったか。
ΚΑΛ. πάνυ γε.
ΚΑΛ. カリクレス:全くその通りだ。
ΣΩ. οὐκοῦν δεύτερον αὖ τόδε, εἴ τι πώποτε οἰκοδόμημα ᾠκοδομήκαμεν ἰδίᾳ ἢ τῶν φίλων τινὶ ἢ ἡμέτερον αὐτῶν, καὶ τοῦτο τὸ οἰκοδόμημα καλὸν ἢ αἰσχρόν ἐστιν·
ソクラテス:それなら第二に、我々がこれまでに私的な立場で、友人の誰かのため、あるいは自分自身のために何か建築物を建てたことがあるかどうか、そしてその建築物が優れたものか、あるいは粗悪なものかを、また吟味せねばならない。
καὶ εἰ μὲν ηὑρίσκομεν σκοπούμενοι διδασκάλους τε ἡμῶν ἀγαθοὺς καὶ ἐλλογίμους γεγονότας καὶ οἰκοδομήματα πολλὰ μὲν καὶ καλὰ μετὰ τῶν διδασκάλων ᾠκοδομημένα ἡμῖν, πολλὰ δὲ καὶ ἴδια ἡμῶν ἐπειδὴ τῶν διδασκάλων ἀπηλλάγημεν, οὕτω μὲν διακειμένων, νοῦν ἐχόντων ἦν ἂν ἰέναι ἐπὶ τὰ δημόσια ἔργα·
そして、もし我々が検討した結果、我々の教師たちが優秀で評判の高い人々であり、教師たちとともに多くの優れた建築物を建て、さらに教師たちから独立した後にも自分たち自身で多くの私的な建築物を建てていたことが分かったとしよう。 もしそのような状態にあったのなら、分をわきまえた者として公的な国家事業に進むのも理にかなっていただろう。
εἰ δὲ μήτε διδάσκαλον εἴχομεν ἡμῶν αὐτῶν ἐπιδεῖξαι οἰκοδομήματά τε ἢ μηδὲν ἢ πολλὰ καὶ μηδενὸς ἄξια, οὕτω δὴ ἀνόητον ἦν δήπου ἐπιχειρεῖν τοῖς δημοσίοις ἔργοις καὶ παρακαλεῖν ἀλλήλους ἐπʼ αὐτά.
しかし、もし我々自身に示すべき教師もおらず、建築物も全くないか、あるいは数多くあっても価値のないものばかりであったなら、そのような状態で公的な国家事業に着手し、お互いをそこに誘い合うのは、実に愚かなことであったはずだ。
φῶμεν ταῦτα ὀρθῶς λέγεσθαι ἢ οὔ;
これらのことは正しく言われていると主張すべきだろうか、それともそうではないか。
ΚΑΛ. πάνυ γε.
ΚΑΛ. カリクレス:全くその通りだ。
ΣΩ. οὐκοῦν οὕτω πάντα, τά τε ἄλλα κἂν εἰ ἐπιχειρήσαντες δημοσιεύειν παρεκαλοῦμεν ἀλλήλους ὡς ἱκανοὶ ἰατροὶ ὄντες, ἐπεσκεψάμεθα δήπου ἂν ἐγώ τε σὲ καὶ σὺ ἐμέ, φέρε πρὸς θεῶν, αὐτὸς δὲ ὁ Σωκράτης πῶς ἔχει τὸ σῶμα πρὸς ὑγίειαν;
ソクラテス:それなら、他のすべてのことについても同様だ。 たとえ、我々が十分な医師であるとして、公的な医療活動に従事しようとお互いを誘い合っていたとしたら、我々は当然、お互いにこう吟味し合っただろう。 「おいおい、神にかけて。 ソクラテス自身の身体の健康状態はどうなのか。
ἢ ἤδη τις ἄλλος διὰ Σωκράτην ἀπηλλάγη νόσου, ἢ δοῦλος ἢ ἐλεύθερος;
あるいは、これまでに奴隷であれ自由人であれ、誰か他の人がソクラテスのおかげで病気から救われたことがあるだろうか」とね。
κἂν ἐγὼ οἶμαι περὶ σοῦ ἕτερα τοιαῦτα ἐσκόπουν·
そして私もまた、君について同じような他の事柄を検討したことだろう。
καὶ εἰ μὴ ηὑρίσκομεν διʼ ἡμᾶς μηδένα βελτίω γεγονότα τὸ σῶμα, μήτε τῶν ξένων μήτε τῶν ἀστῶν, μήτε ἄνδρα μήτε γυναῖκα, πρὸς Διός, ὦ Καλλίκλεις, οὐ καταγέλαστον ἂν ἦν τῇ ἀληθείᾳ, εἰς τοσοῦτον ἀνοίας ἐλθεῖν ἀνθρώπους, ὥστε, πρὶν ἰδιωτεύοντας πολλὰ μὲν ὅπως ἐτύχομεν ποιῆσαι, πολλὰ δὲ κατορθῶσαι καὶ γυμνάσασθαι ἱκανῶς τὴν τέχνην, τὸ λεγόμενον δὴ τοῦτο ἐν τῷ πίθῳ τὴν κεραμείαν ἐπιχειρεῖν μανθάνειν, καὶ αὐτούς τε δημοσιεύειν ἐπιχειρεῖν καὶ ἄλλους τοιούτους παρακαλεῖν;
そして、もし我々のおかげで、外国人であれ市民であれ、男であれ女であれ、誰一人として身体がより健康になったという事実が見出せなかったとしたら、ゼウスにかけて、カリクレスよ、人間がそこまでの愚かさに陥るとは、本当に滑稽なことではないだろうか。 つまり、私的な立場で多くのことを行い、多くのことに成功し、技術を十分に習熟する前に――いわゆる「大きな甕で陶芸を学び始める」ようなことをして――自分たちで公的な活動に着手しようとし、他の同じような人々をそこに誘い合うなどということはね。
οὐκ ἀνόητόν σοι δοκεῖ ἂν εἶναι οὕτω πράττειν;
そのようなやり方をするのは愚かなことだとは思わないかね。
ΚΑΛ. ἔμοιγε.
ΚΑΛ. カリクレス:私にはそう思える。