← プラトン

ゴルギアス

§515-516

市民の改善という実績と過去の政治家への評価

ソクラテスは、カリクレス自身がこれまでに市民を善くした実績があるかを問い、さらにペリクレスら過去の著名な政治家たちが晩年に市民から処罰された事実を挙げ、彼らが真の優れた政治家ではなかったことを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§515

ΣΩ. νῦν δέ, ὦ βέλτιστε ἀνδρῶν, ἐπειδὴ σὺ μὲν αὐτὸς ἄρτι ἄρχῃ πράττειν τὰ τῆς πόλεως πράγματα, ἐμὲ δὲ παρακαλεῖς καὶ ὀνειδίζεις ὅτι οὐ πράττω, οὐκ ἐπισκεψόμεθα ἀλλήλους, φέρε, Καλλικλῆς ἤδη τινὰ βελτίω πεποίηκεν τῶν πολιτῶν; ἔστιν ὅστις πρότερον πονηρὸς ὤν, ἄδικός τε καὶ ἀκόλαστος καὶ ἄφρων, διὰ Καλλικλέα καλός τε κἀγαθὸς γέγονεν, ἢ ξένος ἢ ἀστός, ἢ δοῦλος ἢ ἐλεύθερος; λέγε μοι, ἐάν τίς σε ταῦτα ἐξετάζῃ, ὦ Καλλίκλεις, τί ἐρεῖς; τίνα φήσεις βελτίω πεποιηκέναι ἄνθρωπον τῇ συνουσίᾳ τῇ σῇ; ὀκνεῖς ἀποκρίνασθαι, εἴπερ ἔστιν τι ἔργον σὸν ἔτι ἰδιωτεύοντος,1 πρὶν δημοσιεύειν ἐπιχειρεῖν; ΚΑΛ. φιλόνικος εἶ, ὦ Σώκρατες. ΣΩ. ἀλλʼ οὐ φιλονικίᾳ γε ἐρωτῶ, ἀλλʼ ὡς ἀληθῶς βουλόμενος εἰδέναι ὅντινά ποτε τρόπον οἴει δεῖν πολιτεύεσθαι ἐν ἡμῖν. ἢ ἄλλου του ἄρα ἐπιμελήσῃ ἡμῖν ἐλθὼν ἐπὶ τὰ τῆς πόλεως πράγματα ἢ ὅπως ὅτι βέλτιστοι οἱ πολῖται ὦμεν; ἢ οὐ πολλάκις ἤδη ὡμολογήκαμεν τοῦτο δεῖν πράττειν τὸν πολιτικὸν ἄνδρα; ὡμολογήκαμεν ἢ οὔ; ἀποκρίνου. ὡμολογήκαμεν· ἐγὼ ὑπὲρ σοῦ ἀποκρινοῦμαι. εἰ τοίνυν τοῦτο δεῖ τὸν ἀγαθὸν ἄνδρα παρασκευάζειν τῇ ἑαυτοῦ πόλει, νῦν μοι ἀναμνησθεὶς εἰπὲ περὶ ἐκείνων τῶν ἀνδρῶν ὧν ὀλίγῳ πρότερον ἔλεγες, εἰ ἔτι σοι δοκοῦσιν ἀγαθοὶ πολῖται γεγονέναι, Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης καὶ Θεμιστοκλῆς. ΚΑΛ. ἔμοιγε. ΣΩ. οὐκοῦν εἴπερ ἀγαθοί, δῆλον ὅτι ἕκαστος αὐτῶν βελτίους ἐποίει τοὺς πολίτας ἀντὶ χειρόνων. ἐποίει ἢ οὔ; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν ὅτε Περικλῆς ἤρχετο λέγειν ἐν τῷ δήμῳ, χείρους ἦσαν οἱ Ἀθηναῖοι ἢ ὅτε τὰ τελευταῖα ἔλεγεν; ΚΑΛ. ἴσως. ΣΩ. οὐκ ἴσως δή, ὦ βέλτιστε, ἀλλʼ ἀνάγκη ἐκ τῶν ὡμολογημένων, εἴπερ ἀγαθός γʼ ἦν ἐκεῖνος πολίτης. ΚΑΛ. τί οὖν δή; ΣΩ. οὐδέν· ἀλλὰ τόδε μοι εἰπὲ ἐπὶ τούτῳ, εἰ λέγονται Ἀθηναῖοι2 διὰ Περικλέα βελτίους γεγονέναι, ἢ πᾶν τοὐναντίον διαφθαρῆναι ὑπʼ ἐκείνου. ταυτὶ γὰρ ἔγωγε ἀκούω, Περικλέα πεποιηκέναι Ἀθηναίους ἀργοὺς καὶ δειλοὺς καὶ λάλους καὶ φιλαργύρους, εἰς μισθοφορίαν πρῶτον καταστήσαντα. ΚΑΛ. τῶν τὰ ὦτα κατεαγότων ἀκούεις ταῦτα, ὦ Σώκρατες.

ソクラテス:しかし今や、優れた友よ、君自身はまさにアテナイの国政に関わり始めようとしており、私に対しては関わっていないと勧め、また非難しているのだから、我々はお互いを検討しようではないか。さあ、カリクレスはすでに市民の誰かをより善い者に変えただろうか。かつては邪悪で、不正で、放縦で、愚かであったのに、カリクレスのおかげで、異邦人であれ市民であれ、奴隷であれ自由人であれ、美しく善い者になったという人が、誰か一人でもいるだろうか。教えてくれ、もし誰かが君にこれらのことを尋ねたら、カリクレスよ、君は何と答えるかね。君との交わりによって、誰をより優れた人間にしたと主張するのか。もし君が公的な活動に着手する前に、まだ私的な立場にあった頃の君の実績が何かあるのなら、答えるのをためらうのかね。 カリクレス:ソクラテス、君は議論に勝ちたがる男だな。 ソクラテス:いや、勝ち気から尋ねているのではない。我々の間でどのように政治を行うべきだと君が考えているのかを、本当に知りたいからだ。それとも、君が国の政治に携わるにあたって、我々市民が可能な限り最善の者となるようにすること以外の、何か別のことを配慮するというのか。それとも、政治家たる者はこれを行うべきだと、我々はすでに何度も合意しなかっただろうか。合意したか、それともしなかったか。答えなさい。合意したのだ。私が君の代わりに答えよう。それなら、優れた人物が自分の国家に対してこれを用意すべきであるとするなら、少し前に君が言及したあの男たちについて、今思い起こして私に言ってくれ。彼らが優れた市民であったと、君には今でも思えるかね。すなわち、ペリクレス、キモン、ミルティアデス、そしてテミストクレスだ。 カリクレス:私にはそうだと思える。 ソクラテス:それなら、もし彼らが優れた人々であったなら、彼らのそれぞれは市民たちを、より悪くするのではなく、より善い者にしたことは明らかだ。そうしたか、それともしなかったか。 カリクレス:そうだ。 ソクラテス:それなら、ペリクレスが民会で演説し始めた頃、アテナイ人たちは、彼が最後の演説をした頃よりも悪かったのだろうか。 カリクレス:おそらくね。 ソクラテス:いや、「おそらく」ではなく、優れた友よ、もし彼が優れた市民であったならば、これまでの合意からして必然的にそうなのだ。 カリクレス:だから何だというのだ。 ソクラテス:いや、何でもない。ただ、これに続いて次のことを言ってほしい。アテナイ人たちはペリクレスのおかげでより善くなったと言われているだろうか、それともまったく逆に、彼によって堕落させられたと言われているだろうか。というのも、私は次のように聞いているからだ。ペリクレスは、最初に日当の支給を確立したことによって、アテナイ人たちを怠惰で、臆病で、お喋りで、強欲な者に仕立て上げたとね。 カリクレス:ソクラテス、君がそれを聞いているのは、耳の潰れた連中からだ。

§516

ΣΩ. ἀλλὰ τάδε οὐκέτι ἀκούω, ἀλλʼ οἶδα σαφῶς καὶ ἐγὼ καὶ σύ, ὅτι τὸ μὲν πρῶτον ηὐδοκίμει Περικλῆς καὶ οὐδεμίαν αἰσχρὰν δίκην κατεψηφίσαντο αὐτοῦ Ἀθηναῖοι, ἡνίκα χείρους ἦσαν· ἐπειδὴ δὲ καλοὶ κἀγαθοὶ ἐγεγόνεσαν ὑπʼ αὐτοῦ, ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους, κλοπὴν αὐτοῦ κατεψηφίσαντο, ὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν,3 δῆλον ὅτι ὡς πονηροῦ ὄντος. ΚΑΛ. τί οὖν; τούτου ἕνεκα κακὸς ἦν Περικλῆς; ΣΩ. ὄνων γοῦν ἂν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας ἑαυτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε4 ταῦτα ἅπαντα ποιοῦντας διʼ ἀγριότητα. ἢ οὐ δοκεῖ σοι κακὸς εἶναι ἐπιμελητὴς ὁστισοῦν ὁτουοῦν ζῴου, ὃς ἂν παραλαβὼν ἡμερώτερα ἀποδείξῃ ἀγριώτερα ἢ παρέλαβε; δοκεῖ ἢ οὔ; ΚΑΛ. πάνυ γε, ἵνα σοι χαρίσωμαι. ΣΩ. καὶ τόδε τοίνυν μοι χάρισαι ἀποκρινάμενος· πότερον καὶ ὁ ἄνθρωπος ἓν τῶν ζῴων ἐστὶν ἢ οὔ; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐκοῦν ἀνθρώπων Περικλῆς ἐπεμέλετο; ΚΑΛ. ναί. ΣΩ. τί οὖν; οὐκ ἔδει αὐτούς, ὡς ἄρτι ὡμολογοῦμεν, δικαιοτέρους γεγονέναι ἀντὶ ἀδικωτέρων ὑπʼ ἐκείνου, εἴπερ ἐκεῖνος ἐπεμελεῖτο αὐτῶν ἀγαθὸς ὢν τὰ πολιτικά; ΚΑΛ. πάνυ γε. ΣΩ. οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος· σὺ δὲ τί φῄς; οὐχ οὕτως; ΚΑΛ. ναί. ΣΩ. ἀλλὰ μὴν ἀγριωτέρους γε αὐτοὺς ἀπέφηνεν ἢ οἵους παρέλαβεν, καὶ ταῦτʼ εἰς αὑτόν, ὃν ἥκιστʼ ἂν ἐβούλετο. ΚΑΛ. βούλει σοι ὁμολογήσω; ΣΩ. εἰ δοκῶ γε σοι ἀληθῆ λέγειν. ΚΑΛ. ἔστω δὴ ταῦτα. ΣΩ. οὐκοῦν εἴπερ ἀγριωτέρους, ἀδικωτέρους τε καὶ χείρους; ΚΑΛ. ἔστω. ΣΩ. οὐκ ἄρʼ ἀγαθὸς τὰ πολιτικὰ Περικλῆς ἦν ἐκ τούτου τοῦ λόγου. ΚΑΛ. οὐ σύ γε φῄς. ΣΩ. μὰ Δίʼ οὐδέ γε σὺ ἐξ ὧν ὡμολόγεις. πάλιν δὲ λέγε μοι περὶ Κίμωνος· οὐκ ἐξωστράκισαν αὐτὸν οὗτοι οὓς ἐθεράπευεν, ἵνα αὐτοῦ δέκα ἐτῶν μὴ ἀκούσειαν τῆς φωνῆς; καὶ Θεμιστοκλέα ταὐτὰ ταῦτα ἐποίησαν καὶ φυγῇ προσεζημίωσαν; Μιλτιάδην δὲ τὸν Μαραθῶνι εἰς τὸ βάραθρον ἐμβαλεῖν ἐψηφίσαντο, καὶ εἰ μὴ διὰ τὸν πρύτανιν,5 ἐνέπεσεν ἄν; καίτοι οὗτοι, εἰ ἦσαν ἄνδρες ἀγαθοί, ὡς σὺ φῄς, οὐκ ἄν ποτε ταῦτα ἔπασχον. οὔκουν οἵ γε ἀγαθοὶ ἡνίοχοι κατʼ ἀρχὰς μὲν οὐκ ἐκπίπτουσιν ἐκ τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσιν τοὺς ἵππους καὶ αὐτοὶ ἀμείνους γένωνται ἡνίοχοι, τότʼ ἐκπίπτουσιν· οὐκ ἔστι ταῦτʼ οὔτʼ ἐν ἡνιοχείᾳ οὔτʼ ἐν ἄλλῳ ἔργῳ οὐδενί· ἢ δοκεῖ σοι; ΚΑΛ. οὐκ ἔμοιγε.

ソクラテス:しかし、次のことについては、もはや聞き及んでいるだけでなく、私も君もはっきりと知っている。すなわち、最初、彼らがより悪かった頃には、ペリクレスは評判が良く、アテナイ人は彼に対して何ら不名誉な有罪判決を下さなかった。しかし、彼らがペリクレスのおかげで美しく善い者になったはずの、ペリクレスの生涯の終わりに至って、彼らはペリクレスに横領の罪で有罪判決を下し、危うく死刑に処するところだった。明らかに、彼を悪人であるとみなしたからだ。 カリクレス:だから何だというのだ。そのためにペリクレスが劣悪な政治家だったというのか。 ソクラテス:少なくとも、ロバや馬や牛の世話人がこのような状態であったなら、もし引き取った時には自分を蹴ることも、角で突くことも、噛むこともなかった動物たちを、狂暴さゆえにこれらすべてを行うようにさせたとすれば、劣悪な世話人であると思われただろう。あるいは君には、いかなる動物であれ、引き取った時よりも狂暴にさせてしまった者は、いかなる世話人であれ、劣悪な世話人であるとは思われないかね。そう思うか、それとも思わないか。 カリクレス:全くその通りだ、君の機嫌を取るためにそう言っておこう。 ソクラテス:それでは、これも答えて機嫌を取ってくれ。人間もまた動物の一つであるか、それとも違うか。 カリクレス:どうして違おうか。 ソクラテス:それなら、ペリクレスが世話をしたのは人間だったのだね。 カリクレス:そうだ。 ソクラテス:それなら何だ。我々が今合意したように、もし彼が政治において優れた人物として彼らを配慮していたのなら、彼らは彼のおかげで、不義になるのではなく、より正しくなっていなければならなかったのではないか。 カリクレス:全くその通りだ。 ソクラテス:それなら、ホメロスが言ったように、正しい人々は温順なのだ。君はどう言うかね。そうではないか。 カリクレス:そうだ。 ソクラテス:しかし実に、彼は彼らを引き取った時よりも狂暴に仕立て上げ、しかもそれは、彼が最も望まなかったであろう相手、すなわち彼自身に対してなのだ。 カリクレス:君に同意してほしいのかね。 ソクラテス:もし私が真実を言っていると君に思えるならね。 カリクレス:では、そういうことにしておこう。 ソクラテス:それなら、もしより狂暴になったのなら、より不義になり、より悪くなったのだね。 カリクレス:そうしておこう。 ソクラテス:それなら、この議論によれば、ペリクレスは政治において優れた人物ではなかったのだ。 カリクレス:君はそう言うのだな。 ソクラテス:ゼウスにかけて、君が合意した事柄からすれば、君だってそう言うのだ。では再び私に教えてくれ、キモンについて。彼がケアしたまさにその人々が、彼の声を十年間聞かずに済むようにと、彼を陶片追放したのではなかったか。またテミストクレスに対してもこれと全く同じことを行い、さらに追放刑という罰を加えたのではないか。マラトンの英雄ミルティアデスについては、深穴に投げ込むことを決議し、もし民会における当番主席がいなかったら、投げ込まれていたのではないか。しかし、もし彼らが君の言うように優れた人物であったなら、このような目に遭うことは決してなかったはずだ。なぜなら、優れた馭者たちが、最初は二頭立て馬車から落とされないのに、馬たちを訓練し、自分たち自身もより優れた馭者になった後になってから、落とされるなどということはないからだ。そのようなことは、御者の技術においても、他のいかなる活動においても存在しない。それとも、君にはそう思えるかね。 カリクレス:私には思えない。

構文注5 件
  1. 515bἔτι ἰδιωτεύοντος

    ἰδιωτεύοντος(現在分詞・男性単数属格)は、所有形容詞 σόν から導かれる人称代名詞属格 σοῦ を修飾する一致の分詞である。独立属格ではなく、名詞 ἔργον に係る「君がまだ私的な立場にあった頃の(実績)」という時間的な限定を表している。

  2. 515eλέγονται Ἀθηναῖοι

    人称的構文(personal construction)であり、非人称的な λέγεται Ἀθηναίους...(アテナイ人たちが〜したと言われている)と同義である。不定詞 γεγονέναι の意味上の主語 Ἀθηναῖοι が、主節の受動態動詞 λέγονται の主語として主格に引き上げられている。

  3. 516aὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν

    ὀλίγου は ὀλίγου δεῖν(ほとんど、危うく〜するところ)の省略形。θανάτου は司法手続きにおける刑罰(査定額)を表す属格で、陪審員の審判を意味する動詞 ἐτίμησαν とともに用いられ、「危うく彼に死刑を宣告(査定)するところであった」という意味になる。

  4. 516aκακὸς ἂν ἐδόκει εἶναι, εἰ... ἀπέδειξε

    過去の事実に反する仮定(反実仮想条件)。帰結節の ἂν ἐδόκει(未完了過去+ἄν)は、過去の時点における継続的な状態や一般的な判断の可能性(「〜と思われただろうに」)を示し、条件節の εἰ... ἀπέδειξε(アオリスト直説法)と緊密に呼応している。

  5. 516eεἰ μὴ διὰ τὸν πρύτανιν

    前置詞 διὰ +対格を伴う慣用表現 εἰ μὴ διά は、反実仮想条件において「〜がいなかったなら(〜がなければ)」という妨げの除去を意味する。帰結節の ἐνέπεσεν ἄν(アオリスト直説法+ἄν)と合わさり、「当番主席がいなかったら、(ミルティアデスは深穴に)投げ込まれていただろう」という過去の反実仮想を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:515-516