Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §514

参与国政前证明专业技艺与私人实践经验

第 45 段,共 53 段 · 希腊语

内容简介

苏格拉底通过建筑和医术的类比论证,在致力于改善公民的政治活动之前,必须先证明自己在私人实践中拥有充足的技术训练和成功经验。

§514ΣΩ. ἆρʼ οὖν οὕτως ἐπιχειρητέον ἡμῖν ἐστιν τῇ πόλει καὶ τοῖς πολίταις θεραπεύειν, ὡς βελτίστους αὐτοὺς τοὺς πολίτας ποιοῦντας;
苏格拉底:那么,我们是否应当这样着手照料城邦和公民,即使得公民们自己尽可能变得最好?
ἄνευ γὰρ δὴ τούτου, ὡς ἐν τοῖς ἔμπροσθεν ηὑρίσκομεν, οὐδὲν ὄφελος ἄλλην εὐεργεσίαν οὐδεμίαν προσφέρειν, ἐὰν μὴ καλὴ κἀγαθὴ ἡ διάνοια ᾖ τῶν μελλόντων ἢ χρήματα πολλὰ λαμβάνειν ἢ ἀρχήν τινων ἢ ἄλλην δύναμιν ἡντινοῦν.
因为如果没有这一点,正如我们在此前所发现的,施予任何其他恩惠都没有用处,除非那些将要接受大量财产、对某些人的统治权或任何其他权力的人,其心灵是高尚和善良的。
φῶμεν οὕτως ἔχειν;
我们要说这是真的吗?
ΚΑΛ. πάνυ γε, εἴ σοι ἥδιον.
卡里克勒斯:完全如此,如果你觉得这样更高兴的话。
ΣΩ. εἰ οὖν παρεκαλοῦμεν ἀλλήλους, ὦ Καλλίκλεις, δημοσίᾳ πράξοντες τῶν πολιτικῶν πραγμάτων ἐπὶ τὰ οἰκοδομικά, ἢ τειχῶν ἢ νεωρίων ἢ ἱερῶν ἐπὶ τὰ μέγιστα οἰκοδομήματα, πότερον ἔδει ἂν ἡμᾶς σκέψασθαι ἡμᾶς αὐτοὺς καὶ ἐξετάσαι πρῶτον μὲν εἰ ἐπιστάμεθα τὴν τέχνην ἢ οὐκ ἐπιστάμεθα, τὴν οἰκοδομικήν, καὶ παρὰ τοῦ ἐμάθομεν;
苏格拉底:卡里克勒斯,如果我们是在互相邀请,作为公职人员去从事国家建设事务——无论是城墙、船厂还是神庙等最宏大的建筑,我们是否必须审视我们自己,并首先检验我们是否懂得这项技术,即建筑术,以及我们是向谁学习的?
ἔδει ἂν ἢ οὔ;
我们是否必须这样做?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全如此。
ΣΩ. οὐκοῦν δεύτερον αὖ τόδε, εἴ τι πώποτε οἰκοδόμημα ᾠκοδομήκαμεν ἰδίᾳ ἢ τῶν φίλων τινὶ ἢ ἡμέτερον αὐτῶν, καὶ τοῦτο τὸ οἰκοδόμημα καλὸν ἢ αἰσχρόν ἐστιν· καὶ εἰ μὲν ηὑρίσκομεν σκοπούμενοι διδασκάλους τε ἡμῶν ἀγαθοὺς καὶ ἐλλογίμους γεγονότας καὶ οἰκοδομήματα πολλὰ μὲν καὶ καλὰ μετὰ τῶν διδασκάλων ᾠκοδομημένα ἡμῖν, πολλὰ δὲ καὶ ἴδια ἡμῶν ἐπειδὴ τῶν διδασκάλων ἀπηλλάγημεν, οὕτω μὲν διακειμένων, νοῦν ἐχόντων ἦν ἂν ἰέναι ἐπὶ τὰ δημόσια ἔργα· εἰ δὲ μήτε διδάσκαλον εἴχομεν ἡμῶν αὐτῶν ἐπιδεῖξαι οἰκοδομήματά τε ἢ μηδὲν ἢ πολλὰ καὶ μηδενὸς ἄξια, οὕτω δὴ ἀνόητον ἦν δήπου ἐπιχειρεῖν τοῖς δημοσίοις ἔργοις καὶ παρακαλεῖν ἀλλήλους ἐπʼ αὐτά.
苏格拉底:那么第二点,我们是否曾私下里建造过任何建筑物,无论是为我们的某位朋友,还是为我们自己,而且这座建筑物是精美的还是丑陋的;如果我们通过审视,发现我们的老师是优秀且著名的人物,并且我们在老师的指导下建造了许多精美的建筑,在离开老师之后也私下里建造了许多我们自己的建筑——如果我们的情况是这样,那么对于有理智的人来说,走向公共工程才是合理的;但如果我们既无法指出我们自己的老师,也没有任何建筑物可展示,或者虽有许多却毫无价值,那么在这种情况下,着手进行公共工程并互相为此发出邀请,就确实是愚不可及了。
φῶμεν ταῦτα ὀρθῶς λέγεσθαι ἢ οὔ;
我们要说这些话说得对还是不对?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全如此。
ΣΩ. οὐκοῦν οὕτω πάντα, τά τε ἄλλα κἂν εἰ ἐπιχειρήσαντες δημοσιεύειν παρεκαλοῦμεν ἀλλήλους ὡς ἱκανοὶ ἰατροὶ ὄντες, ἐπεσκεψάμεθα δήπου ἂν ἐγώ τε σὲ καὶ σὺ ἐμέ, φέρε πρὸς θεῶν, αὐτὸς δὲ ὁ Σωκράτης πῶς ἔχει τὸ σῶμα πρὸς ὑγίειαν;
苏格拉底:那么,其他一切事情也是如此。 如果我们假定自己是合格的医生,互相邀请去从事公共医疗,我们当然会互相检验:“喂,凭神起誓,苏格拉底自己身体的健康状况如何?
ἢ ἤδη τις ἄλλος διὰ Σωκράτην ἀπηλλάγη νόσου, ἢ δοῦλος ἢ ἐλεύθερος;
或者,是否已经有其他人,无论是奴隶还是自由人,因为苏格拉底而治好了病?
κἂν ἐγὼ οἶμαι περὶ σοῦ ἕτερα τοιαῦτα ἐσκόπουν· καὶ εἰ μὴ ηὑρίσκομεν διʼ ἡμᾶς μηδένα βελτίω γεγονότα τὸ σῶμα, μήτε τῶν ξένων μήτε τῶν ἀστῶν, μήτε ἄνδρα μήτε γυναῖκα, πρὸς Διός, ὦ Καλλίκλεις, οὐ καταγέλαστον ἂν ἦν τῇ ἀληθείᾳ, εἰς τοσοῦτον ἀνοίας ἐλθεῖν ἀνθρώπους, ὥστε, πρὶν ἰδιωτεύοντας πολλὰ μὲν ὅπως ἐτύχομεν ποιῆσαι, πολλὰ δὲ κατορθῶσαι καὶ γυμνάσασθαι ἱκανῶς τὴν τέχνην, τὸ λεγόμενον δὴ τοῦτο ἐν τῷ πίθῳ τὴν κεραμείαν ἐπιχειρεῖν μανθάνειν, καὶ αὐτούς τε δημοσιεύειν ἐπιχειρεῖν καὶ ἄλλους τοιούτους παρακαλεῖν;
”而且我想,我也同样会审视关于你的其他类似情况;如果我们没有发现任何人因我们而身体变得更好,无论是外邦人还是本城公民,无论是男人还是女人,凭宙斯起誓,卡里克勒斯,这难道不是真正的荒谬可笑吗? 人们竟然愚蠢到这种地步:在私下里随意尝试许多事情、成功多次并对这门技术进行充分训练之前,就去做所谓的“在大瓮上学陶艺”,自己着手进行公共医疗,并邀请其他同样的人也这样做。
οὐκ ἀνόητόν σοι δοκεῖ ἂν εἶναι οὕτω πράττειν;
你不觉得这样做太愚蠢了吗?
ΚΑΛ. ἔμοιγε.
卡里克勒斯:我觉得是的。

词汇与语法注释

  1. ¦514a¦ποιοῦντας — 分词 ποιοῦντας(宾格复数阳性)与动词不定式 θεραπεύειν 的逻辑主语(隐含的宾格 ἡμᾶς)一致,尽管在主句中与形容词性动词 ἐπιχειρητέον ἐστιν 连用的是表示施事者的与格 ἡμῖν。这在不定式结构中是一种常见的语法现象。
  2. ¦514c¦νοῦν ἐχόντων ἦν ἂν ἰέναι — νοῦν ἐχόντων 是属格复数分词,在此处用作谓语属格(“这将是明智之人的特征……”),或者可以解释为修饰省略的属格独立分句(ἡμῶν)。ἦν ἂν 构成了与事实相反的虚拟条件句的结果主句。
  3. ¦514c¦ἀνόητον ἦν δήπου — 与事实相反的条件句结果主句中的未完成过去时 ἦν 缺少了小词 ἄν。在带有表示义务、可能性、适当性或愚蠢(此处为 ἀνόητον“愚蠢的”)的形容词的非人称表达中,常省略 ἄν 以强调该假设状态下的客观确定性。
  4. ¦514e¦τὸ λεγόμενον δὴ τοῦτο ἐν τῷ πίθῳ τὴν κεραμείαν ἐπιχειρεῖν μανθάνειν — τὸ λεγόμενον δὴ τοῦτο 是副词性宾格(同格/同源宾格),意为“俗话所说、正如谚语所言”。而 ἐν τῷ πίθῳ τὴν κεραμείαν ... μανθάνειν 是古希腊著名谚语,比喻在掌握制作小型器皿的基础技术之前,就直接着手制作巨大且困难的大瓮(pithos)这种愚蠢行径。

引用这一段

柏拉图, 高尔吉亚篇 §514. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:514

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。