Humanitext Reader

プラトン · ゴルギアス §512-513

延命の技術と民衆への迎合がもたらす魂の堕落

44 / 53 箇所 · ギリシア語

要旨

ソクラテスは、単に命を救う技術(航海術や機械技術など)が必ずしも魂の善さをもたらすわけではないとし、真に良い生とは何か、そして政治的権力を得るためにアテナイの民衆にただ同調することがいかに魂を害するかをカリクレスに説く。

§512ΣΩ. λογίζεται οὖν ὅτι οὐκ, εἰ μέν τις μεγάλοις καὶ ἀνιάτοις νοσήμασιν κατὰ τὸ σῶμα συνεχόμενος μὴ ἀπεπνίγη, οὗτος μὲν ἄθλιός ἐστιν ὅτι οὐκ ἀπέθανεν, καὶ οὐδὲν ὑπʼ αὐτοῦ ὠφέληται·
ソクラテス:それゆえ、彼は次のように推し量るのだ。 もし肉体において重大で不治の病に苦しめられている者が溺れ死ななかったとしても、この者は死ななかったことで悲惨であり、自分から何の恩恵も受けていない。
εἰ δέ τις ἄρα ἐν τῷ τοῦ σώματος τιμιωτέρῳ, τῇ ψυχῇ, πολλὰ νοσήματα ἔχει καὶ ἀνίατα, τούτῳ δὲ βιωτέον ἐστὶν καὶ τοῦτον ὀνήσει, ἄντε ἐκ θαλάττης ἄντε ἐκ δικαστηρίου ἐάντε ἄλλοθεν ὁποθενοῦν σώσῃ, ἀλλʼ οἶδεν ὅτι οὐκ ἄμεινόν ἐστιν ζῆν τῷ μοχθηρῷ ἀνθρώπῳ·
しかし、もし肉体よりも尊いもの、すなわち魂において、多くの不治の病を抱えている者がいるなら、この者が生きるべきであり、自分がこの者を、海からであれ、法廷からであれ、あるいは他のどこからであれ救うことでその者の益になる、などとは決して考えない。 むしろ、邪悪な人間にとっては生きることがより良いわけではないと知っているのだ。
κακῶς γὰρ ἀνάγκη ἐστὶν ζῆν.
なぜなら、悪く生きるほかないからだ。
διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην, καίπερ σῴζοντα ἡμᾶς, οὐδέ γε, ὦ θαυμάσιε, τὸν μηχανοποιόν, ὃς οὔτε στρατηγοῦ, μὴ ὅτι κυβερνήτου, οὔτε ἄλλου οὐδενὸς ἐλάττω ἐνίοτε δύναται σῴζειν·
このような理由から、航海士が我々を救ってくれるにもかかわらず、威張ることは習慣となっていないのだ。 そして、おかしな友よ、それは兵器製作者にとっても同様だ。 彼は、航海士は言うまでもなく、将軍や他の誰にも劣らず、時には我々を救うことができるのだ。
πόλεις γὰρ ἔστιν ὅτε ὅλας σῴζει.
というのも、彼は時には国全体を救うことすらあるからね。
μή σοι δοκεῖ κατὰ τὸν δικανικὸν εἶναι;
彼が法廷弁論家と同等であるとは思えないかね。
καίτοι εἰ βούλοιτο λέγειν, ὦ Καλλίκλεις, ἅπερ ὑμεῖς, σεμνύνων τὸ πρᾶγμα, καταχώσειεν ἂν ὑμᾶς τοῖς λόγοις, λέγων καὶ παρακαλῶν ἐπὶ τὸ δεῖν γίγνεσθαι μηχανοποιούς, ὡς οὐδὲν τἆλλά ἐστιν·
しかし、カリクレスよ、もし彼が君たちのように、自分の仕事を誇らしげに語ろうとするなら、彼は言葉で君たちを圧倒し、他のいかなるものも無に等しいとして、兵器製作者になるべきだと語り、熱心に勧めることだろう。
ἱκανὸς γὰρ αὐτῷ ὁ λόγος.
なぜなら、彼にはそう語るに十分な根拠があるからだ。
ἀλλὰ σὺ οὐδὲν ἧττον αὐτοῦ καταφρονεῖς καὶ τῆς τέχνης τῆς ἐκείνου, καὶ ὡς ἐν ὀνείδει ἀποκαλέσαις ἂν μηχανοποιόν, καὶ τῷ ὑεῖ αὐτοῦ οὔτʼ ἂν δοῦναι θυγατέρα ἐθέλοις, οὔτʼ ἂν αὐτὸς λαβεῖν τὴν ἐκείνου.
それなのに、君は彼や彼の技術をいささかも見下すことをやめず、非難を込めて彼を「兵器製作者」と呼び、彼の息子に自分の娘を嫁がせることも、自分で彼の娘を娶ることも望まないだろう。
καίτοι ἐξ ὧν τὰ σαυτοῦ ἐπαινεῖς, τίνι δικαίῳ λόγῳ τοῦ μηχανοποιοῦ καταφρονεῖς καὶ τῶν ἄλλων ὧν νυνδὴ ἔλεγον;
しかし、君が自分自身のことを称賛するその根拠からして、いかなる正当な理由によって、君は兵器製作者や、私が今しがた挙げた他の人々を見下すというのかね。
οἶδʼ ὅτι φαίης ἂν βελτίων εἶναι καὶ ἐκ βελτιόνων.
君は自分がより優れており、より優れた家柄の出身だからだと言うだろう。
τὸ δὲ βέλτιον εἰ μὴ ἔστιν ὃ ἐγὼ λέγω, ἀλλʼ αὐτὸ τοῦτʼ ἐστὶν ἀρετή, τὸ σῴζειν αὑτὸν καὶ τὰ ἑαυτοῦ ὄντα ὁποῖός τις ἔτυχεν, καταγέλαστός σοι ὁ ψόγος γίγνεται καὶ μηχανοποιοῦ καὶ ἰατροῦ καὶ τῶν ἄλλων τεχνῶν ὅσαι τοῦ σῴζειν ἕνεκα πεποίηνται.
しかし、もし「より優れたもの」が私の言うようなものではなく、ただ単に自分自身と自分の財産を、自分がどのような者であれ救うこと、それ自体が徳であるとするなら、君が兵器製作者や医師、また救うことを目的として作られた他のすべての技術を非難することは、滑稽なものとなってしまう。
ἀλλʼ, ὦ μακάριε, ὅρα μὴ ἄλλο τι τὸ γενναῖον καὶ τὸ ἀγαθὸν ᾖ ἢ τὸ σῴζειν τε καὶ σῴζεσθαι.
だから、恵まれた友よ、高貴なものや善いものとは、救うことや救われることとは別の何かではないか、よく考えてみてほしい。
μὴ γὰρ τοῦτο μέν, τὸ ζῆν ὁποσονδὴ χρόνον, τόν γε ὡς ἀληθῶς ἄνδρα ἐατέον ἐστὶν καὶ οὐ φιλοψυχητέον, ἀλλὰ ἐπιτρέψαντα περὶ τούτων τῷ θεῷ καὶ πιστεύσαντα ταῖς γυναιξὶν ὅτι τὴν εἱμαρμένην οὐδʼ ἂν εἷς ἐκφύγοι, τὸ ἐπὶ τούτῳ σκεπτέον τίνʼ ἂν τρόπον τοῦτον ὃν μέλλοι χρόνον βιῶναι ὡς ἄριστα βιοίη,
というのも、いくらかの時間を生き延びること自体は、真の男たる者なら断念すべきであり、命に執着すべきではないからだ。 むしろ、これらのことは神に委ね、運命からは誰も逃れられないという女たちの言葉を信じて、その上で、自分が生きることになる残された時間を、どのようにして最も良く生きるべきかを検討せねばならないのだから。
§513ΣΩ. ἆρα ἐξομοιῶν αὑτὸν τῇ πολιτείᾳ ταύτῃ ἐν ᾗ ἂν οἰκῇ, καὶ νῦν δὲ ἄρα δεῖ σὲ ὡς ὁμοιότατον γίγνεσθαι τῷ δήμῳ τῷ Ἀθηναίων, εἰ μέλλεις τούτῳ προσφιλὴς εἶναι καὶ μέγα δύνασθαι ἐν τῇ πόλει·
ソクラテス:はたして、自分が住んでいるその国の体制に自分を似せることによってだろうか。 そして今、もし君がアテナイの民衆に愛され、国において強大な力を持とうとするなら、君は彼らにできる限り似た者にならねばならないのだろうか。
τοῦθʼ ὅρα εἰ σοὶ λυσιτελεῖ καὶ ἐμοί, ὅπως μή, ὦ δαιμόνιε, πεισόμεθα ὅπερ φασὶ τὰς τὴν σελήνην καθαιρούσας, τὰς Θετταλίδας·
不思議な人よ、これが君や私にとって利益になるかどうか考えてみてくれ。 我々が、月を引き下ろすというあのテッサリアの女たちのようになることがないようにね。
σὺν τοῖς φιλτάτοις ἡ αἵρεσις ἡμῖν ἔσται ταύτης τῆς δυνάμεως τῆς ἐν τῇ πόλει.
我々にとって、この国における力を選択することは、最も大切な人々を犠牲にすることになるのだから。
εἰ δέ σοι οἴει ὁντινοῦν ἀνθρώπων παραδώσειν τέχνην τινὰ τοιαύτην, ἥτις σε ποιήσει μέγα δύνασθαι ἐν τῇ πόλει τῇδε ἀνόμοιον ὄντα τῇ πολιτείᾳ εἴτʼ ἐπὶ τὸ βέλτιον εἴτʼ ἐπὶ τὸ χεῖρον, ὡς ἐμοὶ δοκεῖ, οὐκ ὀρθῶς βουλεύῃ, ὦ Καλλίκλεις·
もし君が、この国の体制に似ていないままで――それがより良い方向であれ、より悪い方向であれ――君にこの国で強大な力を持たせてくれるような何らかの技術を、誰かが授けてくれると思っているなら、カリクレスよ、私の見解では、君は正しく考えてはいない。
οὐ γὰρ μιμητὴν δεῖ εἶναι ἀλλʼ αὐτοφυῶς ὅμοιον τούτοις, εἰ μέλλεις τι γνήσιον ἀπεργάζεσθαι εἰς φιλίαν τῷ Ἀθηναίων δήμῳ καὶ ναὶ μὰ Δία τῷ Πυριλάμπους γε πρός.
というのも、もし君がアテナイの民衆との、そしてゼウスにかけて、ピリランペスの息子との友好において本物の成果を上げようとするなら、単なる模倣者ではなく、生まれつき彼らと似た者でなければならないからだ。
ὅστις οὖν σε τούτοις ὁμοιότατον ἀπεργάσεται, οὗτός σε ποιήσει, ὡς ἐπιθυμεῖς πολιτικὸς εἶναι, πολιτικὸν καὶ ῥητορικόν·
それゆえ、君を彼らに最もよく似せる者が、君がなりたいと望んでいるような、政治家であり弁論家である者に君を仕立て上げてくれるだろう。
τῷ αὑτῶν γὰρ ἤθει λεγομένων τῶν λόγων ἕκαστοι χαίρουσι, τῷ δὲ ἀλλοτρίῳ ἄχθονται, εἰ μή τι σὺ ἄλλο λέγεις, ὦ φίλη κεφαλή.
なぜなら、人々は誰もが、自分たち自身の気質にかなった言葉が語られるのを喜び、他人の気質にかなった言葉を嫌うからだ。 親愛なる人よ、君が何か別なことを言うのでなければね。
λέγομέν τι πρὸς ταῦτα, ὦ Καλλίκλεις;
これに対して、我々は何か言えるかね、カリクレスよ。
ΚΑΛ. οὐκ οἶδʼ ὅντινά μοι τρόπον δοκεῖς εὖ λέγειν, ὦ Σώκρατες, πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος·
ΚΑΛ. カリクレス:ソクラテスよ、君がどういうわけか上手く語っているようには思えるのだが、多くの人々が陥るのと同じ状態に私は陥っている。
οὐ πάνυ σοι πείθομαι.
君にあまり納得がいかないのだ。
ΣΩ. ὁ δήμου γὰρ ἔρως, ὦ Καλλίκλεις, ἐνὼν ἐν τῇ ψυχῇ τῇ σῇ ἀντιστατεῖ μοι·
ソクラテス:民衆への愛が、カリクレスよ、君の魂の中に居座っていて、私に抵抗しているのだ。
ἀλλʼ ἐὰν πολλάκις βέλτιον ταὐτὰ ταῦτα διασκοπώμεθα, πεισθήσῃ.
だが、もし我々が何度も、より良くこれらと同じことを熟考するなら、君も納得するだろう。
ἀναμνήσθητι δʼ οὖν ὅτι δύʼ ἔφαμεν εἶναι τὰς παρασκευὰς ἐπὶ τὸ ἕκαστον θεραπεύειν, καὶ σῶμα καὶ ψυχήν, μίαν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον, μὴ καταχαριζόμενον ἀλλὰ διαμαχόμενον.
ともかく思い起こしてほしい。 我々はそれぞれをケアすること、すなわち身体と魂のそれぞれに対する準備には二つの方法があると言ったね。 一つは快楽を求めて付き合うことであり、もう一つは、阿ねることなく戦うことによって、最善を目指すことだ。
οὐ ταῦτα ἦν ἃ τότε ὡριζόμεθα;
これらが当時我々が定義したことではなかったかね。
ΚΑΛ. πάνυ γε.
ΚΑΛ. カリクレス:全くその通りだ。
ΣΩ. οὐκοῦν ἡ μὲν ἑτέρα, ἡ πρὸς ἡδονήν, ἀγεννὴς καὶ οὐδὲν ἄλλο ἢ κολακεία τυγχάνει οὖσα·
ソクラテス:それなら、一方、すなわち快楽を目指す方は、卑しく、お世辞以外の何物でもない。
ἦ γάρ;
そうではないかね。
ΚΑΛ. ἔστω, εἰ βούλει, σοὶ οὕτως.
ΚΑΛ. カリクレス:君がそう望むなら、その通りとしておこう。
ΣΩ. ἡ δέ γε ἑτέρα, ὅπως ὡς βέλτιστον ἔσται τοῦτο, εἴτε σῶμα τυγχάνει ὂν εἴτε ψυχή, ὃ θεραπεύομεν;
ソクラテス:しかしもう一方は、我々がケアする対象が身体であれ魂であれ、それができる限り最善となるようにすることだね。
ΚΑΛ. πάνυ γε.
ΚΑΛ. カリクレス:全くその通りだ。

語釈・文法注

  1. 512λογίζεται οὖν ὅτι οὐκ... — 文頭の οὐκ の否定範囲に関する構文的判断。この οὐκ は、続く εἰ μέν... 節内の動詞を否定するのではなく、対比される εἰ δέ... 節の βιωτέον ἐστὶν および ὀνήσει にまで及び、「〜とは考えない(οὐκ λογίζεται ὅτι...)」という強い否定先取りを構成する。
  2. 512eμὴ γὰρ τοῦτο μέν, τὸ ζῆν ὁποσονδὴ χρόνον... ἐατέον ἐστὶν — 否定小辞 μή と γάρ を伴う義務表示の非人称形容詞 ἐατέον ἐστὶν(および動名詞的構文)の解釈。τοῦτο μέν と τὸ ζῆν... は同格。真の男にとって「どれほど長く生きるか」は執着せず手放すべき(ἐατέον)対象であることを示す。
  3. 513aὅπως μή... πεισόμεθα ὅπερ φασὶ τὰς τὴν σελήνην καθαιρούσας — 懸念を表す ὅπως μή +直説法未来(πεισόμεθα)の構文。また関係代名詞 ὅπερ の先行詞は、ことわざ的表現(テッサリアの魔女たち)が指す「月を引き下ろすことで生じる報い・災い」という一連の事態全体を先行詞として受けている。

この箇所を引用する

プラトン, ゴルギアス §512-513. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:512-513

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。