§501ΣΩ. ἴθι δή, ἃ καὶ πρὸς τούσδε ἐγὼ ἔλεγον, διομολόγησαί μοι, εἰ ἄρα σοι ἔδοξα τότε ἀληθῆ λέγειν.
ソクラテス:さあそれでは、私がこの人々に対しても語っていたことを、私と合意してくれ。 当時、私が真実を語っていると君に思われたかどうかをね。
ἔλεγον δέ που ὅτι ἡ μὲν ὀψοποιικὴ οὔ μοι δοκεῖ τέχνη εἶναι ἀλλʼ ἐμπειρία, ἡ δʼ ἰατρική, λέγων ὅτι ἡ μὲν τούτου οὗ θεραπεύει καὶ τὴν φύσιν ἔσκεπται καὶ τὴν αἰτίαν ὧν πράττει, καὶ λόγον ἔχει τούτων ἑκάστου δοῦναι, ἡ ἰατρική· ἡ δʼ ἑτέρα τῆς ἡδονῆς, πρὸς ἣν ἡ θεραπεία αὐτῇ ἐστιν ἅπασα, κομιδῇ ἀτέχνως ἐπʼ αὐτὴν ἔρχεται, οὔτε τι τὴν φύσιν σκεψαμένη τῆς ἡδονῆς οὔτε τὴν αἰτίαν, ἀλόγως τε παντάπασιν ὡς ἔπος εἰπεῖν οὐδὲν διαριθμησαμένη, τριβῇ καὶ ἐμπειρίᾳ μνήμην μόνον σῳζομένη τοῦ εἰωθότος γίγνεσθαι, ᾧ δὴ καὶ πορίζεται τὰς ἡδονάς.
私はこう言っていたはずだ。 すなわち、料理法は私には技術ではなく経験であると思われるが、他方、医術は技術であると思われると。 その理由は、一方は、自分が治療する対象の性質とその行うことの原因を考究しており、これらの個々について説明を与えることができる、すなわち医術がそうであるのに対して、他方、すなわち快楽に関するものは、それがすべての治療を向ける対象である快楽に対して、全く技術なしにそこへと赴き、快楽の性質もその原因も一切考究せず、言うなれば全く非論理的に、何も区別することなく、ただ習慣的に起こることの記憶を、慣れと経験によって保存するだけであり、まさにそれによって快楽を調達するからだ。
ταῦτʼ οὖν πρῶτον σκόπει εἰ δοκεῖ σοι ἱκανῶς λέγεσθαι, καὶ εἶναί τινες καὶ περὶ ψυχὴν τοιαῦται ἄλλαι πραγματεῖαι, αἱ μὲν τεχνικαί, προμήθειάν τινα ἔχουσαι τοῦ βελτίστου περὶ τὴν ψυχήν, αἱ δὲ τούτου μὲν ὀλιγωροῦσαι, ἐσκεμμέναι δʼ αὖ, ὥσπερ ἐκεῖ, τὴν ἡδονὴν μόνον τῆς ψυχῆς, τίνα ἂν αὐτῇ τρόπον γίγνοιτο, ἥτις δὲ ἢ βελτίων ἢ χείρων τῶν ἡδονῶν, οὔτε σκοπούμεναι οὔτε μέλον αὐταῖς ἄλλο ἢ χαρίζεσθαι μόνον, εἴτε βέλτιον εἴτε χεῖρον.
それゆえ、まずこのことが君に十分に語られていると思われるかどうか、そして魂に関してもこれに類する他の営みがあり、あるものは技術的であって魂に関する最善のことに何らかの配慮を払い、他のものはこの最善のことを軽視する一方で、ちょうどあちらの場合のように、魂の快楽だけを、それがどのようにして魂に生じるかということだけを考究し、快楽のうちどれがより良く、どれがより悪いかについては考究もせず、ただ喜ばせることだけを、それがより良いものであれ悪いものであれ、気にかけている、ということが成り立つかどうかを考えてみてほしい。
ἐμοὶ μὲν γάρ, ὦ Καλλίκλεις, δοκοῦσίν τε εἶναι, καὶ ἔγωγέ φημι τὸ τοιοῦτον κολακείαν εἶναι καὶ περὶ σῶμα καὶ περὶ ψυχὴν καὶ περὶ ἄλλο ὅτου ἄν τις τὴν ἡδονὴν θεραπεύῃ, ἀσκέπτως ἔχων τοῦ ἀμείνονός τε καὶ τοῦ χείρονος·
というのも、カリクレスよ、私にはそのような営みが存在するように思われるし、私はそのようなものを、身体に関しても魂に関しても、また人がその快楽を気遣う他のいかなるものに関しても、より良いものとより悪いものを考究しないおもねりであると主張するからだ。
σὺ δὲ δὴ πότερον συγκατατίθεσαι ἡμῖν περὶ τούτων τὴν αὐτὴν δόξαν ἢ ἀντίφῃς;
君はこれらについて我々と同じ意見に同意するか、それとも反対するか。
ΚΑΛ. οὐκ ἔγωγε, ἀλλὰ συγχωρῶ, ἵνα σοι καὶ περανθῇ ὁ λόγος καὶ Γοργίᾳ τῷδε χαρίσωμαι.
ΚΑΛ. 私は反対しない。 むしろ同意しよう。 君の議論が完了し、ここにいるゴルギアスに喜んでもらうためにね。
ΣΩ. πότερον δὲ περὶ μὲν μίαν ψυχὴν ἔστιν τοῦτο, περὶ δὲ δύο καὶ πολλὰς οὐκ ἔστιν;
ソクラテス:では、このことは一人の魂に関してのみ存在するのだろうか、それとも二人や多くの魂に関しても存在するのだろうか。
ΚΑΛ. οὔκ, ἀλλὰ καὶ περὶ δύο καὶ περὶ πολλάς.
ΚΑΛ. いや、二人や多くの魂に関しても存在する。
ΣΩ. οὐκοῦν καὶ ἁθρόαις ἅμα χαρίζεσθαι ἔστι, μηδὲν σκοπούμενον τὸ βέλτιστον;
ソクラテス:それなら、最善のものを何ら考慮することなく、集まった大勢を同時に喜ばせることも可能だろうか。
ΚΑΛ. οἶμαι ἔγωγε.
ΚΑΛ. 私はそう思う。
ΣΩ. ἔχεις οὖν εἰπεῖν αἵτινές εἰσιν αἱ ἐπιτηδεύσεις αἱ τοῦτο ποιοῦσαι;
ソクラテス:では、このようなことを行う営みが何であるか、君は言うことができるかね。
μᾶλλον δέ, εἰ βούλει, ἐμοῦ ἐρωτῶντος, ἣ μὲν ἄν σοι δοκῇ τούτων εἶναι, φάθι, ἣ δʼ ἂν μή, μὴ φάθι.
いやむしろ、もし望むなら、私が質問するから、それらのうちでそうであると思われるものにはそうだと言い、そうでないと思われるものにはそうではないと言ってくれ。
πρῶτον δὲ σκεψώμεθα τὴν αὐλητικήν.
まず、フルート演奏について考えてみよう。
οὐ δοκεῖ σοι τοιαύτη τις εἶναι, ὦ Καλλίκλεις, τὴν ἡδονὴν ἡμῶν μόνον διώκειν, ἄλλο δʼ οὐδὲν φροντίζειν;
カリクレスよ、それは我々の快楽のみを追い求め、他のことは何も気にかけない、そのような営みの一種であるとは思われないかね。
ΚΑΛ. ἔμοιγε δοκεῖ.
ΚΑΛ. 私にはそう思われる。
ΣΩ. οὐκοῦν καὶ αἱ τοιαίδε ἅπασαι, οἷον ἡ κιθαριστικὴ ἡ ἐν τοῖς ἀγῶσιν;
ソクラテス:それなら、競技会における竪琴演奏のような、そうした営みすべてについても同様だね。
ΚΑΛ. ναί.
ΚΑΛ. そうだ。