Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §501

技术与经验的区别及其在灵魂上的应用

第 37 段,共 53 段 · 希腊语

内容简介

苏格拉底确认,技术(如医术)基于理性解释来探究其对象的本性与原因,而经验(如烹饪)则是不加探究地追求快乐的“谄媚”。随后他向卡里克勒斯询问这一区别是否也适用于涉及灵魂的活动(如音乐演奏)。

§501ΣΩ. ἴθι δή, ἃ καὶ πρὸς τούσδε ἐγὼ ἔλεγον, διομολόγησαί μοι, εἰ ἄρα σοι ἔδοξα τότε ἀληθῆ λέγειν.
苏格拉底:来吧,请就我也曾对这些人说过的话与我达成一致,看你当时是否认为我说了真话。
ἔλεγον δέ που ὅτι ἡ μὲν ὀψοποιικὴ οὔ μοι δοκεῖ τέχνη εἶναι ἀλλʼ ἐμπειρία, ἡ δʼ ἰατρική, λέγων ὅτι ἡ μὲν τούτου οὗ θεραπεύει καὶ τὴν φύσιν ἔσκεπται καὶ τὴν αἰτίαν ὧν πράττει, καὶ λόγον ἔχει τούτων ἑκάστου δοῦναι, ἡ ἰατρική·
我当时说,在我看来,烹饪不是一种技术,而是一种经验,而医术是一门技术。
ἡ δʼ ἑτέρα τῆς ἡδονῆς, πρὸς ἣν ἡ θεραπεία αὐτῇ ἐστιν ἅπασα, κομιδῇ ἀτέχνως ἐπʼ αὐτὴν ἔρχεται, οὔτε τι τὴν φύσιν σκεψαμένη τῆς ἡδονῆς οὔτε τὴν αἰτίαν, ἀλόγως τε παντάπασιν ὡς ἔπος εἰπεῖν οὐδὲν διαριθμησαμένη, τριβῇ καὶ ἐμπειρίᾳ μνήμην μόνον σῳζομένη τοῦ εἰωθότος γίγνεσθαι, ᾧ δὴ καὶ πορίζεται τὰς ἡδονάς.
我说医术是技术,是因为它既探究了它所治疗的对象之本性,也探究了它所做之事的原因,并且能够对其中的每一项做出解释;而另一者,即关于快乐的,它的全部治疗都针对快乐,则以完全没有技术的方式去追求快乐,既没有探究快乐的本性,也没有探究其原因,几乎可以说是完全没有理性地、不作任何区分,仅凭熟练和经验来保存对习惯发生之事的记忆,并正是借此来提供快乐。
ταῦτʼ οὖν πρῶτον σκόπει εἰ δοκεῖ σοι ἱκανῶς λέγεσθαι, καὶ εἶναί τινες καὶ περὶ ψυχὴν τοιαῦται ἄλλαι πραγματεῖαι, αἱ μὲν τεχνικαί, προμήθειάν τινα ἔχουσαι τοῦ βελτίστου περὶ τὴν ψυχήν, αἱ δὲ τούτου μὲν ὀλιγωροῦσαι, ἐσκεμμέναι δʼ αὖ, ὥσπερ ἐκεῖ, τὴν ἡδονὴν μόνον τῆς ψυχῆς, τίνα ἂν αὐτῇ τρόπον γίγνοιτο, ἥτις δὲ ἢ βελτίων ἢ χείρων τῶν ἡδονῶν, οὔτε σκοπούμεναι οὔτε μέλον αὐταῖς ἄλλο ἢ χαρίζεσθαι μόνον, εἴτε βέλτιον εἴτε χεῖρον.
那么,首先请看,你是否认为这些话说得足够妥当,以及是否也有其他一些关于灵魂的类似行业,一些是属于技术的,对灵魂的最好状态有着某种预见,而另一些则轻视这一点,却像在身体的情形中一样,仅探究灵魂的快乐,即通过何种方式可以产生快乐,而至于这些快乐中哪一些是更好的,哪一些是更坏的,既不予以探究,也不关心除了迎合之外的任何事情,无论这结果是好是坏。
ἐμοὶ μὲν γάρ, ὦ Καλλίκλεις, δοκοῦσίν τε εἶναι, καὶ ἔγωγέ φημι τὸ τοιοῦτον κολακείαν εἶναι καὶ περὶ σῶμα καὶ περὶ ψυχὴν καὶ περὶ ἄλλο ὅτου ἄν τις τὴν ἡδονὴν θεραπεύῃ, ἀσκέπτως ἔχων τοῦ ἀμείνονός τε καὶ τοῦ χείρονος·
因为在我看来,卡里克勒斯,这些确实存在,而且我称这种事情为谄媚,无论关于身体、关于灵魂,还是关于人们可能迎合其快乐的任何其他事物,都是在不探究更好和更坏的情况下进行的。
σὺ δὲ δὴ πότερον συγκατατίθεσαι ἡμῖν περὶ τούτων τὴν αὐτὴν δόξαν ἢ ἀντίφῃς;
那么,你是否也同意我们关于这些事情的相同看法,还是表示反对?
ΚΑΛ. οὐκ ἔγωγε, ἀλλὰ συγχωρῶ, ἵνα σοι καὶ περανθῇ ὁ λόγος καὶ Γοργίᾳ τῷδε χαρίσωμαι.
卡里克勒斯:我不反对,而是予以让步,以便你的论证能够完成,同时也为了讨好这边的高尔吉亚。
ΣΩ. πότερον δὲ περὶ μὲν μίαν ψυχὴν ἔστιν τοῦτο, περὶ δὲ δύο καὶ πολλὰς οὐκ ἔστιν;
苏格拉底:那么,这种情况是仅针对单个灵魂,还是也针对两个和许多个灵魂?
ΚΑΛ. οὔκ, ἀλλὰ καὶ περὶ δύο καὶ περὶ πολλάς.
卡里克勒斯:不,也针对两个和许多个。
ΣΩ. οὐκοῦν καὶ ἁθρόαις ἅμα χαρίζεσθαι ἔστι, μηδὲν σκοπούμενον τὸ βέλτιστον;
苏格拉底:那么,不考虑任何最好的状态,而同时迎合聚集在一起的大群人,也是可能的吗?
ΚΑΛ. οἶμαι ἔγωγε.
卡里克勒斯:我想是的。
ΣΩ. ἔχεις οὖν εἰπεῖν αἵτινές εἰσιν αἱ ἐπιτηδεύσεις αἱ τοῦτο ποιοῦσαι;
苏格拉底:那么,你能说出哪些是做这种事的行业吗?
μᾶλλον δέ, εἰ βούλει, ἐμοῦ ἐρωτῶντος, ἣ μὲν ἄν σοι δοκῇ τούτων εἶναι, φάθι, ἣ δʼ ἂν μή, μὴ φάθι.
或者,如果你愿意的话,在我提问时,如果其中任何一个你认为是,就说是,如果认为不是,就说不是。
πρῶτον δὲ σκεψώμεθα τὴν αὐλητικήν.
首先我们来看看长笛演奏。
οὐ δοκεῖ σοι τοιαύτη τις εἶναι, ὦ Καλλίκλεις, τὴν ἡδονὴν ἡμῶν μόνον διώκειν, ἄλλο δʼ οὐδὲν φροντίζειν;
卡里克勒斯,你难道不认为它是这样一种东西,仅仅追求我们的快乐,而不关心其他任何事情吗?
ΚΑΛ. ἔμοιγε δοκεῖ.
卡里克勒斯:在我看来确实如此。
ΣΩ. οὐκοῦν καὶ αἱ τοιαίδε ἅπασαι, οἷον ἡ κιθαριστικὴ ἡ ἐν τοῖς ἀγῶσιν;
苏格拉底:那么,所有此类活动,例如竞赛中的竖琴演奏,也都是如此吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。

词汇与语法注释

  1. 501aἡ δʼ ἰατρική — 与前文的“οὔ μοι δοκεῖ τέχνη εἶναι ἀλλʼ ἐμπειρία”(在我看来不是技术而是经验)相对照,在语境中省略了“δοκεῖ τέχνη εἶναι”(似乎是技术)。
  2. 501aλέγων ὅτι ἡ μὲν τούτου οὗ θεραπεύει... ἡ ἰατρική — 在由“λέγων ὅτι”引导的从句中,本应作主语的“ἡ ἰατρική”被明确插入到从句末尾(或动词短语之后),与前半句的“ἡ μὲν”相呼应以明确语境。
  3. 501bᾧ δὴ καὶ πορίζεται — 关系代名词“ᾧ”是手段与格,其先行词是紧接在前的“μνήμην”(记忆),或是保存对习惯发生之事的记忆这一整个手段性行为。

引用这一段

柏拉图, 高尔吉亚篇 §501. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:501

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。