- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:501
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
ソクラテスは、技術(医術など)が対象の性質と原因をロゴスに基づいて考究するのに対し、経験(料理法など)は無計画に快楽のみを追求する「おもねり」であることを確認し、これが魂に係わる活動(音楽演奏など)にも適用できるかをカリクレスに問いかける。
ΣΩ. ἴθι δή, ἃ καὶ πρὸς τούσδε ἐγὼ ἔλεγον, διομολόγησαί μοι, εἰ ἄρα σοι ἔδοξα τότε ἀληθῆ λέγειν. ἔλεγον δέ που ὅτι ἡ μὲν ὀψοποιικὴ οὔ μοι δοκεῖ τέχνη εἶναι ἀλλʼ ἐμπειρία, ἡ δʼ ἰατρική,1 λέγων ὅτι ἡ μὲν τούτου οὗ θεραπεύει καὶ τὴν φύσιν ἔσκεπται καὶ τὴν αἰτίαν ὧν πράττει, καὶ λόγον ἔχει τούτων ἑκάστου δοῦναι, ἡ ἰατρική·2 ἡ δʼ ἑτέρα τῆς ἡδονῆς, πρὸς ἣν ἡ θεραπεία αὐτῇ ἐστιν ἅπασα, κομιδῇ ἀτέχνως ἐπʼ αὐτὴν ἔρχεται, οὔτε τι τὴν φύσιν σκεψαμένη τῆς ἡδονῆς οὔτε τὴν αἰτίαν, ἀλόγως τε παντάπασιν ὡς ἔπος εἰπεῖν οὐδὲν διαριθμησαμένη, τριβῇ καὶ ἐμπειρίᾳ μνήμην μόνον σῳζομένη τοῦ εἰωθότος γίγνεσθαι, ᾧ δὴ καὶ πορίζεται3 τὰς ἡδονάς. ταῦτʼ οὖν πρῶτον σκόπει εἰ δοκεῖ σοι ἱκανῶς λέγεσθαι, καὶ εἶναί τινες καὶ περὶ ψυχὴν τοιαῦται ἄλλαι πραγματεῖαι, αἱ μὲν τεχνικαί, προμήθειάν τινα ἔχουσαι τοῦ βελτίστου περὶ τὴν ψυχήν, αἱ δὲ τούτου μὲν ὀλιγωροῦσαι, ἐσκεμμέναι δʼ αὖ, ὥσπερ ἐκεῖ, τὴν ἡδονὴν μόνον τῆς ψυχῆς, τίνα ἂν αὐτῇ τρόπον γίγνοιτο, ἥτις δὲ ἢ βελτίων ἢ χείρων τῶν ἡδονῶν, οὔτε σκοπούμεναι οὔτε μέλον αὐταῖς ἄλλο ἢ χαρίζεσθαι μόνον, εἴτε βέλτιον εἴτε χεῖρον. ἐμοὶ μὲν γάρ, ὦ Καλλίκλεις, δοκοῦσίν τε εἶναι, καὶ ἔγωγέ φημι τὸ τοιοῦτον κολακείαν εἶναι καὶ περὶ σῶμα καὶ περὶ ψυχὴν καὶ περὶ ἄλλο ὅτου ἄν τις τὴν ἡδονὴν θεραπεύῃ, ἀσκέπτως ἔχων τοῦ ἀμείνονός τε καὶ τοῦ χείρονος· σὺ δὲ δὴ πότερον συγκατατίθεσαι ἡμῖν περὶ τούτων τὴν αὐτὴν δόξαν ἢ ἀντίφῃς; ΚΑΛ. οὐκ ἔγωγε, ἀλλὰ συγχωρῶ, ἵνα σοι καὶ περανθῇ ὁ λόγος καὶ Γοργίᾳ τῷδε χαρίσωμαι. ΣΩ. πότερον δὲ περὶ μὲν μίαν ψυχὴν ἔστιν τοῦτο, περὶ δὲ δύο καὶ πολλὰς οὐκ ἔστιν; ΚΑΛ. οὔκ, ἀλλὰ καὶ περὶ δύο καὶ περὶ πολλάς. ΣΩ. οὐκοῦν καὶ ἁθρόαις ἅμα χαρίζεσθαι ἔστι, μηδὲν σκοπούμενον τὸ βέλτιστον; ΚΑΛ. οἶμαι ἔγωγε. ΣΩ. ἔχεις οὖν εἰπεῖν αἵτινές εἰσιν αἱ ἐπιτηδεύσεις αἱ τοῦτο ποιοῦσαι; μᾶλλον δέ, εἰ βούλει, ἐμοῦ ἐρωτῶντος, ἣ μὲν ἄν σοι δοκῇ τούτων εἶναι, φάθι, ἣ δʼ ἂν μή, μὴ φάθι. πρῶτον δὲ σκεψώμεθα τὴν αὐλητικήν. οὐ δοκεῖ σοι τοιαύτη τις εἶναι, ὦ Καλλίκλεις, τὴν ἡδονὴν ἡμῶν μόνον διώκειν, ἄλλο δʼ οὐδὲν φροντίζειν; ΚΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν καὶ αἱ τοιαίδε ἅπασαι, οἷον ἡ κιθαριστικὴ ἡ ἐν τοῖς ἀγῶσιν; ΚΑΛ. ναί.
ソクラテス:さあそれでは、私がこの人々に対しても語っていたことを、私と合意してくれ。当時、私が真実を語っていると君に思われたかどうかをね。私はこう言っていたはずだ。すなわち、料理法は私には技術ではなく経験であると思われるが、他方、医術は技術であると思われると。その理由は、一方は、自分が治療する対象の性質とその行うことの原因を考究しており、これらの個々について説明を与えることができる、すなわち医術がそうであるのに対して、他方、すなわち快楽に関するものは、それがすべての治療を向ける対象である快楽に対して、全く技術なしにそこへと赴き、快楽の性質もその原因も一切考究せず、言うなれば全く非論理的に、何も区別することなく、ただ習慣的に起こることの記憶を、慣れと経験によって保存するだけであり、まさにそれによって快楽を調達するからだ。それゆえ、まずこのことが君に十分に語られていると思われるかどうか、そして魂に関してもこれに類する他の営みがあり、あるものは技術的であって魂に関する最善のことに何らかの配慮を払い、他のものはこの最善のことを軽視する一方で、ちょうどあちらの場合のように、魂の快楽だけを、それがどのようにして魂に生じるかということだけを考究し、快楽のうちどれがより良く、どれがより悪いかについては考究もせず、ただ喜ばせることだけを、それがより良いものであれ悪いものであれ、気にかけている、ということが成り立つかどうかを考えてみてほしい。というのも、カリクレスよ、私にはそのような営みが存在するように思われるし、私はそのようなものを、身体に関しても魂に関しても、また人がその快楽を気遣う他のいかなるものに関しても、より良いものとより悪いものを考究しないおもねりであると主張するからだ。君はこれらについて我々と同じ意見に同意するか、それとも反対するか。カリクレス:私は反対しない。むしろ同意しよう。君の議論が完了し、ここにいるゴルギアスに喜んでもらうためにね。ソクラテス:では、このことは一人の魂に関してのみ存在するのだろうか、それとも二人や多くの魂に関しても存在するのだろうか。カリクレス:いや、二人や多くの魂に関しても存在する。ソクラテス:それなら、最善のものを何ら考慮することなく、集まった大勢を同時に喜ばせることも可能だろうか。カリクレス:私はそう思う。ソクラテス:では、このようなことを行う営みが何であるか、君は言うことができるかね。いやむしろ、もし望むなら、私が質問するから、それらのうちでそうであると思われるものにはそうだと言い、そうでないと思われるものにはそうではないと言ってくれ。まず、フルート演奏について考えてみよう。カリクレスよ、それは我々の快楽のみを追い求め、他のことは何も気にかけない、そのような営みの一種であるとは思われないかね。カリクレス:私にはそう思われる。ソクラテス:それなら、競技会における竪琴演奏のような、そうした営みすべてについても同様だね。カリクレス:そうだ。
- 501aἡ δʼ ἰατρική
前の文の「οὔ μοι δοκεῖ τέχνη εἶναι ἀλλʼ ἐμπειρία」(私には技術ではなく経験であると思われる)と対比されており、文脈上「δοκεῖ τέχνη εἶναι」(技術であると思われる)が省略されている。
- 501aλέγων ὅτι ἡ μὲν τούτου οὗ θεραπεύει... ἡ ἰατρική
「λέγων ὅτι」から始まる従属節の中で、主語となるべき「ἡ ἰατρική」が節の最後(または動詞句の後)に明示的に挿入され、前半の「ἡ μὲν」と結びついて文脈を明確にしている。
- 501bᾧ δὴ καὶ πορίζεται
関係代名詞「ᾧ」は手段の与格であり、直前の「μνήμην」(記憶)またはその手段的な営み全体(習慣的に起こることの記憶を保存すること)を先行詞としている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(5 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 5 件
