§356ΣΩ. μεταλάβωμεν δὴ τὰ ὀνόματα πάλιν τὸ ἡδύ τε καὶ ἀνιαρὸν ἐπὶ τοῖς αὐτοῖς τούτοις, καὶ λέγωμεν ὅτι Ἄνθρωπος πράττει—τότε μὲν ἐλέγομεν τὰ κακά, νῦν δὲ λέγωμεν τὰ ἀνιαρά, γιγνώσκων ὅτι ἀνιαρά ἐστιν, ἡττώμενος ὑπὸ τῶν ἡδέων, δῆλον ὅτι ἀναξίων ὄντων νικᾶν.
ソクラテス:「では、これら同じ事柄に対して、名前を再び『快い』と『苦しい』に置き換えてみましょう。 そして、人間は行う、と言いましょう。 ――あの時は『悪いこと』と言いましたが、今は『苦しいこと』と言いましょう――それが苦しいことであると知りながら、快いことに負けて。 明らかにそれらは、打ち勝つに値しないものであるにもかかわらず。
καὶ τίς ἄλλη ἀναξία ἡδονῇ πρὸς λύπην ἐστίν, ἀλλʼ ἢ ὑπερβολὴ ἀλλήλων καὶ ἔλλειψις;
そして、苦痛に対する快楽の、あるいは快楽に対する苦痛の、あの値しなさとは、互いの超過と不足以外の何であるでしょうか。
ταῦτα δʼ ἐστὶ μείζω τε καὶ σμικρότερα γιγνόμενα ἀλλήλων καὶ πλείω καὶ ἐλάττω καὶ μᾶλλον καὶ ἧττον.
そして、これらとは、互いに、より大きくなったり小さくなったり、より多くなったり少なくなったり、より強くなったり弱くなったりすることです。
εἰ γάρ τις λέγοι ὅτι
ἀλλὰ πολὺ διαφέρει, ὦ Σώκρατες, τὸ παραχρῆμα ἡδὺ τοῦ εἰς τὸν ὕστερον χρόνον καὶ ἡδέος καὶ λυπηροῦ,
μῶν ἄλλῳ τῳ, φαίην ἂν ἔγωγε, ἢ ἡδονῇ καὶ λύπῃ;
もし誰かがこう言うなら、すなわち『しかし、ソクラテス、差し当たりの快さは、後になって生じる快さや苦しさとは大きく異なります』と。 『それは快楽と苦痛以外の何かによって異なるのかね? 』と私は言うでしょう。
οὐ γὰρ ἔσθʼ ὅτῳ ἄλλῳ.
『他の何によってでもありえないのだから。
ἀλλʼ ὥσπερ ἀγαθὸς ἱστάναι ἄνθρωπος, συνθεὶς τὰ ἡδέα καὶ συνθεὶς τὰ λυπηρά, καὶ τὸ ἐγγὺς καὶ τὸ πόρρω στήσας ἐν τῷ ζυγῷ, εἰπὲ πότερα πλείω ἐστίν.
』むしろ、重量を量るのが得意な人のように、快いものをまとめ、また苦しいものをまとめ、さらに近いものと遠いものを天秤に載せて、どちらが多いかを言いなさい。
ἐὰν μὲν γὰρ ἡδέα πρὸς ἡδέα ἱστῇς, τὰ μείζω ἀεὶ καὶ πλείω ληπτέα· ἐὰν δὲ λυπηρὰ πρὸς λυπηρά, τὰ ἐλάττω καὶ σμικρότερα·
もし快いもの同士を量るなら、常により大きくより多い方を選ばねばならず、もし苦しいもの同士なら、より少なくより小さい方を選ばねばならない。
ἐὰν δὲ ἡδέα πρὸς λυπηρά, ἐὰν μὲν τὰ ἀνιαρὰ ὑπερβάλληται ὑπὸ τῶν ἡδέων, ἐάντε τὰ ἐγγὺς ὑπὸ τῶν πόρρω ἐάντε τὰ πόρρω ὑπὸ τῶν ἐγγύς, ταύτην τὴν πρᾶξιν πρακτέον ἐν ᾗ ἂν ταῦτʼ ἐνῇ·
もし快いものを苦しいものに対して量るなら、苦しいものが快いものによって凌駕される場合(それが近いものが遠いものによってであれ、遠いものが近いものによってであれ)、これらが含まれるその行為を行わねばならない。
ἐὰν δὲ τὰ ἡδέα ὑπὸ τῶν ἀνιαρῶν, οὐ πρακτέα.
しかし、もし快いものが苦しいものによって凌駕されるなら、行ってはならない。
μή πῃ ἄλλῃ ἔχει, φαίην ἄν, ταῦτα, ὦ ἄνθρωποι;
『人々よ、これらのことはこれと異なるようにあるだろうか? 』と私は言うでしょう。
οἶδʼ ὅτι οὐκ ἂν ἔχοιεν ἄλλως λέγειν. —συνεδόκει καὶ ἐκείνῳ.
彼らが他のようには言えないことを私は知っています」 ――彼も同意した。
ὅτε δὴ τοῦτο οὕτως ἔχει, τόδε μοι ἀποκρίνασθε, φήσω.
「『では、このことがそのようである以上、次のことに答えてほしい』と私は言うでしょう。
φαίνεται ὑμῖν τῇ ὄψει τὰ αὐτὰ μεγέθη ἐγγύθεν μὲν μείζω, πόρρωθεν δὲ ἐλάττω·
『あなたがたにとって、同じ大きさが、視覚において近くから見るとより大きく、遠くから見るとより小さく見えるだろうか、それともそうではないか。
ἢ οὔ; —φήσουσιν.
』――彼らは『そうだ』と言うでしょう。
—καὶ τὰ παχέα καὶ τὰ πολλὰ ὡσαύτως;
――『また、厚みがあるものや、多くのものも同様だろうか。
καὶ αἱ φωναὶ αἱ ἴσαι ἐγγύθεν μὲν μείζους, πόρρωθεν δὲ σμικρότεραι;
また、同じ大きさの音も、近くからはより大きく、遠くからはより小さく聞こえるだろうか。
—φαῖεν ἄν.
』――彼らは『そうだ』と言うでしょう。
—εἰ οὖν ἐν τούτῳ ἡμῖν ἦν τὸ εὖ πράττειν, ἐν τῷ τὰ μὲν μεγάλα μήκη καὶ πράττειν καὶ λαμβάνειν, τὰ δὲ σμικρὰ καὶ φεύγειν καὶ μὴ πράττειν, τίς ἂν ἡμῖν σωτηρία ἐφάνη τοῦ βίου;
――『もし、私たちのよく生きることが、大きな長さを選択して行い、小さな長さを避けて行わないことにあるとしたら、私たちの生を救うものとして何が現れただろうか。
ἆρα ἡ μετρητικὴ τέχνη ἢ ἡ τοῦ φαινομένου δύναμις;
測定の技術だろうか、それとも外観の力だろうか。
ἢ αὕτη μὲν ἡμᾶς ἐπλάνα καὶ ἐποίει ἄνω τε καὶ κάτω πολλάκις μεταλαμβάνειν ταὐτὰ καὶ μεταμέλειν καὶ ἐν ταῖς πράξεσιν καὶ ἐν ταῖς αἱρέσεσιν τῶν μεγάλων τε καὶ σμικρῶν, ἡ δὲ μετρητικὴ ἄκυρον μὲν ἂν ἐποίησε τοῦτο τὸ φάντασμα, δηλώσασα δὲ τὸ ἀληθὲς ἡσυχίαν ἂν ἐποίησεν ἔχειν τὴν ψυχὴν μένουσαν ἐπὶ τῷ ἀληθεῖ καὶ ἔσωσεν ἂν τὸν βίον;
一方は私たちを迷わせ、同じものを何度も行ったり来たりさせ、行為においても、大きいものや小さいものの選択においても、後悔させただろう。 それに対し、測定の技術は、この見せかけを無効にし、真実を明らかにすることによって、魂が真実にとどまって平穏を保つようにし、生を救ったのではないだろうか。
ἆρʼ ἂν ὁμολογοῖεν οἱ ἄνθρωποι πρὸς ταῦτα ἡμᾶς τὴν μετρητικὴν σῴζειν ἂν τέχνην ἢ ἄλλην;
人間たちは、このことに対して、私たちを救ってくれるのは測定の技術であって、他の技術ではないと同意するだろうか。
—
τὴν μετρητικήν,
ὡμολόγει. —
』」「測定の技術だ」と彼は同意した。