Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §356

快乐与痛苦的比较以及测量之术

第 28 段,共 33 段 · 希腊语

内容简介

苏格拉底解释说,“被快乐击败”是指用更多(更大)的痛苦来换取更少(更小)的快乐,并指出为了消除由距离产生的价值错觉以挽救生命,我们需要“测量之术”。

§356ΣΩ. μεταλάβωμεν δὴ τὰ ὀνόματα πάλιν τὸ ἡδύ τε καὶ ἀνιαρὸν ἐπὶ τοῖς αὐτοῖς τούτοις, καὶ λέγωμεν ὅτι Ἄνθρωπος πράττει—τότε μὲν ἐλέγομεν τὰ κακά, νῦν δὲ λέγωμεν τὰ ἀνιαρά, γιγνώσκων ὅτι ἀνιαρά ἐστιν, ἡττώμενος ὑπὸ τῶν ἡδέων, δῆλον ὅτι ἀναξίων ὄντων νικᾶν.
苏格拉底:“那么,让我们把这些相同事物的名字再次换回‘快乐的’和‘痛苦的’,并且让我们说:‘一个人做……’——当时我们说的是‘坏事’,现在我们说是‘痛苦的事’——‘知道它们是痛苦的,但却被快乐的事击败,’显然是在它们不配战胜的情况下。
καὶ τίς ἄλλη ἀναξία ἡδονῇ πρὸς λύπην ἐστίν, ἀλλʼ ἢ ὑπερβολὴ ἀλλήλων καὶ ἔλλειψις;
而对于痛苦而言,快乐的‘不配’除了它们彼此之间的过度和不足之外,还能是什么呢?
ταῦτα δʼ ἐστὶ μείζω τε καὶ σμικρότερα γιγνόμενα ἀλλήλων καὶ πλείω καὶ ἐλάττω καὶ μᾶλλον καὶ ἧττον.
而这些就是指它们彼此变得更大或更小、更多或更少、程度更深或更浅。
εἰ γάρ τις λέγοι ὅτι ἀλλὰ πολὺ διαφέρει, ὦ Σώκρατες, τὸ παραχρῆμα ἡδὺ τοῦ εἰς τὸν ὕστερον χρόνον καὶ ἡδέος καὶ λυπηροῦ, μῶν ἄλλῳ τῳ, φαίην ἂν ἔγωγε, ἢ ἡδονῇ καὶ λύπῃ;
因为如果有人说:‘但是,苏格拉底,眼前的快乐与此后时间的快乐和痛苦有很大不同,’ ‘难道它是因别的东西,’至少我会说,‘而不是因为快乐和痛苦而不同吗?
οὐ γὰρ ἔσθʼ ὅτῳ ἄλλῳ.
因为不可能因别的东西。
ἀλλʼ ὥσπερ ἀγαθὸς ἱστάναι ἄνθρωπος, συνθεὶς τὰ ἡδέα καὶ συνθεὶς τὰ λυπηρά, καὶ τὸ ἐγγὺς καὶ τὸ πόρρω στήσας ἐν τῷ ζυγῷ, εἰπὲ πότερα πλείω ἐστίν.
’相反,就像一个善于称重的人,把快乐的事物聚集在一起,把痛苦的事物聚集在一起,并把近的和远的放在天平上,说出哪一边更多。
ἐὰν μὲν γὰρ ἡδέα πρὸς ἡδέα ἱστῇς, τὰ μείζω ἀεὶ καὶ πλείω ληπτέα· ἐὰν δὲ λυπηρὰ πρὸς λυπηρά, τὰ ἐλάττω καὶ σμικρότερα· ἐὰν δὲ ἡδέα πρὸς λυπηρά, ἐὰν μὲν τὰ ἀνιαρὰ ὑπερβάλληται ὑπὸ τῶν ἡδέων, ἐάντε τὰ ἐγγὺς ὑπὸ τῶν πόρρω ἐάντε τὰ πόρρω ὑπὸ τῶν ἐγγύς, ταύτην τὴν πρᾶξιν πρακτέον ἐν ᾗ ἂν ταῦτʼ ἐνῇ· ἐὰν δὲ τὰ ἡδέα ὑπὸ τῶν ἀνιαρῶν, οὐ πρακτέα.
因为如果你拿快乐的事物与快乐的事物相比,就必须总是选择更大和更多的;如果拿痛苦的与痛苦的相比,就选择更少和更小的;如果拿快乐的事物与痛苦的事物相比,如果痛苦的被快乐的超过了——不论是近的被远的超过,还是远的被近的超过——那就必须去做包含这些事物的行动;但如果快乐的被痛苦的超过了,就不能去做。
μή πῃ ἄλλῃ ἔχει, φαίην ἄν, ταῦτα, ὦ ἄνθρωποι;
‘诸位,这些事情难道会有别的可能吗? ’我会说。
οἶδʼ ὅτι οὐκ ἂν ἔχοιεν ἄλλως λέγειν.
我知道他们不可能有别种说法。
—συνεδόκει καὶ ἐκείνῳ.
”——他(普罗泰戈拉)也同意这一点。
ὅτε δὴ τοῦτο οὕτως ἔχει, τόδε μοι ἀποκρίνασθε, φήσω.
——“既然这确实如此,那么请回答我这个问题,”我会说。
φαίνεται ὑμῖν τῇ ὄψει τὰ αὐτὰ μεγέθη ἐγγύθεν μὲν μείζω, πόρρωθεν δὲ ἐλάττω·
“在你们看来,相同的体积从近处看显得更大,而从远处看显得更小,是这样吗?
ἢ οὔ;
还是不是?
—φήσουσιν.
”——他们会说“是的”。
—καὶ τὰ παχέα καὶ τὰ πολλὰ ὡσαύτως;
——“厚的东西和数量多的东西也是如此吗?
καὶ αἱ φωναὶ αἱ ἴσαι ἐγγύθεν μὲν μείζους, πόρρωθεν δὲ σμικρότεραι;
还有,同样响度的声音从近处听显得更大,从远处听显得更小吗?
—φαῖεν ἄν.
”——他们会说是的。
—εἰ οὖν ἐν τούτῳ ἡμῖν ἦν τὸ εὖ πράττειν, ἐν τῷ τὰ μὲν μεγάλα μήκη καὶ πράττειν καὶ λαμβάνειν, τὰ δὲ σμικρὰ καὶ φεύγειν καὶ μὴ πράττειν, τίς ἂν ἡμῖν σωτηρία ἐφάνη τοῦ βίου;
——“那么,如果我们的幸福在于此:在于去行和选取长的长度,而避开和不行短的长度,那么什么会显得是我们生命的救星?
ἆρα ἡ μετρητικὴ τέχνη ἢ ἡ τοῦ φαινομένου δύναμις;
是测量之术,还是表象的力量?
ἢ αὕτη μὲν ἡμᾶς ἐπλάνα καὶ ἐποίει ἄνω τε καὶ κάτω πολλάκις μεταλαμβάνειν ταὐτὰ καὶ μεταμέλειν καὶ ἐν ταῖς πράξεσιν καὶ ἐν ταῖς αἱρέσεσιν τῶν μεγάλων τε καὶ σμικρῶν, ἡ δὲ μετρητικὴ ἄκυρον μὲν ἂν ἐποίησε τοῦτο τὸ φάντασμα, δηλώσασα δὲ τὸ ἀληθὲς ἡσυχίαν ἂν ἐποίησεν ἔχειν τὴν ψυχὴν μένουσαν ἐπὶ τῷ ἀληθεῖ καὶ ἔσωσεν ἂν τὸν βίον;
后者会使我们迷失,使我们常常反复无常地对待相同的事物,并在行事以及对大与小的选择中感到后悔;而测量之术则会使这种表象失效,并通过揭示真相,使灵魂在真理中保持平静,从而挽救我们的生命?
ἆρʼ ἂν ὁμολογοῖεν οἱ ἄνθρωποι πρὸς ταῦτα ἡμᾶς τὴν μετρητικὴν σῴζειν ἂν τέχνην ἢ ἄλλην;
人们会不会同意我们,能挽救我们的是测量之术,而不是别的艺术?
— τὴν μετρητικήν, ὡμολόγει. —
” “测量之术,”他同意道。

词汇与语法注释

  1. 356aἀναξίων ὄντων νικᾶν — 属格独立结构。分词 ὄντων 的逻辑主语是前文的 τῶν ἡδέων(快乐的事物)。不定词 νικᾶν 修饰形容词 ἀναξίων(表示“不配战胜”)。
  2. 356bἀγαθὸς ἱστάναι ἄνθρωπος — 不定词 ἱστάναι 修饰形容词 ἀγαθὸς,限定其擅长的领域(“擅长称重”)。
  3. 356dεἰ οὖν ἐν τούτῳ ἡμῖν ἦν τὸ εὖ πράττειν — 虚拟条件句(与现在事实相反),其归结从句为 τίς ἂν ἡμῖν σωτηρία ἐφάνη。直陈式过去时 ἦν 用于表示与当前事实相反的假设。
  4. 356eἡσυχίαν ἂν ἐποίησεν ἔχειν τὴν ψυχὴν μένουσαν ἐπὶ τῷ ἀληθεῖ — 动词 ποιέω + 宾格(τὴν ψυχὴν)+ 不定词(ἔχειν)表示使役意义(“使灵魂拥有”)。分词 μένουσαν 与 τὴν ψυχὴν(不定词的逻辑主语)保持一致。语气小词 ἄν 作用于归结从句的动词 ἐποίησ演。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §356. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:356

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。