← プラトン

プロタゴラス

§356

快苦の比較と生を救う測定の技術

ソクラテスは、「快楽に負ける」とは価値の少ない快楽を大きな苦痛と引き換えに選ぶことだと説明し、遠近による価値の錯覚から生を救うのは「測定の技術」であると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§356

ΣΩ. μεταλάβωμεν δὴ τὰ ὀνόματα πάλιν τὸ ἡδύ τε καὶ ἀνιαρὸν ἐπὶ τοῖς αὐτοῖς τούτοις, καὶ λέγωμεν ὅτι Ἄνθρωπος πράττει—τότε μὲν ἐλέγομεν τὰ κακά, νῦν δὲ λέγωμεν τὰ ἀνιαρά, γιγνώσκων ὅτι ἀνιαρά ἐστιν, ἡττώμενος ὑπὸ τῶν ἡδέων, δῆλον ὅτι ἀναξίων ὄντων νικᾶν.1 καὶ τίς ἄλλη ἀναξία ἡδονῇ πρὸς λύπην ἐστίν, ἀλλʼ ἢ ὑπερβολὴ ἀλλήλων καὶ ἔλλειψις; ταῦτα δʼ ἐστὶ μείζω τε καὶ σμικρότερα γιγνόμενα ἀλλήλων καὶ πλείω καὶ ἐλάττω καὶ μᾶλλον καὶ ἧττον. εἰ γάρ τις λέγοι ὅτι ἀλλὰ πολὺ διαφέρει, ὦ Σώκρατες, τὸ παραχρῆμα ἡδὺ τοῦ εἰς τὸν ὕστερον χρόνον καὶ ἡδέος καὶ λυπηροῦ, μῶν ἄλλῳ τῳ, φαίην ἂν ἔγωγε, ἢ ἡδονῇ καὶ λύπῃ; οὐ γὰρ ἔσθʼ ὅτῳ ἄλλῳ. ἀλλʼ ὥσπερ ἀγαθὸς ἱστάναι ἄνθρωπος,2 συνθεὶς τὰ ἡδέα καὶ συνθεὶς τὰ λυπηρά, καὶ τὸ ἐγγὺς καὶ τὸ πόρρω στήσας ἐν τῷ ζυγῷ, εἰπὲ πότερα πλείω ἐστίν. ἐὰν μὲν γὰρ ἡδέα πρὸς ἡδέα ἱστῇς, τὰ μείζω ἀεὶ καὶ πλείω ληπτέα· ἐὰν δὲ λυπηρὰ πρὸς λυπηρά, τὰ ἐλάττω καὶ σμικρότερα· ἐὰν δὲ ἡδέα πρὸς λυπηρά, ἐὰν μὲν τὰ ἀνιαρὰ ὑπερβάλληται ὑπὸ τῶν ἡδέων, ἐάντε τὰ ἐγγὺς ὑπὸ τῶν πόρρω ἐάντε τὰ πόρρω ὑπὸ τῶν ἐγγύς, ταύτην τὴν πρᾶξιν πρακτέον ἐν ᾗ ἂν ταῦτʼ ἐνῇ· ἐὰν δὲ τὰ ἡδέα ὑπὸ τῶν ἀνιαρῶν, οὐ πρακτέα. μή πῃ ἄλλῃ ἔχει, φαίην ἄν, ταῦτα, ὦ ἄνθρωποι; οἶδʼ ὅτι οὐκ ἂν ἔχοιεν ἄλλως λέγειν.—συνεδόκει καὶ ἐκείνῳ. ὅτε δὴ τοῦτο οὕτως ἔχει, τόδε μοι ἀποκρίνασθε, φήσω. φαίνεται ὑμῖν τῇ ὄψει τὰ αὐτὰ μεγέθη ἐγγύθεν μὲν μείζω, πόρρωθεν δὲ ἐλάττω· ἢ οὔ;—φήσουσιν.—καὶ τὰ παχέα καὶ τὰ πολλὰ ὡσαύτως; καὶ αἱ φωναὶ αἱ ἴσαι ἐγγύθεν μὲν μείζους, πόρρωθεν δὲ σμικρότεραι;—φαῖεν ἄν.—εἰ οὖν ἐν τούτῳ ἡμῖν ἦν τὸ εὖ πράττειν,3 ἐν τῷ τὰ μὲν μεγάλα μήκη καὶ πράττειν καὶ λαμβάνειν, τὰ δὲ σμικρὰ καὶ φεύγειν καὶ μὴ πράττειν, τίς ἂν ἡμῖν σωτηρία ἐφάνη τοῦ βίου; ἆρα ἡ μετρητικὴ τέχνη ἢ ἡ τοῦ φαινομένου δύναμις; ἢ αὕτη μὲν ἡμᾶς ἐπλάνα καὶ ἐποίει ἄνω τε καὶ κάτω πολλάκις μεταλαμβάνειν ταὐτὰ καὶ μεταμέλειν καὶ ἐν ταῖς πράξεσιν καὶ ἐν ταῖς αἱρέσεσιν τῶν μεγάλων τε καὶ σμικρῶν, ἡ δὲ μετρητικὴ ἄκυρον μὲν ἂν ἐποίησε τοῦτο τὸ φάντασμα, δηλώσασα δὲ τὸ ἀληθὲς ἡσυχίαν ἂν ἐποίησεν ἔχειν τὴν ψυχὴν μένουσαν ἐπὶ τῷ ἀληθεῖ4 καὶ ἔσωσεν ἂν τὸν βίον; ἆρʼ ἂν ὁμολογοῖεν οἱ ἄνθρωποι πρὸς ταῦτα ἡμᾶς τὴν μετρητικὴν σῴζειν ἂν τέχνην ἢ ἄλλην;— τὴν μετρητικήν, ὡμολόγει.—

ソクラテス:「では、これら同じ事柄に対して、名前を再び『快い』と『苦しい』に置き換えてみましょう。そして、人間は行う、と言いましょう。――あの時は『悪いこと』と言いましたが、今は『苦しいこと』と言いましょう――それが苦しいことであると知りながら、快いことに負けて。明らかにそれらは、打ち勝つに値しないものであるにもかかわらず。そして、苦痛に対する快楽の他の値しなさとは、互いの超過と不足以外の何であるでしょうか。そして、これらとは、互いに、より大きくなったり小さくなったり、より多くなったり少なくなったり、より強くなったり弱くなったりすることです。もし誰かがこう言うなら、すなわち『しかし、ソクラテス、差し当たりの快さは、後になって生じる快さや苦しさとは大きく異なります』と。 『それは快楽と苦痛以外の何かによって異なるのかね?』と私は言うでしょう。『他の何によってでもありえないのだから。』むしろ、重量を量るのが得意な人のように、快いものをまとめ、また苦しいものをまとめ、さらに近いものと遠いものを天秤に載せて、どちらが多いかを言いなさい。もし快いもの同士を量るなら、常により大きくより多い方を選ばねばならず、もし苦しいもの同士なら、より少なくより小さい方を選ばねばならない。もし快いものを苦しいものに対して量るなら、苦しいものが快いものによって凌駕される場合(それが近いものが遠いものによってであれ、遠いものが近いものによってであれ)、これらが含まれるその行為を行わねばならない。しかし、もし快いものが苦しいものによって凌駕されるなら、行ってはならない。『人々よ、これらのことはこれと異なるようにあるだろうか?』と私は言うでしょう。彼らが他のようには言えないことを私は知っています」――彼も同意した。 「『では、このことがそのようである以上、次のことに答えてほしい』と私は言うでしょう。『あなたがたにとって、同じ大きさが、視覚において近くから見るとより大きく、遠くから見るとより小さく見えるだろうか、それともそうではないか。』――彼らは『そうだ』と言うでしょう。――『また、厚みがあるものや、多くのものも同様だろうか。また、同じ大きさの音も、近くからはより大きく、遠くからはより小さく聞こえるだろうか。』――彼らは『そうだ』と言うでしょう。――『もし、私たちのよく生きることが、大きな長さを選択して行い、小さな長さを避けて行わないことにあるとしたら、私たちの生を救うものとして何が現れただろうか。測定の技術だろうか、それとも外観の力だろうか。一方は私たちを迷わせ、同じものを何度も行ったり来たりさせ、行為においても、大きいものや小さいものの選択においても、後悔させただろう。それに対し、測定の技術は、この見せかけを無効にし、真実を明らかにすることによって、魂が真実にとどまって平穏を保つようにし、生を救ったのではないだろうか。人間たちは、このことに対して、私たちを救ってくれるのは測定の技術であって、他の技術ではないと同意するだろうか。』」 「測定の技術だ」と彼は同意した。

構文注4 件
  1. 356aἀναξίων ὄντων νικᾶν

    属格独立構文。分詞 ὄντων の主語は先行する τῶν ἡδέων(快いこと)。不定詞 νικᾶν は形容詞 ἀναξίων を修飾する(「打ち勝つに値しない」)。

  2. 356bἀγαθὸς ἱστάναι ἄνθρωπος

    不定詞 ἱστάναι は形容詞 ἀγαθὸς を修飾し、能力の分野を限定する(「重量を量ることに長けた」)。

  3. 356cεἰ οὖν ἐν τούτῳ ἡμῖν ἦν τὸ εὖ πράττειν

    現在の事実と反対の仮定を表す反実仮想条件文(帰結節は τίς ἂν ἡμῖν σωτηρία ἐφάνη)。ここでは現在における仮定を過去時制で表現している。

  4. 356eἡσυχίαν ἂν ἐποίησεν ἔχειν τὴν ψυχὴν μένουσαν ἐπὶ τῷ ἀληθεῖ

    動詞 ποιέω +対格(τὴν ψυχὴν)+不定詞(ἔχειν)で「〜を〜させる」という使役的意味を表す。分詞 μένουσαν は τὴν ψυχὴν(不定詞の意味上の主語)に一致する。帰結節の助辞 ἄν は ἐποίησεν にかかっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:356