§197ΛΑ. νὴ τοὺς θεούς, καὶ εὖ γε λέγεις, ὦ Σώκρατες.
ラケス:神々に誓って、ソクラテスよ、実に素晴らしい指摘です。
καὶ ἡμῖν ὡς ἀληθῶς τοῦτο ἀπόκριναι, ὦ Νικία, πότερον σοφώτερα φῂς ἡμῶν ταῦτα εἶναι τὰ θηρία, ἃ πάντες ὁμολογοῦμεν ἀνδρεῖα εἶναι, ἢ πᾶσιν ἐναντιούμενος τολμᾷς μηδὲ ἀνδρεῖα αὐτὰ καλεῖν;
そしてニキアスよ、本当にこのことに答えてくれ。 君は、私たちがみな勇敢だと認めているこれらの獣が、私たちよりも賢いと言うのか、それとも、すべての人に反対して、それらを勇敢と呼ぶことさえしないとあえて言うのか。
ΝΙ. οὐ γάρ τι, ὦ Λάχης, ἔγωγε ἀνδρεῖα καλῶ οὔτε θηρία οὔτε ἄλλο οὐδὲν τὸ τὰ δεινὰ ὑπὸ ἀνοίας μὴ φοβούμενον, ἀλλʼ ἄφοβον καὶ μῶρον·
ニキアス:ラケスよ、私は獣であれ何であれ、愚かさゆえに恐ろしいことを恐れないものを「勇敢」とは決して呼ばない。 むしろ「恐れ知らず」かつ「愚か」と呼ぶ。
ἢ καὶ τὰ παιδία πάντα οἴει με ἀνδρεῖα καλεῖν, ἃ διʼ ἄνοιαν οὐδὲν δέδοικεν;
それとも、君は私がすべての幼子たちを「勇敢」と呼んでいるとでも思うのか、彼らが愚かさのゆえに何も恐れないからといって。
ἀλλʼ οἶμαι τὸ ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν.
私は「恐れ知らず」であることと「勇敢」であることは同じではないと思う。
ἐγὼ δὲ ἀνδρείας μὲν καὶ προμηθίας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρασύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθίας πάνυ πολλοῖς καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων καὶ θηρίων.
私は、勇気と深い配慮は極めて少数の人々にのみ備わっているが、向こう見ず、大胆さ、そして配慮を欠いた恐れ知らずさは、男、女、子供、獣を問わず、極めて多くのものに備わっていると考えている。
ταῦτʼ οὖν ἃ σὺ καλεῖς ἀνδρεῖα καὶ οἱ πολλοί, ἐγὼ θρασέα καλῶ, ἀνδρεῖα δὲ τὰ φρόνιμα περὶ ὧν λέγω.
したがって、君や大衆が勇敢と呼んでいるものを、私は「向こう見ず」と呼び、私が言っているような「思慮深い」ものを「勇敢」と呼ぶのだ。
ΛΑ. θέασαι, ὦ Σώκρατες, ὡς εὖ ὅδε ἑαυτὸν δή, ὡς οἴεται, κοσμεῖ τῷ λόγῳ·
ラケス:ソクラテスよ、ご覧なさい、この男が自分ではうまく言葉で身を飾っているつもりでいるのを。
οὓς δὲ πάντες ὁμολογοῦσιν ἀνδρείους εἶναι, τούτους ἀποστερεῖν ἐπιχειρεῖ ταύτης τῆς τιμῆς.
皆が勇敢だと認めている者たちから、その名誉を奪い取ろうとしているのです。
ΝΙ. οὔκουν σέ γε, ὦ Λάχης, ἀλλὰ θάρρει·
ニキアス:ラケスよ、君から奪うわけではないから安心したまえ。
φημὶ γάρ σε εἶναι σοφόν, καὶ Λάμαχόν γε, εἴπερ ἐστὲ ἀνδρεῖοι, καὶ ἄλλους γε συχνοὺς Ἀθηναίων.
なぜなら、私は君も、そしてラマコスも、もし君たちが勇敢であるならば賢いと言うし、アテナイ人の他の多くの人々も同様だと言っているのだから。
ΛΑ. οὐδὲν ἐρῶ πρὸς ταῦτα, ἔχων εἰπεῖν, ἵνα μή με φῇς ὡς ἀληθῶς Αἰξωνέα εἶναι.
ラケス:これに対しては何も言いません。 言いたいことはありますが、あなたが私のことを本当に「アイクソーネウス」だと言い出さないように。
ΣΩ. μηδέ γε εἴπῃς, ὦ Λάχης·
ソクラテス:いや、何も言わなくてよい、ラケスよ。
καὶ γάρ μοι δοκεῖς οὐδὲ ᾐσθῆσθαι ὅτι ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῷ προδίκῳ πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν.
というのも、君は彼がこの知恵を私たちの仲間であるダモンから受け継いだということに気づいていないようだからだ。 そしてダモンはプロディコスと深く交わっており、プロディコスこそはソフィストたちの中でもこうした言葉の区別を最も見事に行うと思われる人物なのだ。
ΛΑ. καὶ γὰρ πρέπει, ὦ Σώκρατες, σοφιστῇ τὰ τοιαῦτα μᾶλλον κομψεύεσθαι ἢ ἀνδρὶ ὃν ἡ πόλις ἀξιοῖ αὑτῆς προεστάναι.
ラケス:ソクラテスよ、実際、そうした言葉の小細工は、国家を指導するに値するとされる人物よりも、ソフィストにこそふさわしい。
ΣΩ. πρέπει μέν που, ὦ μακάριε, τῶν μεγίστων προστατοῦντι μεγίστης φρονήσεως μετέχειν·
ソクラテス:よき友よ、最も重大な事柄を指導する者が、最も偉大な思慮を備えていることは、おそらくふさわしいことだろう。
δοκεῖ δέ μοι Νικίας ἄξιος εἶναι ἐπισκέψεως, ὅποι ποτὲ βλέπων τοὔνομα τοῦτο τίθησι τὴν ἀνδρείαν.
しかし私には、ニキアスがどのような点に目を向けて「勇気」という言葉をこのように定義しているのか、検討する価値があると思われる。
ΛΑ. αὐτὸς τοίνυν σκόπει, ὦ Σώκρατες.
ラケス:ではソクラテスよ、あなた自身で検討してください。
ΣΩ. τοῦτο μέλλω ποιεῖν, ὦ ἄριστε·
ソクラテス:そうするつもりだ、友よ。
μὴ μέντοι οἴου με ἀφήσειν σε τῆς κοινωνίας τοῦ λόγου, ἀλλὰ πρόσεχε τὸν νοῦν καὶ συσκόπει τὰ λεγόμενα.
ただし、私が君をこの議論の共有から解放するとは思わないでほしい。 注意を払い、語られることを一緒に検討してくれ。
ΛΑ. ταῦτα δὴ ἔστω, εἰ δοκεῖ χρῆναι.
ラケス:そうしなければならないと思われるなら、そのようにしましょう。
§198ΣΩ. ἀλλὰ δοκεῖ.
ソクラテス:いや、そうすべきだ。
σὺ δέ, Νικία, λέγε ἡμῖν πάλιν ἐξ ἀρχῆς·
さて、ニキアスよ、もう一度最初から語ってくれ。
οἶσθʼ ὅτι τὴν ἀνδρείαν κατʼ ἀρχὰς τοῦ λόγου ἐσκοποῦμεν ὡς μέρος ἀρετῆς σκοποῦντες;
君は、私たちが議論の初めに、徳の一部として勇気を検討していたことを覚えているかね?
ΝΙ. πάνυ γε.
ニキアス:もちろん。
ΣΩ. οὐκοῦν καὶ σὺ τοῦτο ἀπεκρίνω ὡς μόριον, ὄντων δὴ καὶ ἄλλων μερῶν, ἃ σύμπαντα ἀρετὴ κέκληται;
ソクラテス:それなら、君もこれを一つの部分として答えたわけだね、他にもいくつかの部分があって、それらすべてを合わせて「徳」と呼ばれている中で?
ΝΙ. πῶς γὰρ οὔ;
ニキアス:もちろんです。
ΣΩ. ἆρʼ οὖν ἅπερ ἐγὼ καὶ σὺ ταῦτα λέγεις;
ソクラテス:では、君の言うところは私やこれの言うところと同じかね?
ἐγὼ δὲ καλῶ πρὸς ἀνδρείᾳ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἄλλʼ ἄττα τοιαῦτα.
私は勇気に加えて、節制、正義、その他これらに類するものを呼ぶ。
οὐ καὶ σύ;
君もそうではないかね?
ΝΙ. πάνυ μὲν οὖν.
ニキアス:全くその通りです。
ΣΩ. ἔχε δή.
ソクラテス:よし。
ταῦτα μὲν γὰρ ὁμολογοῦμεν, περὶ δὲ τῶν δεινῶν καὶ θαρραλέων σκεψώμεθα, ὅπως μὴ σὺ μὲν ἄλλʼ ἄττα ἡγῇ, ἡμεῖς δὲ ἄλλα.
これらの点については私たちは同意している。 では、恐ろしいことと恐るるに足りぬことについて検討しよう。 君が別の何かと考え、私たちがまた別の何かと考えたりしないように。
ἃ μὲν οὖν ἡμεῖς ἡγούμεθα, φράσομέν σοι·
私たちが考えていることを君に語ろう。
σὺ δὲ ἂν μὴ ὁμολογῇς, διδάξεις.
君が同意しないなら、教えてくれ。
ἡγούμεθα δʼ ἡμεῖς δεινὰ μὲν εἶναι ἃ καὶ δέος παρέχει, θαρραλέα δὲ ἃ μὴ δέος παρέχει—δέος δὲ παρέχει οὐ τὰ γεγονότα οὐδὲ τὰ παρόντα τῶν κακῶν, ἀλλὰ τὰ προσδοκώμενα·
私たちは、「恐ろしいこと」とは恐怖を引き起こすものであり、「恐るるに足りぬこと」とは恐怖を引き起こさないものであると考えている。 そして、すでに起こった悪や現在ある悪が恐怖を引き起こすのではなく、予期される悪が恐怖を引き起こす。
δέος γὰρ εἶναι προσδοκίαν μέλλοντος κακοῦ—ἢ οὐχ οὕτω καὶ συνδοκεῖ, ὦ Λάχης;
なぜなら、恐怖とは将来の悪の予期だからだ。 ラケスよ、そうではないか、また君もそう同意するかね?
ΛΑ. πάνυ γε σφόδρα, ὦ Σώκρατες.
ラケス:ソクラテスよ、全くその通りです。
ΣΩ. τὰ μὲν ἡμέτερα τοίνυν, ὦ Νικία, ἀκούεις, ὅτι δεινὰ μὲν τὰ μέλλοντα κακά φαμεν εἶναι, θαρραλέα δὲ τὰ μὴ κακὰ ἢ ἀγαθὰ μέλλοντα·
ソクラテス:そうすると、ニキアスよ、君は私たちの考えを聞いたわけだ。 すなわち、私たちは「恐ろしいこと」とは将来の悪のことであり、「恐るるに足りぬこと」とは、将来の悪ではないもの、あるいは将来の善のことであると言う。
σὺ δὲ ταύτῃ ἢ ἄλλῃ περὶ τούτων λέγεις;
君はこの点について、このように言うか、それとも別の解釈をするか?
ΝΙ. ταύτῃ ἔγωγε.
ニキアス:私もそのように言います。
ΣΩ. τούτων δέ γε τὴν ἐπιστήμην ἀνδρείαν προσαγορεύεις;
ソクラテス:そして、これらに関する知識を君は「勇気」と呼ぶのだね?
ΝΙ. κομιδῇ γε.
ニキアス:完全にその通りです。
ΣΩ. ἔτι δὴ τὸ τρίτον σκεψώμεθα εἰ συνδοκεῖ σοί τε καὶ ἡμῖν.
ソクラテス:それでは、第三の点について、君と私たちの意見が一致するか検討しよう。
ΝΙ. τὸ ποῖον δὴ τοῦτο;
ニキアス:それは一体どういうことですか?
ΣΩ. ἐγὼ δὴ φράσω.
ソクラテス:では語ろう。
δοκεῖ γὰρ δὴ ἐμοί τε καὶ τῷδε, περὶ ὅσων ἐστὶν ἐπιστήμη, οὐκ ἄλλη μὲν εἶναι περὶ γεγονότος εἰδέναι ὅπῃ γέγονεν, ἄλλη δὲ περὶ γιγνομένων ὅπῃ γίγνεται, ἄλλη δὲ ὅπῃ ἂν κάλλιστα γένοιτο καὶ γενήσεται τὸ μήπω γεγονός, ἀλλʼ ἡ αὐτή.
私とこの男にはこう思われるのだ。 ある事柄に関する知識がある場合、過去に起こったことについてそれがどのように起こったかを知る知識と、現在起こりつつあることについてそれがどのように起こりつつあるかを知る知識と、まだ起こっていないことがどのようにして最も良く起こるか、また起こるであろうかを知る知識とは、それぞれ別のものではなく、同一の知識である、と。
οἷον περὶ τὸ ὑγιεινὸν εἰς ἅπαντας τοὺς χρόνους οὐκ ἄλλη τις ἢ ἰατρική, μία οὖσα, ἐφορᾷ καὶ γιγνόμενα καὶ γεγονότα καὶ γενησόμενα ὅπῃ γενήσεται·
たとえば、あらゆる時代における健康に関する事柄について、医術という唯一の知識以外の別の知識が、現在起こりつつあること、過去に起こったこと、将来どのように起こるかを見守るわけではない。
καὶ περὶ τὰ ἐκ τῆς γῆς αὖ φυόμενα ἡ γεωργία ὡσαύτως ἔχει·
また、大地から生じる作物についても、農耕が同様である。