← プラトン

ラケス

§197-198

勇気と恐れ知らずさの区別と恐れの対象

ラケスとニキアスは勇敢さと恐れ知らずさの区別をめぐって議論し、ニキアスは獣を勇敢とは呼ばない立場を主張する。ソクラテスは対話を整理し、恐ろしいものとそうでないものの定義、および知識の時間的普遍性について確認し始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§197

ΛΑ. νὴ τοὺς θεούς, καὶ εὖ γε λέγεις, ὦ Σώκρατες. καὶ ἡμῖν ὡς ἀληθῶς τοῦτο ἀπόκριναι, ὦ Νικία, πότερον σοφώτερα φῂς ἡμῶν ταῦτα εἶναι τὰ θηρία,1 ἃ πάντες ὁμολογοῦμεν ἀνδρεῖα εἶναι, ἢ πᾶσιν ἐναντιούμενος τολμᾷς μηδὲ ἀνδρεῖα αὐτὰ καλεῖν; ΝΙ. οὐ γάρ τι, ὦ Λάχης, ἔγωγε ἀνδρεῖα καλῶ οὔτε θηρία οὔτε ἄλλο οὐδὲν τὸ τὰ δεινὰ ὑπὸ ἀνοίας μὴ φοβούμενον,2 ἀλλʼ ἄφοβον καὶ μῶρον· ἢ καὶ τὰ παιδία πάντα οἴει με ἀνδρεῖα καλεῖν, ἃ διʼ ἄνοιαν οὐδὲν δέδοικεν; ἀλλʼ οἶμαι τὸ ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν. ἐγὼ δὲ ἀνδρείας μὲν καὶ προμηθίας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρασύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθίας πάνυ πολλοῖς καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων καὶ θηρίων. ταῦτʼ οὖν ἃ σὺ καλεῖς ἀνδρεῖα καὶ οἱ πολλοί, ἐγὼ θρασέα καλῶ, ἀνδρεῖα δὲ τὰ φρόνιμα περὶ ὧν λέγω. ΛΑ. θέασαι, ὦ Σώκρατες, ὡς εὖ ὅδε ἑαυτὸν δή, ὡς οἴεται, κοσμεῖ τῷ λόγῳ· οὓς δὲ πάντες ὁμολογοῦσιν ἀνδρείους εἶναι, τούτους ἀποστερεῖν ἐπιχειρεῖ ταύτης τῆς τιμῆς. ΝΙ. οὔκουν σέ γε, ὦ Λάχης, ἀλλὰ θάρρει· φημὶ γάρ σε εἶναι σοφόν, καὶ Λάμαχόν γε, εἴπερ ἐστὲ ἀνδρεῖοι, καὶ ἄλλους γε συχνοὺς Ἀθηναίων. ΛΑ. οὐδὲν ἐρῶ πρὸς ταῦτα, ἔχων εἰπεῖν, ἵνα μή με φῇς ὡς ἀληθῶς Αἰξωνέα εἶναι. ΣΩ. μηδέ γε εἴπῃς, ὦ Λάχης· καὶ γάρ μοι δοκεῖς οὐδὲ ᾐσθῆσθαι ὅτι3 ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῷ προδίκῳ πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν. ΛΑ. καὶ γὰρ πρέπει, ὦ Σώκρατες, σοφιστῇ τὰ τοιαῦτα μᾶλλον κομψεύεσθαι ἢ ἀνδρὶ ὃν ἡ πόλις ἀξιοῖ αὑτῆς προεστάναι. ΣΩ. πρέπει μέν που, ὦ μακάριε, τῶν μεγίστων προστατοῦντι μεγίστης φρονήσεως μετέχειν· δοκεῖ δέ μοι Νικίας ἄξιος εἶναι ἐπισκέψεως, ὅποι ποτὲ βλέπων τοὔνομα τοῦτο τίθησι τὴν ἀνδρείαν. ΛΑ. αὐτὸς τοίνυν σκόπει, ὦ Σώκρατες. ΣΩ. τοῦτο μέλλω ποιεῖν, ὦ ἄριστε· μὴ μέντοι οἴου με ἀφήσειν σε τῆς κοινωνίας τοῦ λόγου, ἀλλὰ πρόσεχε τὸν νοῦν καὶ συσκόπει τὰ λεγόμενα. ΛΑ. ταῦτα δὴ ἔστω, εἰ δοκεῖ χρῆναι.

ラケス:神々に誓って、ソクラテスよ、実に素晴らしい指摘です。そしてニキアスよ、本当にこのことに答えてくれ。君は、私たちがみな勇敢だと認めているこれらの獣が、私たちよりも賢いと言うのか、それとも、すべての人に反対して、それらを勇敢と呼ぶことさえしないとあえて言うのか。 ニキアス:ラケスよ、私は獣であれ何であれ、愚かさゆえに恐ろしいことを恐れないものを「勇敢」とは決して呼ばない。むしろ「恐れ知らず」かつ「愚か」と呼ぶ。それとも、君は私がすべての幼子たちを「勇敢」と呼んでいるとでも思うのか、彼らが愚かさのゆえに何も恐れないからといって。私は「恐れ知らず」であることと「勇敢」であることは同じではないと思う。私は、勇気と深い配慮は極めて少数の人々にのみ備わっているが、向こう見ず、大胆さ、そして配慮を欠いた恐れ知らずさは、男、女、子供、獣を問わず、極めて多くのものに備わっていると考えている。したがって、君や大衆が勇敢と呼んでいるものを、私は「向こう見ず」と呼び、私が言っているような「思慮深い」ものを「勇敢」と呼ぶのだ。 ラケス:ソクラテスよ、ご覧なさい、この男が自分ではうまく言葉で身を飾っているつもりでいるのを。皆が勇敢だと認めている者たちから、その名誉を奪い取ろうとしているのです。 ニキアス:ラケスよ、君から奪うわけではないから安心したまえ。なぜなら、私は君も、そしてラマコスも、もし君たちが勇敢であるならば賢いと言うし、アテナイ人の他の多くの人々も同様だと言っているのだから。 ラケス:これに対しては何も言いません。言いたいことはありますが、あなたが私のことを本当に「アイクソーネウス」だと言い出さないように。 ソクラテス:いや、何も言わなくてよい、ラケスよ。というのも、君は彼がこの知恵を私たちの仲間であるダモンから受け継いだということに気づいていないようだからだ。そしてダモンはプロディコスと深く交わっており、プロディコスこそはソフィストたちの中でもこうした言葉の区別を最も見事に行うと思われる人物なのだ。 ラケス:ソクラテスよ、実際、そうした言葉の小細工は、国家を指導するに値するとされる人物よりも、ソフィストにこそふさわしい。 ソクラテス:よき友よ、最も重大な事柄を指導する者が、最も偉大な思慮を備えていることは、おそらくふさわしいことだろう。しかし私には、ニキアスがどのような点に目を向けて「勇気」という言葉をこのように定義しているのか、検討する価値があると思われる。 ラケス:ではソクラテスよ、あなた自身で検討してください。 ソクラテス:そうするつもりだ、友よ。ただし、私が君をこの議論の共有から解放するとは思わないでほしい。注意を払い、語られることを一緒に検討してくれ。 ラケス:そうしなければならないと思われるなら、そのようにしましょう。

§198

ΣΩ. ἀλλὰ δοκεῖ. σὺ δέ, Νικία, λέγε ἡμῖν πάλιν ἐξ ἀρχῆς· οἶσθʼ ὅτι τὴν ἀνδρείαν κατʼ ἀρχὰς τοῦ λόγου ἐσκοποῦμεν ὡς μέρος ἀρετῆς σκοποῦντες; ΝΙ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ σὺ τοῦτο ἀπεκρίνω ὡς μόριον, ὄντων δὴ καὶ ἄλλων μερῶν, ἃ σύμπαντα ἀρετὴ κέκληται; ΝΙ. πῶς γὰρ οὔ; ΣΩ. ἆρʼ οὖν ἅπερ ἐγὼ καὶ σὺ ταῦτα λέγεις; ἐγὼ δὲ καλῶ πρὸς ἀνδρείᾳ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἄλλʼ ἄττα τοιαῦτα. οὐ καὶ σύ; ΝΙ. πάνυ μὲν οὖν. ΣΩ. ἔχε δή. ταῦτα μὲν γὰρ ὁμολογοῦμεν, περὶ δὲ τῶν δεινῶν καὶ θαρραλέων σκεψώμεθα, ὅπως μὴ σὺ μὲν ἄλλʼ ἄττα ἡγῇ, ἡμεῖς δὲ ἄλλα. ἃ μὲν οὖν ἡμεῖς ἡγούμεθα, φράσομέν σοι· σὺ δὲ ἂν μὴ ὁμολογῇς, διδάξεις. ἡγούμεθα δʼ ἡμεῖς δεινὰ μὲν εἶναι ἃ καὶ δέος παρέχει, θαρραλέα δὲ ἃ μὴ δέος παρέχει—δέος δὲ παρέχει οὐ τὰ γεγονότα οὐδὲ τὰ παρόντα τῶν κακῶν, ἀλλὰ τὰ προσδοκώμενα· δέος γὰρ εἶναι προσδοκίαν μέλλοντος κακοῦ4—ἢ οὐχ οὕτω καὶ συνδοκεῖ, ὦ Λάχης; ΛΑ. πάνυ γε σφόδρα, ὦ Σώκρατες. ΣΩ. τὰ μὲν ἡμέτερα τοίνυν, ὦ Νικία, ἀκούεις, ὅτι δεινὰ μὲν τὰ μέλλοντα κακά φαμεν εἶναι, θαρραλέα δὲ τὰ μὴ κακὰ ἢ ἀγαθὰ μέλλοντα· σὺ δὲ ταύτῃ ἢ ἄλλῃ περὶ τούτων λέγεις; ΝΙ. ταύτῃ ἔγωγε. ΣΩ. τούτων δέ γε τὴν ἐπιστήμην ἀνδρείαν προσαγορεύεις; ΝΙ. κομιδῇ γε. ΣΩ. ἔτι δὴ τὸ τρίτον σκεψώμεθα εἰ συνδοκεῖ σοί τε καὶ ἡμῖν. ΝΙ. τὸ ποῖον δὴ τοῦτο; ΣΩ. ἐγὼ δὴ φράσω. δοκεῖ γὰρ δὴ ἐμοί τε καὶ τῷδε, περὶ ὅσων ἐστὶν ἐπιστήμη, οὐκ ἄλλη μὲν εἶναι περὶ γεγονότος εἰδέναι ὅπῃ γέγονεν, ἄλλη δὲ περὶ γιγνομένων ὅπῃ γίγνεται, ἄλλη δὲ ὅπῃ ἂν κάλλιστα γένοιτο καὶ γενήσεται τὸ μήπω γεγονός, ἀλλʼ ἡ αὐτή. οἷον περὶ τὸ ὑγιεινὸν εἰς ἅπαντας τοὺς χρόνους οὐκ ἄλλη τις ἢ ἰατρική, μία οὖσα, ἐφορᾷ καὶ γιγνόμενα καὶ γεγονότα καὶ γενησόμενα ὅπῃ γενήσεται· καὶ περὶ τὰ ἐκ τῆς γῆς αὖ φυόμενα ἡ γεωργία ὡσαύτως ἔχει·

ソクラテス:いや、そうすべきだ。さて、ニキアスよ、もう一度最初から語ってくれ。君は、私たちが議論の初めに、徳の一部として勇気を検討していたことを覚えているかね? ニキアス:もちろん。 ソクラテス:それなら、君もこれを一つの部分として答えたわけだね、他にもいくつかの部分があって、それらすべてを合わせて「徳」と呼ばれている中で? ニキアス:もちろんです。 ソクラテス:では、君も私と同じこれら〔の部分〕を挙げるかね?私は勇気に加えて、節制、正義、その他これらに類するものを〔徳の部分と〕呼ぶ。君もそうではないかね? ニキアス:全くその通りです。 ソクラテス:よし。これらの点については私たちは同意している。では、恐ろしいことと恐るるに足りぬことについて検討しよう。君が別の何かと考え、私たちがまた別の何かと考えたりしないように。私たちが考えていることを君に語ろう。君が同意しないなら、教えてくれ。私たちは、「恐ろしいこと」とは恐怖を引き起こすものであり、「恐るるに足りぬこと」とは恐怖を引き起こさないものであると考えている。そして、すでに起こった悪や現在ある悪が恐怖を引き起こすのではなく、予期される悪が恐怖を引き起こす。なぜなら、恐怖とは将来の悪の予期だからだ。ラケスよ、そうではないか、また君もそう同意するかね? ラケス:ソクラテスよ、全くその通りです。 ソクラテス:そうすると、ニキアスよ、君は私たちの考えを聞いたわけだ。すなわち、私たちは「恐ろしいこと」とは将来の悪のことであり、「恐るるに足りぬこと」とは、将来の悪ではないもの、あるいは将来の善のことであると言う。君はこの点について、このように言うか、それとも別の解釈をするか? ニキアス:私もそのように言います。 ソクラテス:そして、これらに関する知識を君は「勇気」と呼ぶのだね? ニキアス:完全にその通りです。 ソクラテス:それでは、第三の点について、君と私たちの意見が一致するか検討しよう。 ニキアス:それは一体どういうことですか? ソクラテス:では語ろう。私とこの男にはこう思われるのだ。ある事柄に関する知識がある場合、過去に起こったことについてそれがどのように起こったかを知る知識と、現在起こりつつあることについてそれがどのように起こりつつあるかを知る知識と、まだ起こっていないことがどのようにして最も良く起こるか、また起こるであろうかを知る知識とは、それぞれ別のものではなく、同一の知識である、と。たとえば、あらゆる時代における健康に関する事柄について、医術という唯一の知識以外の別の知識が、現在起こりつつあること、過去に起こったこと、将来どのように起こるかを見守るわけではない。また、大地から生じる作物についても、農耕が同様である。

構文注4 件
  1. 197aσοφώτερα φῂς ἡμῶν ταῦτα εἶναι τὰ θηρία

    ἡμῶν は比較級 σοφώτερα にかかる比較の属格(「私たちよりも賢い」)である。これを θηρία にかかる所有・所属の属格(「私たちの獣」)と解釈することも可能だが、人間と獣の知恵を比較している文脈から比較の属格とするのが適切である。

  2. 197aτὸ τὰ δεινὰ ὑπὸ ἀνοίας μὴ φοβούμενον

    中性単数冠詞 τό が、否定辞 μὴ と直接目的語 τὰ δεινὰ を伴う現在分詞句 φοβούμενον 全体を名詞化し、「〜を恐れないもの」という一般的な主格・対格的表現(ここでは述語の名詞的要素)を構成している。

  3. 197dκαὶ γάρ μοι δοκεῖς οὐδὲ ᾐσθῆσθαι ὅτι...

    δοκεῖς は対格不定詞構文(非人称)をとらず、主語(ラケス)を主格とする個人的構文(「君は〜していないように思われる」)をとっている。また、οὐδέ は ᾐσθῆσθαι を否定し、「気づいてさえいない」という強調の意味を持つ。

  4. 198bδέος γὰρ εἶναι προσδοκίαν μέλλοντος κακοῦ

    γάρ 節の中で対格 δέος と不定詞 εἶναι が用いられている。これは、既存の定義や一般的学説を引用する際の間接話法、あるいは「〜という定義があるからだ」というニュアンスを伴う客観的な提示によるものである。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:197-198